1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

5

ἐδόκει, δεινὸν ἡγούμενος μέχρι τῆς Ἀττικῆς αὐτῷ τῆς σοφίας ἑστάναι τὸ θαῦμα, ἐφοίτα μὲν παρ' Αἰγυπτίους καίπερ σοφωτέρους εἶναι τῶν ἄλλων αὐχοῦν τας, ἐφοίτα δὲ καὶ παρὰ Κροῖσον ὡς ἐπ' εὐδαιμονίᾳ τῷ πλούτῳ κομῶντα· μεῖζον γὰρ ἐδόκει τῷ Σόλωνι σοφίᾳ τρυφᾶν ἢ χρυσῷ ῥέων ὁ Πακτωλὸς ... γῆν τὴν ὅσην ἐπῆλθεν ἐκεῖνος. καὶ οἱ μὲν ὁρῶντες ἐθαύμαζον, ὡς δὲ ἀπεφοίτα, πάλιν ἐπόθουν τὸν Σόλωνα. Ἀθηναῖοι δὲ παρ' οἷς τὴν κρηπῖδα τῶν μαθημάτων ἐβάλετο, τάχα καὶ τὴν Ἀθηνᾶν ηὔχοντο τὸν νομοθέτην αὖθις ἀποδοῦναι τῇ πόλει. εἰ δὲ καὶ τούτων ἕνεκα τὴν ἀποδημίαν σοφί ζεται, γνῶναι θέλων ὅπως ἔρωτος ἥκουσιν εἰς αὐτὸν Ἀθηναῖοι, οὐκ ἂν οἶμαι θαυμάσαιμι. πλὴν εἰ ἑνὸς ἀνδρὸς ἀπόντος ἐδάκρυσαν Ἀθηναῖοι, καί τοι σοφοὺς ὡς εἰκὸς εὐτυχοῦντες ἑτέρους, τίνες ἂν γενοίμεθα τὸ κεφάλαιον ὅλον ἀφαιρούμενοι; καὶ ἣν ἄν τις ἐδίστασε πρότερον εἴτε τὴν Ἀττικὴν εἴτε τὴν Ἰταλίαν προσῆκεν εἰπεῖν, αὕτη σιγᾷ νῦν ἐξαίφνης καὶ τῶν γνωρισμάτων ἀφῄρηται, καὶ ταὐτὰ πάσχειν ἔοικε τῷ Κιθαιρῶνι, ὅταν πολὺν δεξάμενος τὸν θεόν, ἀπιόντος πάλιν ἐξαίφνης ἔρημος ᾖ, καὶ ὁ ∆ιόνυσος οὐδαμοῦ. ὅθεν καταβοήσομαι τοῦ Ἀπόλλωνος, ὃς παρ' ἑαυτὸν ἐκάλει τὰ ἡμέτερα παριδών. καὶ οἶμαι τούτῳ συνήδεσθαι τῆς εὐτυχίας τὰς Μούσας· ὑμεῖς δέ που καὶ παλαιῶν μυθολογημάτων ἐμπίπλασθε, παρ' αὐτὴν ἤδη τὴν ∆άφνην λογι ζόμενοι τοῦ θεοῦ τὸ πάθος, τῆς ∆άφνης τὴν σωφροσύνην καὶ τὸ φιλάνθρω πον, καὶ φυτὸν παραμυθούμενον ἐραστήν· καὶ παρ' ὑμῖν μόνοις τῶν ὁρω μένων ἡ θέα τῷ λόγῳ τὴν μαρτυρίαν χαρίζεται. εἰ δὲ καὶ κυπάριττοι πυκναὶ πρὸς χάριν ἀνεῖνται τῆς ἐρωμένης Ἀπόλλωνος καὶ ὕδωρ ἄφθονον, καὶ τέττιγες ᾄδουσι καὶ ὁδὸς τῇ πόᾳ μαλθακὴ παρακέχυται, καὶ δένδρα ἄλλ' ἐπ' ἄλλοις καὶ οἰκίαι τῷ τούτων ὕψει κατὰ μέσον κρυπτόμεναι, αὖρά τε μετρία καὶ ὀσμὴ συμμιγὴς καὶ σκιὰ τοῦ ἡλίου τὸ λυπηρὸν ἀποκλείουσα, ὑμέτερον ἢ ὡς τάχος ἀγγέλλειν ἢ διηγεῖσθαι τοῖς γράμμασι. πλὴν βουλοί μην εἰς ἡμᾶς ἐλθόντας ἰδεῖν, ἵνα πρὸς τοῖς ἄλλοις καὶ μαντευομένων ἀκούσω μαι. καὶ τοῦτο γὰρ ὑμῖν οἶμαι δεδωκέναι τὴν ∆άφνην. 