1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

35

δεήσεις παρ' ἡμῶν διακομίσει πυκνάς, πλὴν οὖν δικαίας καὶ πρόφασιν ἐχούσας ἐπαινουμένην, ὑπὲρ ὧν τις εὐγνώμων καὶ τὸν τρόπον Ἑλληνικὸς χάριν ἂν ἡσθείη διδοὺς ἢ παρ' ἑτέρων δεχόμενος. τοιαύτη δέ τις τῶν παρόντων ἡ χρεία. Νεῖλος ὁ λογιώτατος θεῷ τὸν βίον ἀναθεὶς πόλιν μὲν οἰκεῖ, μητρὸς ἐπ' αὐτῷ σαλευούσης, γῆρας ὁμοῦ θεραπεύων καὶ τὴν ἐντεῦθεν ἀσθένειαν, οὐδὲν δὲ ἧττον πολλῶν ἴσως ἐπ' ἐρημίας οἰκούντων ἐπ' εὐσεβείᾳ γνωρίζεται. οἰκίαν δὲ κεκτημένος τόπον ψιλὸν ἐχούσης τὸν παρακείμενον, γείτονος ἀπέλαυσε πονηροῦ, ὃς θυρίδας κατὰ τοῦ μὴ προσ ήκοντος ψιλοῦ νεωτερίσας τινάς, πρὸς μὲν τὸ παρὸν ὡμολόγει μηδὲν ἐμπο δὼν ἔσεσθαι ταύτας οἰκοδομεῖν βουλομένῳ. ὡς δὲ νῦν εἰς ἔργον ἦλθεν ὁ λόγος, κώλυμα τὰς θυρίδας προβάλλεται, ὥσπερ δίκην ἀπαιτῶν ὅτι παρεῖδε καινοτομούμενος. ὁρῶν δὲ τοῖς δικαίοις πανταχόθεν ἑαυτὸν ἐξωθούμενον, παρείσδυσιν ἑαυτῷ δυναστείας ἐπινοεῖ καί, τὸ μέγιστον, ἀνδρὸς τοῖς δικαίοις χαίρειν ἐγνωκότος ἀεί. εἰς γὰρ τὸν πολὺν ἐκεῖνον ὠθεῖται Νεστόριον, τῷ μὴ παρεῖναι τὸν ἄνδρα θαρρῶν. τοῖς γὰρ αὐτῷ προσήκουσιν εἰς συμμα χίαν χρησάμενος, ὠνὴν εἰς αὐτόν τινα πρὸς κακουργίαν ἐπλάσατο τὸ δίκαιον ὄνομα, καὶ πρὸς ἀδικίαν ὕλην λαβὼν καὶ τοὺς κατ' αὐτοῦ πανταχόθεν ἐπαίνους διαβάλλειν πειρώμενος. ἀλλὰ ταῦτα μαθὼν δι' ὑμῶν κωλύσει ταῖς ἀπειλαῖς τὸν ἀδικοῦντα δι' ἀνδρὸς τιμῶντος τὰ δίκαια. 138 ∆ωροθέωι Ἦν ἄρα τοῖς ποθοῦσιν ἔαρ οὐ καιροῦ μεταβολὴ καὶ ὥρας λαμπρότης καὶ χελιδόνες ᾄδουσαι καὶ γῆ ποικιλλομένη τοῖς ἄνθεσιν, ἀλλὰ παιδικῶν φωνὴ χειμῶνα σιγῆς τῇ τῶν ἐρώντων ψυχῇ παρενοχλοῦντα πρὸς εὔδιον ἀκοὴν μεταβάλλουσα. τοιοῦτός τις πέφηνας κρείττω πάσης ἡδονῆς τὰ γράμματα χαρισάμενος. ὡς ὅ γε παριππεύσας χειμὼν ἐπῆλθε μὲν τῇ φύσει πολύς, σοῦ δὲ σιγῶντος ἔδοξε δυσχερέστερος. 