1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

9

ἐπιστέλλοντα, ὁποῖον αὐτὸν ἦγεν ἡ θάλαττα, ὅπως ἡ γῆ τοῦτον ὁδοιποροῦντα παρέπεμ πεν, εἰ χρηστῆς ἀπέλαυε τύχης, εἰ τὸ χωρίον αὐτὸν εὐμενῶς ὑπεδέχετο. τούτων οὖν αὐτὸς ἔφης οὐδέν, οὐδ' ἡμεῖς ἔχομεν διηγήσασθαι, ἀλλὰ τοὐμὸν μέρος αὐτῶν ἰχθύων γέγονας ἀφωνότερος. ἀλλ' ἵνα μὴ τὰ τῆς φιλίας τῇ σιγῇ πρὸς λήθην ἐλθόντα κατὰ μικρὸν ὑπορρέῃ, ἀνανεοῦμαι πάλιν τὸ πρᾶγμα καὶ γίνομαί σοι φιλανθρωπότερος. καὶ σύ, πρὸς Φιλίου, παῖζε πρὸς ἡμᾶς τὰ συνήθη καὶ τῆς σῆς χάριτος ἄξια. 30 ... εἰ δέ τι γέγονε τῶν ἀνιώντων, αὔραις τοῦτο δεδόσθω καὶ τῇ τύχῃ τῶν ἀνθρωπίνων πραγμάτων, ἥτις ἐντρυφῶσα τοῖς ἡμετέροις ἄνω καὶ κάτω μεταθεῖ καὶ βραχείᾳ ῥοπῇ μεταβάλλεται, μηδὲν ἐθέλουσα βλέπειν ἑστηκὸς καὶ ἀκίνητον. καὶ δεινὸν μὲν οἶμαι τὸ πάθος, δεινότερον δὲ τοῖς ἰδοῦσι τὸ θέαμα. κόρη μηδὲ τοῖς οἰκείοις ἅπασιν ἐγνωσμένη ἐν πάντων ὄψεσιν ἀντὶ παστάδος ἀγομένη πρὸς τάφον. καὶ κεναὶ μὲν ἐντεῦθεν μνηστῆρος ἐλπίδες, συγγραφὴ δὲ γαμήλιος ἐπ' αὐτῇ διερρήγνυτο. δεινὰ μὲν οἴμοι ταῦτα, καὶ οὐκ ὤφελε γενέσθαι· πλὴν οὐκ ἐφ' ἡμῶν πρώτων ἡ τύχη στρατεύεται, πολ λὰς ἤδη που καὶ ἄλλας ἐκ μέσης ἥρπασε τῆς παστάδος, καὶ νυμφικὸν θάλα μον εἰς θρῆνον μετέβαλεν. ὢ πόσοι ταῖς ἐλπίσι τρυφῶντες μῦθος διὰ ταύτην ἐγένοντο. ἀλλ' ἥ γε τῇ ψήφῳ νικᾷ καὶ ἅμα τι θέλει καὶ γίνεται νικάσθω φιλοσοφίᾳ καὶ γνώμῃ, καὶ ἔστω τι πλέον τοῖς ἀνακειμένοις ταῖς Μούσαις τὸ φέρειν εἰδέναι τὰς τύχας. θαυμάζω γὰρ ἔγωγε καὶ τὸν εἰρηκότα σοφῶς "1ἀλλ' ἐπειδὴ μὴ γίνεται ἃ θέλομεν, θελήσωμεν τὰ γινόμενα"2. οἴχεται τὴν γῆν ἀπολιποῦσα καὶ γάμου κακὰ καὶ παίδων ὠδῖνας, εἴποτε καὶ ἐγένοντο. καὶ σιωπῶ τοὺς τῆς παιδοτροφίας κινδύνους καὶ τὸν ἐν εὐτυχίᾳ φόβον μή ποτε γένοιτο τῶν παρόντων διαμαρτεῖν. τῶν δὲ συντρόφων τῷ βίῳ κακῶν γενομένη πάντων ἐλεύθερος οἴχεται λεωφόρον ὄντως ὁδὸν καὶ ἣν ὁδεῦσαι δεῖ πάντας, ἐπειδὴ καὶ γεγόναμεν. 