14 Παλλαδίωι Τὴν τῶν μέγα δυναμένων ἀρετὴν μεγίστην οἶμαι τοῖς ἀδικουμένοις παρα μυθίαν. δυνάμεως γὰρ εἰς ταὐτὸν ἐλθούσης καὶ γνώμης τιμώσης τὰ δίκαια, τί κωλύει πρὸς πέρας ἰέναι τὰ δοκοῦντα τοῖς νόμοις; ἀλλὰ τί μοι βούλεται τὸ προοίμιον; Ἰσίδωρος ὁ σχολαστικός, ὁ πάλαι μὲν φίλος ἡνίκα ἔζη, νῦν δὲ μέχρι τῆς μνήμης, οἷος μὲν ἦν τὸν βίον καὶ ὡς πανταχόθεν αὑτὸν παρεῖχε θαυμάζειν, κἂν ἑτέροις αὐτὸς διηγήσαιο. νυνὶ δὲ ἀπελθὼν ἐξ ἀνθρώπων ἔρημον συμμαχίας κατέλιπε τὴν οἰκίαν· ἡ μὲν γὰρ πάλαι μήτηρ νῦν ἄπαις ἐπὶ γήραος οὐδῷ καὶ μήτηρ οὐκέτι, ἡ δὲ σύνοικος χηρείας ὑποφέρει ζυγόν. τὰ δὲ παιδία τί δεῖ καὶ λέγειν; κόραι γὰρ αὗται μικρὰν ἄγουσαι τὴν ἡλικίαν καὶ ὀρφανίας τύχης πειρώμεναι. συνελόντι δὲ φάναι, πρόκεινται πᾶσι τοῖς ἀδικεῖν βουλομένοις, εἰ μὴ σὺ κωλύσεις, εἰς ὃν αἱ τούτων ὁρῶσιν ἐλπίδες. ὁ δεῖνα γὰρ φύσει μέν ἐστι πονηρός, ἐπ' ἀδείας δὲ γενόμενος καὶ τὴν ἐρημίαν ἰδὼν πέφηνε πονηρότερος· προσοικῶν γὰρ τὴν τούτων οἰκίαν καὶ τὸν ἐκ τοῦ γειτνιάζειν φθόνον λαβών, μίαν πεποίηται γνώμην ἄχρηστον αὐταῖς ἀποφῆναι τὴν οἴκησιν. ὅθεν οὔτε τῶν οἰκοδομούντων ἐννόμως κωλυομένων ἠνέσχετο, καὶ τὰ πρὸς ἀλλήλους διὰ γραμμάτων συγκείμενα λῆρον ἡγού μενος κυριώτερον αὑτὸν ἀποφαίνει τῶν νόμων καὶ ὧν αὐτὸς ὡμολόγησεν. ἀλλὰ δικαστοῦ καὶ μισοῦντος τὰ φαῦλα γνώμην λαβὼν γενοῦ ταῖς κόραις πατὴρ καὶ τῇ μητρὶ παῖς καὶ τῇ γυναικὶ πάλιν ἴσα καὶ σύνοικος, ἡμῖν δὲ τοιοῦτος οἷον ἡ προλαβοῦσα πεῖρα πολλάκις ἀπέδειξε· καὶ γνώτω καλῶς ὡς οὐκ ἔστιν ἔρημον εἶναι συμμαχίας, ἕως ἂν οἵ τε νόμοι σώζωνται καὶ ἄνδρες τιμῶντες τὰ δίκαια. 15 Νηφαλίωι Ἥσθην δεξάμενος τὴν ὑμετέραν ἐπιστολήν, εἰς ἔργον δὲ ταύτην ἄγειν βουλόμενος οὐκ ἔσχον ὑπουργοῦσαν τῇ προθυμίᾳ τὴν χρείαν. τὸ δ' αἴτιον τύχην μὲν οὐκ ἄν ποτε εἴποιμι, καὶ μάλιστα πρὸς ὑμᾶς, θεοῦ δὲ πάντως πρόνοιαν, κυβερνῶσαν ὡς βούλεται τὰ ἡμέτερα. 16 Γεσσίωι ἰατροσοφιστῆι Τὴν ὑμετέραν ἐπιστολὴν εἰς χεῖρας λαβὼν αὐτὰς ἔδοξα μόλις