1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

21

ἤδη καὶ γέγονεν. ἀλλά τις γένοιτο τούτῳ λόγων πατήρ, εὔνους μὲν οὐκ ἂν μᾶλλον, κρείττων δὲ ἴσως. 80 Φαίδρωι Ὄντως ἄρα τῆς ψυχῆς εἰκόνες ἦσαν οἱ λόγοι καὶ τοὺς ἀπόντας ἔδειξαν ὅπως ἔχουσι γνώμης, οὐχ ἧττον ἢ ζωγράφος ἅπερ ἂν ἐθέλῃ μιμεῖσθαι. τοῖς γὰρ ὑμετέροις γράμμασιν ἐντυχών, ὃν ἠγνόουν τῇ πείρᾳ, τοῦτον ἐκεῖνον ἔχειν ἐδόκουν, ὡς εἴ τις ἐξελὼν τὸ πρόγραμμα τὴν ἐπιστολὴν ἐπεδίδου, ᾤμην ἂν πατρὸς εἶναι φιλοστόργου πρὸς παῖδα τὰ γράμματα. τοιούτους ἡ ἀρετὴ τοὺς ἑαυτῆς ἔοικε τροφίμους δεικνύναι. τὸ γάρ σε μήτε ἰδόντα μήτε πεπειραμένον καὶ λόγου προκατάρχειν καὶ κοινὰ πρός με ποιεῖσθαι τὰ παρόντα τῶν ἀγαθῶν, τίνος εὐφημίας οὐκ ἂν τύχοι δικαίως; ἀλλ' ὅμως προῄρημαι μηδ' ἂν εἴ τι γένοιτο τὴν ἐμὴν Ἰθάκην ὑπεριδεῖν, ἀλλὰ καὶ τὸν Ὁμηρικὸν Ὀδυσσέα διὰ ταῦτα ζηλῶ, ὅτι πάντα παριδὼν τὴν μικρὰν ἐπόθει νῆσον καὶ ἧς οὐκ ἄν τις ἐπὶ βελτίστοις ἐμνήσθη. 81 Ἱερωνύμωι Πάλιν Αἴγυπτος καὶ τρυφή, καὶ πένητες ἡμεῖς παρὰ σοὶ καὶ λόγος ἀπόν των οὐδείς. οὐδὲν τοῦτο πρᾶγμα· γέλα μόνον χρυσῷ ῥέοντα τὸν Νεῖλον ὁρῶν. κἂν ἔτι μᾶλλον τὴν ὀφρῦν ἀνασπάσῃς οἴσομεν πάντως ὑπερορώμενοι. ἔσσεται γὰρ ἦμαρ, ὅτε πάλιν ὄψει τὴν Ἐλοῦσαν, καὶ δακρύσεις ψάμμον μεθισταμένην τοῖς πνεύμασι καὶ γυμνοῦσαν εἰς ῥίζας τὴν ἄμπελον. ἔνθα καὶ νύμφαι ξηραί τινες καὶ θαλάττιαι, καὶ Ζεὺς ὑέτιος οὐδαμοῦ. τότε γελάσω μὲν ἐγὼ καὶ κωμῳδήσω τὴν τύχην, σὺ δὲ νομιεῖς εὐδαίμονα τὸν νῦν ἀπερριμ μένον ἐμέ. πλὴν ἐν ὅσῳ σοι δίδωσιν ὁ Νεῖλος τρυφᾶν, γράφε μόνον καὶ κάλει σμικροὺς ἡμᾶς καὶ χαμαί τινας ἐρχομένους. οὕτω γὰρ καὶ σοῦ γράφοντος ἀπολαύσομεν καὶ τὴν σὴν ἀλαζονείαν τῇ τοῦ μέλλοντος ἐλπίδι παρα μυθησόμεθα. 