1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

30

πρώτης πείρας πρὸς εὔνοιαν ἐφελκόμενος. πρὸς δὲ τούτοις τῆς τέχνης ὁ νόμος, εὐθύνας ἀπειλῶν ἀκριβεῖς εἴ τι τῶν προσηκόντων παρίδοιμι· τάχα δὲ καὶ ἡ τοῦ νέου σπουδὴ μοῖράν μοι οὐκ ἐλαχίστην παρέξεται. λοιπὸν ἡμῖν αἰτεῖσθαι τὴν ἐκ τοῦ θείου ῥοπήν, μεθ' ἧς καὶ μόνης ἔστι πρὸς πέρας ἐλθεῖν τὴν προαίρεσιν. 117 ∆ωροθέωι ∆εινὸς ἄρα τις ἦσθα πτερὰ περιβάλλειν ᾧπερ ἂν ἐθέλῃς, καὶ δεικνύναι μετάρσιον. σοῖς γὰρ γράμμασι πτερωθεὶς πανταχοῦ μὲν ἐδόκουν εἶναι, καθ άπερ ἔφης, τῇ φήμῃ, περιεπόλουν δὲ πόλεις ὁπόσας ἄνθρωποι νέμονται, καὶ μέχρι τῶν βαρβάρων διῄειν κούφῃ διανοίᾳ φερόμενος, καὶ πᾶν ἔθνος ἐπὶ λόγοις ἐδόκει με στεφανοῦν, καὶ ἁπλῶς εἰπεῖν διὰ τὴν σὴν ἐπιστολὴν ἠγνόουν ὅ τι καὶ φένωμαι, ἕως μέ τις θεῶν τῶν σῶν ἀνήρπασε πτερῶν. καὶ τῆς πλάνης μόλις παυσάμενος "1τί ταῦτα πάσχω;"2 φημί, "1σκόπει τὸν γρά ψαντα καὶ λογίζου τὴν εὔνοιαν, καὶ θαυμάσεις ὅσα πείθειν οἶδε τῆς φιλίας ὁ πόθος. καὶ τὰ μὴ ὄντα γὰρ ἡγεῖσθαι ποιεῖ καὶ τὰ ψευδῆ τιμᾶν ὡς ἀλή θειαν."2 ἐντεῦθεν, οἶμαι, τῶν ἐπαίνων ἀπλήστως ἔχεις, καὶ πάντα λέγων εὐχερῶς καὶ ταῦτα δοκεῖς τῶν ὑπαρχόντων ἐλάττονα. μέτρον δέ σοι τῶν ἐπαίνων ἡ γνώμη, μηδὲν ἀρκεῖν ἡγουμένη πρὸς ἔπαινον. ἀλλ' ἐπίσχες, πρὸς Φιλίου, τοιαῦτα γράφων πρὸς ἄνδρα μικρὸν εἰς ἑαυτὸν ὁρῶντα καὶ τοῖς γράμμασιν αἰσχυνόμενον. 118 ∆ιοδώρωι (?) Πάλιν εὐσεβείας καιρὸς καὶ πάλιν πρὸς τὴν ὑμετέραν σοφίαν ὁ δρόμος. ἀνὴρ γάρ τις τῶν ἑαυτοὺς ἀναθέντων θεῷ καὶ ἐκ φιλοσοφίας γνωριζομένων ἐξ ἀδίκου συκοφαντίας ὡς ἔοικε τῷ τοῦ δικαστοῦ θυμῷ περιπέπτωκεν ὡς δεξιὰν ἀντάρας πολέμιον κατὰ τῶν ἐξυπηρετουμένων τοῖς νόμοις. οἱ δὲ ταῦτα μηνύσαντες τὰ παρὰ τῶν ἄλλων ὥς φασιν ἀδικήματα κατὰ τούτου μετέστησαν. καὶ πλήρης ὁ δικάζων θυμοῦ, καὶ πρὸς ἑαυτὸν καλεῖ καὶ πρὸς τιμωρίαν ἐπείγεται, καὶ πάρεστι καιρὸς εἴπερ ποτὲ καὶ νῦν φιλανθρωπίαν ζητῶν. φάνηθι δὴ καὶ φθέγξαι τι τῶν σῶν, καὶ τῆς ὀργῆς παραλύσεις τὸν δικαστήν. εἰ γάρ τι καὶ πέπρακται δεινόν, ὅπερ οὐδὲ γέγονενεἰς συγγνώ μην τρέψον τὸν ψηφιζόμενον, εἰ μηδὲν ἄλλο, τὸ περικείμενον αὐτῷ σχῆμα τιμήσαντα. φάνηθι μετὰ πολλῶν, οἳ πρὸς αἴτησιν τυγχάνουσιν εὐπρε πεῖς, μᾶλλον δὲ καὶ πρὸ τῶν ἄλλων, ὅπως οἰκεῖόν τι δόξῃς συνεισφέρειν. ἀλλ' οὖν αὐτὸς πάντων ἀναδέξῃ τὸν ἔπαινον ὡς καὶ πρῶτος καὶ λίαν αἰτήσας καὶ τῆς καλῆς φιλανθρωπίας γεγονὼς τοῖς ἄλλοις παράδειγμα. 119 Παγκρατίωι Οὐ γὰρ δοκεῖν ἄριστος ἀλλ' εἶναι θέλει φησὶν Αἰσχύλος, ἐπαινεῖν τινα προελόμενος. τοιοῦτος ἡμῖν ἀνεφάνης, οὐ τοῦτο δὴ τὸ κοινὸν μέχρι τοῦ παρεῖναι φιλίαν ἐπιδεικνύς, οὐδὲ μετρῶν τῷ τόπῳ τὴν εὔνοιαν, ἀλλὰ κρείτ των εἶναι καὶ σαυτὸν νικᾶν ἐπειγόμενος. εἰκότως ἄρα σε τῆς ἐμῆς διανοίας οὐκ οἶδεν ὑποκλέπτειν ἡ λήθη, ἀλλ' ἔπεισί τί μοι Σωκρατικὸν ἀεὶ λέγειν, ὡς "1εἰ ἐγὼ Παγκράτιον ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι"2, οὗ χορεύει μὲν ἡ γλῶττα ταῖς Μούσαις, ἀρετὴ δὲ καθάπερ τέμενος ἄβατον κακίᾳ τὴν ἱερὰν ψυχὴν ᾠκειώσατο. τοιγαροῦν εὐδαίμων μὲν αὐτὸς τοιαῦτα φέρων γνωρίσμα τα, καὶ πόλιν οἰκεῖς τὴν κοινὴν τῶν λόγων μητέρα, ἣν Ὧραι ποθοῦσαι κατὰ ταύτην ἀλλήλαις ἐσπείσαντο, ἣν προσκλύζει πράως ἡ θάλασσα, καὶ Νεῖλος ἐναγκαλίζεται καθάπερ ἐρωμένῃ περιχυθείς, καὶ πανταχόθεν ἄλση καὶ δένδρα καὶ λήια, καὶ τοῖς ὀφθαλμοῖς ποικίλαι προσβάλλουσι χάριτες. ἀλλ' ὑμῖν μὲν τὴν εὐδαιμονίαν θεὸς ἐπαυξήσει, καὶ μισθὸν τῆς ἀρετῆς δωρη σάμενος. "μετάδος δὲ φίλοισι σοῖσι σῆς εὐπραξίας", τοῖς ἐκ γλώττης ἀγαθοῖς εὐφραίνων ἡμᾶς, καὶ πέμπων οἴκοθεν οἴκαδε πρὸς ἡμᾶς τὰ ποιήματα. οὐ γὰρ δίκαιον λανθάνειν ἃ τοῖς ἄλλοις ἐπιδειχθέντα πλείστην οἴσει τὴν ὄνησιν. 120 Παγκρατίωι Οἱ τὰς Σειρῆνάς ποτε παραπλέοντες καὶ τὰ μέλη ταῖς ἀκοαῖς ἀρυόμενοι οὐ πατρίδας ἐπόθουν, οὐ παίδων ἀνεμιμνήσκοντο, πάντα δὲ πάσχειν αὐτοῖς ἐδόκει καλὸν ἢ τούτων ἀπαίρειν, ὧν τῆς ἡδονῆς ἐπειράθησαν. ἡμεῖς δὲ τῆς σῆς μούσης ἄκρῳ, φησί, δακτύλῳ γευσάμενοι οὕτως ὅλῳ πόθῳ πρὸς αὐτὴν ἐβακχεύσαμεν, ὡς μηδὲ μικρὸν ἀπεῖναι ταύτης αἱρεῖσθαι, κἂν ἀνάγκη διεστάναι τοῖς σώμασιν. ἀναγομένοις δὲ ὑμῖν τῇ διανοίᾳ συνανηγόμεθα καὶ