139 Ὠρίωνι Ὁ μὲν ὑμέτερος θεῖος οἴεταί τι μέγα χαριεῖσθαι τῇ παιδεύσει τῇ σῇ, εἴ γε δεῖ γράμματα κομίσαι παρ' ἐμοῦ καὶ ταῦτα δήπου λέγων ἐπὶ τὸ γράφειν ἀνάγεται. ἐγὼ δὲ τῆς μὲν εἰς ὑμᾶς εὐνοίας τὸν ἄνδρα τεθαύμακα μηδὲ τῶν σμικροτάτων φειδόμενον ἐξ ὧν οἶδεν ὑμῖν χαριούμενος, τὴν δὲ σιωπὴν ἠγάπων ἐμαυτὸν ἐρυθριῶν καὶ σοφὸν ἔχων ἐπιστεῖλαι μηδέν. ὡς γὰρ καὶ Πλάτωνι τῷ σοφωτάτῳ δοκεῖ, οὐκ ἔστιν ἀρετὴν εἰδέναι τί, μὴ τοῖς ἔργοις πρὸς ἀρετὴν ἐπειγόμενον. ὃ δὲ μὴ ἔστιν εἰδέναι, κἂν ἐρυθριάσαιμι περὶ τούτου φθεγγόμενος καὶ ταὐτὰ ποιῶν ὥσπερ ἂν εἴ τις μουσικὴν μηδ' ὄναρ εἰδὼς εἶτά τις Ὀρφεὺς εἶναι λέγοι τὰ θηρία τῇ λύρᾳ χειρούμενος. ἀλλ' εἰ δέοι τῶν κρουμάτων ἐφάψασθαι, γέλως εὐθὺς ὁ κόμπος, καὶ πάντα δὴ ῥᾳδίως ἐλέγχεται. πόθεν οὖν ὃ μὴ πέφυκα παρὰ τῷ σῷ θείῳ νομίζομαι; ἔφης τι πρὸς αὐτὸν πολλάκις νόμῳ δὴ φιλίας ἀποσεμνύνων ἐμέ, ὁ δὲ τὸν πόθον οὐ σκοπῶν, ἀλλ' ἐκ τῶν ἔργων εἶναι τοὺς λόγους οἰόμενος, ἀπαιτεῖ γενέσθαι με τοιοῦτον οἷόν με τοῖς λόγοις ἀνέπλασας, καὶ τοῦ σοῦ ψεύδους νῦν εὐθύνας εἰσπράττομαι καὶ διελέγχω σου τοὺς λόγους, οὐκ ἔχων ἀρετῆς γενέσθαι διδάσκαλος; πλὴν ἐπειδὴ πρὸς σέ μοι τὰ γράμματα, δόκει δὴ πάλιν θαυμάζειν, ἵνα μὴ σαυτὸν ἐλέγχῃς ψευδόμενον. 140 ∆ιοδώρωι Ὀβολοῖν τῶν Εὐριπίδου ῥακίων τὴν ἐμὴν οἰκίαν ἀνέπλησας, ἀδωνάρια πέμψας ἄρρυθμα, καθά σοι φίλον καλεῖν, καὶ βλαύτας ἀμούσους καὶ ἰφικράτι δας, ἐφ' αἷς ἦ κε μέγ' οἰμώξειεν ὁ στρατηγὸς Ἰφικράτης οὐδὲν τῆς Ἀττικῆς φερούσαις τεκμήριον. οὐδὲ γὰρ χάριν τινὰ καὶ πεῖραν μελίττης Ὑμηττίου παρέχονται, οὐδὲ βοῶσι τῇ θέᾳ τὴν Ἀττικήν, ἐν ᾗ Μαραθὼν καὶ Σαλαμὶς καὶ ἄνδρες ἐλευθερίας καὶ φρονήματος ἐρασταὶ οὐ μὰ ∆ία τῇ παρ' ὑμῖν Μούσῃ τετελεσμένοι· τὰ γὰρ ὑμέτερα ... ἀλλ' εὔστομα κείσθω, μή τι καὶ λάθω φθεγξάμενος. 141 [Κυριακῶι] Τὰ μὲν σὰ δῶρα τοιαῦτα· τὰ δὲ ἡμέτερα κἂν αὐτὸς ἐπαινέσειας οὕτω τῇ γαστρὶ χαριζόμενος. λίχνος γάρ τις ὢν καὶ τὸ γαστρίζεσθαι μελέτην πεποιη μένος καὶ βρώμασι τὴν μεγάλην εὐδαιμονίαν μετρῶν, εἴ πού τι θηράσαις ἡδύ, προτείνεις εὐθέως τὴν γλῶτταν, καθάπερ τις Αἴας τὴν μεγάλην ἀσπίδα. καὶ μάρτυς ὁ καιρὸς ἐν ᾧ τὸν πλακοῦντα παρ' ἑτέρων ὑφήρπασας, ὅλον εὐθὺς παραπέμψας τῷ στόματι. 142