82 Ζαχαρίαι καὶ Φιλίππωι Ὁ καλὸς Ἰωάννης κἀκ τοῦ γένους ὑμᾶς ἀπαιτήσει τὴν εὔνοιαν, κἀκ τῆς παρ' ἐμοὶ συμφοιτήσεως· ἔστι γὰρ Λεοντίου παῖς, εἰ ∆ιονύσιον ἴστε τῆς ἡμετέρας τήθης τὸν ἄνδρα. τούτου πέφυκεν ἀδελφὸς ὁ τούτου πατήρ, ἵνα καίπερ εἰδότας ὑπομνήσω τὸν ἄνθρωπον. εἰ δὲ καὶ μὴ ταῦτα προσῆν, πάν τως ἂν οἰκεῖον ἡγήσασθε θιασώτην ἡμέτερον καὶ τὸν παρ' ἐμοὶ χορὸν ἐκ πληρώσαντα. οὐκοῦν μὴ μέλλετε τὸν νέον εὖ ποιεῖν ἔχοντα πανταχόθεν ὀφειλομένην τὴν εὔνοιαν· σιωπῶ γὰρ λέγειν ὡς καὶ τῷ τρόπῳ τοὺς ὁρῶντας ἐπάγεται, ἐρυθριᾶν εἰδὼς πρίν τι καὶ λέγειν, καὶ φθέγγεσθαι μέτρια, τῷ καιρῷ τοὺς λόγους μετρῶν καὶ τὸν νοῦν ὑπὲρ τὴν ἡλικίαν κτησάμενος. ὁ δὲ μιαρὸς Θεόδωρος τὸν πλοῦν ἡμῖν ἐπανατείνας πάλιν ἀνέδυ, τάχα κατα γνοὺς ἑαυτοῦ εἴπερ τι προειπὼν ἀληθεύσειε καὶ πρὸς πέρας ἐνέγκοι τὸν λόγον. 83 Ζαχαρίαι καὶ Φιλίππωι Ὁ τὴν ἐπιστολὴν ὑμῖν ἐπιδιδοὺς τῶν ἐς ἐμοῦ φοιτησάντων ἐστὶν ἀνήρ, χρόνον μὲν οὐ πολύν, ἀλλ' ὅμως ἱκανὸν ἡγεῖται πρὸς τὴν ἐξ ὑμῶν εὐποιίαν καὶ τὸ ψιλὴν ἐπιγράφεσθαί μου προσηγορίαν. εἰ δὲ δεόντως ἔγνωκε, διδά σκαλον ἀναμένει τὴν πεῖραν. οὐκοῦν ἀγὼν ὑμῖν κἀκεῖνον μὴ ψευσθῆναι τῆς γνώμης, κἀμὲ μὴ καταισχῦναι τοσοῦτον ἰσχύειν παρ' ὑμῖν νομιζόμενον. 84 Ζαχαρίαι καὶ Φιλίππωι Πάλιν ὑμῖν ἐπιστολὴ καὶ πάλιν ἕτερος ὄχλος· ἔοικα γάρ που τοῦ αἰτεῖν μὴ τάχα μέτρον εἰδέναι ἀλλὰ φθάνειν ἀεὶ τοῖς δευτέροις τὰ προλαβόντα ἀποκρύπτειν, ὑμᾶς δέ γελᾶν τε ἀλλήλοις καὶ λέγειν ὡς κρείττων ἦν σιωπῶν ἢ πυκνοῖς βάλλων τοῖς γράμμασιν. ἀλλ' ὅμως κἂν διατριβὴν ὑμῖν παρέχω καὶ γέλωτα, σιωπᾶν οὐκ ἀνέξομαι, ὡς ἂν ὑμεῖς εἴποιτε, τέχνης ἀεὶ τὸ λαλεῖν παρὰ τῆς τύχης λαχών, καὶ ταῦτα τοῦ νυνὶ πράγματος εἰς ἡμετέραν χρείαν ὁρῶντος. οἱ γὰρ παρ' ἡμῖν λογάδες ψηφίσματι κοινῷ τὴν μεγίστην ἀξιοῦ σιν ἀρχὴν ῥᾴδιον ἐπινεῦσαι πρᾶγμα, πλοῖον ἀτελὲς σιτηρέσιόν μοι χορη γῆσαι δυνάμενον· αἰτοῦσι δὲ καὶ παλαιὰς συντάξεις βεβαιωθῆναι τοῖς δια δεξαμένοις καὶ ψιλὴν μεταθεῖναι προσηγορίαν. ταῦτα τὴν ὑμετέραν ἀνα μένει σπουδήν, ταῦτα πρὸς πέρας ἐνεγκόντες κἀμοὶ χαριεῖσθε καὶ τοῖς αἰτή σασιν ὑμᾶς δι' ἐμοῦ. εἰ δὲ ταῦτα παρίδοιτε, διπλᾶ μοι συμβαίνει παθεῖν, καὶ τὸ μὴ τυχεῖν τῆς ἐλπίδος καὶ τὸ δι' ὑμῶν μὴ τυχεῖν, ὧν τὸ μὲν αἰσχύνην τὸ δὲ ζημίαν ἐργάζεται. ἀλλ' εὐτυχήσομεν πάντως, θεοῦ μὲν ἄνωθεν ἐπι νεύοντος, ὑμῶν δὲ