1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

14

ἐλπίδος, καὶ βραχὺ δακρύσας ἔγνων ὁπόσον ἔρως ἰσχύει, καὶ ὅτι πλάνη τις ἦν παραμυθουμένη τὸν λογισμόν. ὡς δὲ τὴν ἐπιστολὴν ἀναλύσας ἐσκόπουν, ἥσθην τοσοῦτον ὥστε τοῦ παρόντος ἑκὼν ἀφιστάμην "1μὴ καὶ πάλιν ..."2 πολλάκις εἰπών. καὶ ὁ τῶν μελλόντων με κατήπειγε πόθος. 49 Οὐλπίωι Τὸν θαυμαστὸν Στρατήγιον καὶ πρότερον ἤδη φιλῶν, νῦν ἔτι καὶ μᾶλλον ἠγάπησα, διότι τῶν πρὸς ἀλλήλους ἡμῖν γραμμάτων ὑπῆρξεν ὑπόθεσις· τὴν γὰρ προτέραν σιωπὴν μεταστήσας δέδωκεν ἡμῖν εἰπεῖν τι πρός σε καὶ φθεγγομένου πάλιν ἀκοῦσαι. εἰ δὲ καὶ καθ' ἡδονὴν τὰ ἡμέτερα γράμματα, τίμα δὴ τούτων τὸν αἴτιον, ἤδη μὲν ὑμῖν χάριν ὁμολογοῦντα τῆς προλαβού σης σπουδῆς, μᾶλλον δὲ κηρύξοντα τὴν εὐεργεσίαν, εἰ πρὸς τέλος ἐνέγκοις τὴν χάριν. ἀλλ' ἐπίδειξαί τι νεανικὸν κατὰ τῶν ἀδικούντων, ὅπως ἂν αἴσθοιντο πάντες οἵους ἄρα τοὺς φίλους ἔχων ἐλάνθανον. τὸν δὲ ὑμέτερον ἀδελφὸν καὶ πρὶν μὲν ἰδεῖν ἠπιστάμην· ἐγνώρισε γάρ μοι πολλάκις τοῦτον ἡ φήμη· νυνὶ δὲ μᾶλλον ἐθαύμασα τῇ πείρᾳ μαθών. καὶ τοῦτον ἰδὼν σὲ δι' ἑτέρου σώματος ἔχειν ἡγούμην, καὶ μακρὰν ἀπὼν δι' ἄλλης ἡμῖν εἰκόνος ἐδόκεις παρεῖναι. 50 Σοσιανῶι Ἔπρεπεν ἄρα κἀμὲ θαρροῦντα χάριν αἰτεῖν παρὰ σοῦ, καὶ σὲ προθύμως διδόναι, ἀμφοτέροις ἁρμόττον, ἐμοὶ μὲν λέγειν ὅτου δέοι, σοὶ δὲ πρὸς ἔργον τὸν λόγον ἐκφέρειν. Στρατήγιος γὰρ ἀπήγγειλέ μοι τοσαύτην ὑμῶν γεγενῆ σθαι τὴν εἰς αὐτὸν προθυμίαν, ὥστε τἀπὶ σοὶ καὶ πέρας ἔσχεν ἡ δίκη καὶ νενικήκαμεν. ἀλλ' ὅπως καὶ τοῖς ἔργοις γένοιτο ταῦτα· τοσοῦτον γὰρ θαρρῶ διὰ σοῦ τὸ πέρας ἐλπίζων, ὥστε καὶ πρὸ τοῦ τέλους ἤδη λόγους ζητῶ δι' ὧν ὁμολογήσω τὴν χάριν. 51 Οὐλπίωι Πολλὴν ἡμῖν κατὰ σοῦ μελετωμένην κατηγορίαν διέφυγες. ὡς γὰρ ἧκε μὲν ὁ Στρατήγιος, γράμματα δὲ οὐκ εἶχεν, ἠρυθρία μὲν ἐμοὶ προσελθεῖν πῶς γὰρ οὐκ ἔμελλε; πολλάκις δὲ διαφυγὼν μόλις ἑάλω, καὶ δὴ βδελυρὸν αὐτὸν καὶ θεοῖς ἐχθρὸν ἀπεκάλουν, ὅτι πρὸς ἡμᾶς ἀφιγμένος οὐδὲν περὶ ὑμῶν τῶν φιλτάτων ἀπήγγειλε, περὶ ὧν πολλάκις ηὐχόμην