1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

24

μάχαιραν. ἢ οὐ σὰ δήπου πάλαι ταῦτα καθέστηκεν, ὡς ἅμα σε τῆς ὁλκάδος ἐκβάντα προὔπεμπον δὴ σὺν βοῇ τινὶ βαρβάρῳ τῶν Αἰγυπτίων οἱ παῖδες, καὶ πανήγυρις ἦν οὐχ ἧττον ἢ ὅτε πάλαι φορά τις αὐτοῖς εὐμενὴς ἐδίδου τὸν Ἆπιν, καὶ ὡς ἐπὶ τούτοις ὑψοῦ τῆς διανοίας ἀρθεὶς ἐμὲ μὲν μικρὰν οἰκοῦντα πόλιν φαῦλον ἐκάλεις, ἀπόρριπτος δὲ παρὰ σοὶ πατρίς τε καὶ γυνὴ καὶ τὸ παιδίον αὐτό; καί πού με φιλοσοφοῦντα λῆρον ἐδόκεις, ὅτι με μὴ κρότος εἶχε πολύς, ἐξ ἀσήμου φωνῆς, ὦ Ζεῦ, καὶ βαρβάρου γλώττης ὤν· καί, τὸ δὴ μέγιστον, εὐδαίμονα σαυτὸν ἐκάλεις, εἰ σίτου σοι καὶ κρεῶν πλήρη τὴν οἰκίαν ἀπέδειξαν. ὁρᾷς ὅσον ἐπὶ σμικροῖς ἐπήρθης, ὁ νῦν ἀλαζονείας γραφόμενος; καὶ ταῦτά φημι μὰ τοὺς θεούς, οὐκ ἀμύνασθαί σε τῶν ῥημάτων ἐθέλων, οὐ γὰρ πρὸς τῆς ἐμῆς τοῦτο κρίνω φιλοσοφίαςἀλλ' εἴ πως δυναίμην, μετριωτέραν σοι τὴν γλῶτταν ἀποδεῖξαι βουλόμενος. ἀλλ' ὅπως μὴ τὴν δύναμιν τῶν ἐμῶν λόγων καταπλαγεὶς πόρρω γένῃ τοῦ τὰ τοιαῦτα γράφειν ἡμῖν. μὰ γὰρ τὸν σὸν Νεῖλον καὶ τὰς παρούσας σοι Χάριτας, θέατρον λογικὸν τὴν σὴν παρέσχον ἐπιστολήν, κἀν τῇ Γάζῃ μέσῃ πρὸς πάντας ἐλέγετο. κἀγὼ μὲν ἀλαζὼν ᾐδούμην ὑπὸ τῶν σῶν γραμμάτων καλούμενος, ἐγέλα δὲ τὸ θέατρον ἐπ' ἐμοί· σὺ δὲ τῶν λόγων εὐδαίμων ἐδόκεις. 92 Ὠρίωνι Ἀεί σε φέρων τῇ μνήμῃ μικροῦ μοι καὶ παρεῖναι δοκῶ καὶ τὸν ἀπόντα παρεῖναι σοφίζομαι. καί μοι μεμνημένῳ πάντα πρὸς ἡδονὴν συνεισέρχεται, τὸ τῶν τρόπων εὐσταθές, ἡ περὶ τοὺς λόγους σπουδή, τῆς διανοίας τὸ μέτριον καί, τὸ δὴ μέγιστον, σωφροσύνη νεότητος ἀλόγους ὁρμὰς ἀνακό πτουσα. καὶ πρὸς ἐμαυτὸν ἔσθ' ὅτε λογίζομαι ὡς ὁ πάντων ἡμῶν ὁρώντων τοιοῦτος φανεὶς τίς ἂν γένοιτο καθ' ἑαυτὸν γεγονώς; νικήσει γάρ, οἶμαι, τὰ φθάσαντα πρὸς ἑαυτὸν ἁμιλλώμενος, ὅπως ἂν δείξῃ τοῖς ἀποῦσιν ἡμῖν ὡς ἄρα δι' αὐτὴν ἐτίμα τὴν ἀρετήν, ἀλλ' οὐχ ἡμᾶς τοὺς ὁρῶντας αἰδούμενος. εἰ δὲ καὶ πόλιν ἔχει τρυφῶσαν, καὶ πολλὰ τῆς ἀσελγείας τὰ παραδείγματα, τοῦτο φιλοτιμότερον αὐτὸν ἀντιτάξει