31 ∆ιοδώρωι Νῦν ἔγνων ὅσον ἠδίκεις πρότερον σιωπῶν· ἐξ ὧν γὰρ ηὔφρανας γράφων, ἐκ τούτων ὅλως σιγήσας λυπεῖς. τὴν γὰρ σὴν ἐπιστολὴν εἰς χεῖρας λαβὼν παλαιᾶς ἐνεπλήσθην εὐδαιμονίας, σὲ παρεῖναι δοκῶν ἐν τοῖς γράμμασι, καί τι λέγειν ὡς παρόντι προήχθην. καὶ τὰ μὲν εἶπον, τὰ δὲ λέγοντος ἀκούειν ἐδόκουν, καὶ μόλις ἀνενεγκὼν ἔγνων ὡς ὄναρ ἦν ἐκεῖνα καὶ ἠπατήμεθα. οὐκοῦν γράφε πολλάκις, ἵνα τῆς θέας ἀποροῦντες ὀνείρασιν εὐφραινώμεθα, ἐπειδήπερ καὶ δεινὸς ἐραστὴς τῶν παιδικῶν ἀτυχῶν χρηστὸν ὄναρ εἶδε καὶ μεταβάλλεται. ἀλλὰ γὰρ δέδοικα ταυτὶ λέγων μὴ καὶ νομίσας ἀληθῆ φρονήματος ἐμπλησθῇς καὶ γένηται πάλιν σιγή. νόμιζε τοίνυν εἶναι ψευδῆ, καὶ μόνον λαλοῦντος ἀκούσαιμι. τὸν δὲ φέροντα τὴν ἐπιστολὴν ἀνεψιὸν ὄντα καὶ κηδεστήν, εἴ γε δεῖ τὸ μέλλον εἰπεῖν, εὐμενέσιν ἰδὼν ὀφθαλμοῖς, κἂν δέῃ παρασχὼν αὐτῷ συμμαχοῦσαν τὴν γλῶτταν, ἐμοὶ τὸ πᾶν διδόναι δόκει τῆς χάριτος. 32 ∆ιοδώρωι Ὅσης ἀπέλαυσε παρ' ὑμῶν τῆς εὐποιίας ὁ καλὸς Ζαχαρίας, αὐτός τε διηγεῖται πολλάκις καὶ ἡμεῖς ἀκηκόαμεν, ἐδήλου δὲ καὶ τὰ ὑμέτερα γράμ ματα. πλὴν ἀλλὰ τῆς ἀληθείας ἐλάττονα, ὅπως ἄν, οἶμαι, δόξῃς τὰ χρηστὰ ποιεῖν εἰδέναι μᾶλλον ἢ λέγειν. ὅπερ οὐκ ἀπορία τοῦ λέγοντος, ἀλλὰ σώφρων αἰδὼς τὴν ἑαυτῆς ἀρετὴν ἐπικρύπτουσα. τὴν δὲ σὴν εἰς ἡμᾶς σπουδὴν καὶ πρὶν γενέσθαι πᾶσι βοῶ, καὶ ξένον οὐδὲν ἡμῖν ἀπαντᾷ· ἃ γὰρ ἂν ἐλπίσωμεν γίνεται, καὶ μεγάλης οὔσης ἀεὶ τῆς ἐλπίδος, οὐκ ἐλέγχει ταύτην ἡ πεῖρα. ἐγὼ μὲν οὖν καὶ πλείω λέγειν ἐθέλω· σὺ δέ με παίζειν οὐκ οἶδ' ὅπως ἡγῇ, καὶ σιγήσομαι· τοσοῦτο γάρ σου τὸ μέτριον, ὡς καὶ τὸν ἀληθῶς ἐπαινοῦντα παίζειν ἡγῇ. ἐγὼ δὲ οὔτε παίζων τῆς ἀληθείας ἐξίσταμαι, οὔτε ἀληθεύων τοῦ παίζειν, ἡνίκα δή μοι πρὸς τοὺς φιλοῦντας ὁ λόγος. ὥστε θάρρει τοὺς ἐμοὺς ἐπαίνους· οὐδὲ γὰρ παντελῶς τῶν ἀπερριμμένων εἶ παρ' ἐμοί. 33 ∆ωροθέωι ∆εινὸς ἄρα τις ἦσθα τὰ σμικρὰ μεγάλα ποιεῖν καὶ οἷς ἂν ἐθέλῃς καὶ μοῦσαν διδόναι, καὶ τοῖς ἐπαίνοις οὐχ οἷος ἐγὼ λέγειν, ἀλλ' οἷον προσήκει γενέσθαι. ἀλλὰ καὶ δι' ὧν μου τοὺς λόγους αἰτῶν Ἀττικόν τι φθέγγῃ καὶ ταῖς Χάρισιν ἀνειμένον, πείθεις ὡς μήποτε ἑκὼν εἶναι