ἀκούειν. ἀλλ' ὅμως ἐκεῖνος τὴν ἀπολογίαν ἱκανῶς ἐποιεῖτο· καὶ γὰρ αἴτιον ἔλεγεν τὴν φυγὴν ὅτι γράμματα μὴ κομίζοι. κἀκείνῳ μὲν συγγνώμην ἐδίδουν ἐπὶ τού τοις ἐρυθριῶντι, ἔλεγον δὲ πρὸς ἐμαυτόν· "1ὅσα δὴ φέρειν καὶ μεταβάλλειν οἶδεν ὁ χρόνος. Οὔλπιος γὰρ ὁ καλὸς ἡνίκα μὲν ἡμῖν τῆς παλαιᾶς ἐκοινώνει τύχης, φίλος τε ἦν καὶ ἐδόκει, καὶ οὐκ ἄν ποτε ᾤμην ὡς μεταβάλοιτο· ὡς δὲ λαμπρὸς ἤρθη καὶ γέγονε μέγας, ἀφόρητός ἐστιν εὐτυχῶν, καὶ τῶν πρῴην ἐκείνων ἐπιλανθάνεται. εὐτυχοίη δὲ μόνον, καὶ μετρίως οἴσομεν παρορώμενοι."2 ταῦτα καὶ τὰ τοιαῦτα λέγων πολλὴν κατὰ σοῦ κατηγορίαν συνέλεγον. ὡς δέ τις ἐλθὼν τὴν παρ' ὑμῶν ἐπιστολὴν ἐπεδίδου, πρῶτον μὲν πρὶν λῦσαι πολλάκις τὴν ἐπιστολὴν ἠσπαζόμην· εἶτα τοῖς ἔνδον περιτυχὼν καὶ τὴν ἀπολογίαν τοῦ βράδους εὑρὼν ἥσθην οὐ μετρίως, καὶ μετέμελέ μοι τῶν πρῴην ῥημάτων. ἔλεγον δὲ μᾶλλον "1φεῦ, ὡς πολλὰ μάτην ὑποπτεύουσιν ἄνθρωποι. τὸν θαυμαστὸν γὰρ ἡμῖν Οὔλπιον οὐ μετέβαλεν οὔτε χρόνος οὔτε ἡ τύχη, ἀλλ' εὐγνώμων τέ ἐστι κἀμὲ τὸν πρὶν εὐεργέτην ἐπίσταται"2. ἀλλ' ὅπως μὴ πάλιν σιγῶν αὖθις ἡμᾶς εἰς κατηγορίαν ἐνέγκῃς. 52 Σιλανῶι Ἐξέκρουσας ἡμᾶς ἐλπίδος οὐκ ἂν εἰπεῖν ἔχοις ὁπόσης. ἐγὼ γάρ σου τὴν προτέραν ἐπιστολὴν εἰς χεῖρας λαβὼν καὶ γνοὺς ἐξ αὐτῆς ὡς μικρὸν ὕστερον ἡμῖν ἐπανήξεις, ἥσθην τε καὶ μέγα ὑφ' ἡδονῆς ἀναπνεύσας ἔφην· "1ἀλλ' ὦ Ζεῦ, γένοιτο ταῦτα"2. τοιγαροῦν μετέωρος ἦν ὁσημέραι καὶ ἐπὶ κούφης ἔβαινον τῆς ἐλπίδος, πυκνὰ δὴ λέγων· "1ἆρά ποτε ὄψομαι καὶ προσείπω χρόνιον"2 καὶ "1γενοίμην αὖθις σὺν ἐκείνῳ"2. ὡς δὲ χρόνος ἦν παρ' ἐλπίδας, οὐδὲ γράφειν ἠξίουν, ἐρέθισμά φασιν ἔρωτος τοῦτο ποιῶν, ὅπως ἂν καταφρονεῖσθαι δοκῶν, ἔτι μᾶλλον ἐπείγοιο πρὸς ἡμᾶς, ὀνειδίσαι θέλων τὸ μὴ φίλων μεμνῆ σθαι. καί μοι δοκεῖς Στρατοκλῆς ἡμῖν ὁ ῥήτωρ γενέσθαι. ἐκεῖνος γὰρ ἡττω μένοις τοῖς Ἀθηναίοις καὶ τὴν τύχην ἀγνοοῦσι νίκην ἀπήγγειλεν. εὐθὺς οὖν ἡ πόλις ὀρθή, καὶ παίζειν ἀνεῖτο, καὶ δυστυχοῦντες ηὐφραίνοντο. ὡς δὲ τἀληθὲς ἠγγέλθη καὶ τὸ δοκεῖν ἦν οὐκέτι, "1τί γάρ"2 φησιν ὁ