ταῖς ἡδοναῖς. τίς γὰρ ἀθλητὴς ἐπὶ τῷ νικᾶν σεμνυνόμενος εἰς Ὀλυμπίαν ἐλθὼν τοῦ ἀγῶνος τὸ μέγεθος καιρὸν ῥᾳστώνης ἡγήσεται, ἀλλ' οὐκ ἐπιτενεῖ μὲν αὐτίκα τὴν ἄσκησιν, βεβαιώσει δὲ τὰς προλαβούσας νίκας τῇ μείζονι; καὶ σὺ δὴ μύσας τὰς αἰσθήσεις, ἀκλινὴς πρὸς πᾶσαν ἀκοὴν καὶ θέαν γενόμενος, δείξεις ὡς οὐχ ἡ τῶν κακῶν εὐπορία τὴν σωφροσύνην οἶδε νικᾶν, ἀλλ' ἔνθα τῶν σεμνοτέρων ὁ πόθος, κἂν τὰς Σειρῆνας εἴπῃς, κἂν τὴν πάντα μεταβάλλουσαν Κίρκην, νικήσει πάλιν Ὀδυσσεύς, νῦν μὲν τὸ μῶλυ δεικνύς, λόγον, οἶμαι τοῦτον ὃν Ἑρμῆς ἐδωρή σατο, νυνὶ δὲ περιδήσας ἑαυτὸν ἀρετῇ, καὶ πολλὰ βοώσας οἶμαι παρα πλέων τὰς ἡδονάς. 93 Ἀπολλωνίωι Ὁ εὐλαβέστατος Μαρτύριος, πλουτῶν μὲν ἀρετῇ, τῇ δὲ τύχῃ πενόμενος, δεῖται τῆς ὑμετέρας ῥοπῆς, πλείστην ἔχων, ὥς φησιν, ἐκ τῶν φθασάντων τὴν πεῖραν, καί με ῥᾳδίως ἔπειθεν, ἐπιστάμενον ὡς πᾶσι χεῖρα προτείνεις τοῖς ὀρθοῦσθαι δεομένοις καὶ πρὸς ἐπικουρίαν καλοῦσι· τοσαῦτα γὰρ ἔχων παρ' ἡμῖν ὅσα μήτ' ἰσχὺν ἐντίθησι καὶ ἀποθνῄσκειν ἐᾷ, εἰς ὑμᾶς ὁρᾷ, λύσιν εἶναι κακῶν τὸ τοιοῦτον ἡγούμενος. ἀλλ' ἀντέχου προθύμως, ὄμμα διδοὺς εὐμενὲς καὶ διὰ σαυτὸν καὶ δι' ἐμὲ καὶ διὰ τὸν ἐν χρείᾳ καθεστηκότα. καὶ γὰρ θαρρῶν ἔλεγεν ὡς ἐὰν δέξῃ γράμματα παρ' ἐμοῦ, οὐδὲν ὅ τι μὴ ῥᾳδίως ποιήσεις. ἐμοῦ δὲ μειδιῶντος καὶ ὁπόθεν οἶδεν ἀνερομένου, καὶ κατεγγυᾶσθαι τὸ μέλλον ἕτοιμος ἦν. οὐκοῦν πλήρωσον αὐτῷ τὰς ἐλπίδας, ἵνα μὴ χρείας αὖθις καλούσης κατεγγυᾶται τὸ μέλλον ὡς οὐδὲν ἀνύσαιμι παρ' ὑμῖν. 94 ∆ιοδώρωι ∆έδεγμαί σου πάλιν ἐπιστολὴν τοῖς μὲν λόγοις σαφῆ καὶ λίαν καλήν, τοῖς δὲ γράμμασιν ἀσαφῆ καὶ τῶν λόγων τὴν χάριν καλύπτουσαν. δοκεῖς γάρ μοι, δεδιὼς μή ποτε πρὸς λήθην ἔλθῃς τῆς φύσεως πρὸς τὸ σαφὲς αὐτὴν βιασάμενος, τῷ τύπῳ τῶν γραμμάτων παραμυθεῖσθαι τῶν ῥημάτων τὸ γνώριμον, ὅπως ἂν πάλιν ἐκ τῆς συνήθους ἀσαφείας ἔχῃς τὸ γνώρισμα. οὕτως σοὶ πλεονέκτημα τὸ πρᾶγμα φαίνεται, καὶ δεδιέναι μοι δοκεῖς ἐκπεσεῖν τοῦ προσρήματος. θάρρει τοίνυν, ὡς οὔποτε μεταθείμην τῆς δόξης, ἕτερα φρονῶν περὶ