1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

4

δεῖσθαι πρὸς ταύτην παρακαλούντων. ἀλλ' ὅμως τοῦτον οὐκ ἔπειθον. ἐδόκει γάρ τι καὶ δίκαιον λέγειν ὡς "1ὁ καθ' αὑτὸν τοιοῦτος τίς ἂν γένοιτο γραμμάτων τυχὼν παρὰ σοῦ;"2 οὐκοῦν γένοιο μὲν αὐτὸς ὁποῖος καὶ πρότερον, ἐπαινοίμην δὲ πάλιν τῆς φιλίας ἐγώ, μὴ διαμάρτοι δὲ τῆς ἐφ' ἡμῖν ἐλπίδος ὁ νέος, ἀλλὰ γνόντων οἱ τὰ μεγάλα δύνασθαι δοκοῦντες ὡς ἄρα τῶν δικαίων ἐστὶν εἰκότως ἡττᾶσθαι. 9 Ἱερωνύμωι Ἐγὼ μὲν τῆς ἀδελφῆς λανθάνειν ᾤμην τὸν γάμον, οὐδὲ τοῖς προσοικοῦσι τὴν οἰκίαν πᾶσιν ἐγνῶσθαι, μή τί γέ σοι, ὃν ᾤμην ἔτι παρὰ τῷ Νείλῳ καθῆσθαι. σὲ δὲ λανθάνειν ἔοικε τῶν εἰς τρυφὴν ἡκόντων οὐδέν, ἀλλ' ἅμα τέ τι δρᾶται καί σε προσβάλλει πόρρωθεν ἡ τῶν ἐπιτελουμένων ὀσμή, καί που τάχα τὸν Ὁμηρικὸν ∆ία νικᾷς, λοιβῆς καὶ κνίσσης ἐρῶν ἑλισσομένης περὶ καπνῷ. ταῦτά σε Νεῖλος διέθηκε καὶ οἱ παρ' ἐκεῖνον εὐδαίμονες ἄνθρω ποι, μεθ' οὓς τὴν Ἐλοῦσαν οἰκῶν ὀξυτέραν ἔχεις τὴν αἴσθησιν, εἴ που δὴ γῆς καπνὸς ἀναδίδοται. τὸν δὲ σὸν παῖδα μικροῦ δεῖν ὥρμησα διαθεῖναι κακῶς, ὅτι μὴ γράφειν εἰς πλάτος ἀφῆκέ σε τὴν ἐπιστολήν. ἀλλὰ παρὰ σοῦ δῶρα προσάγων μετέβαλέ τε τῇ θέᾳ καὶ οὐκ οἶδ' ὅπως μοι διέλυσε τὸν θυμόν. οὐκ εἰς μακρὰν δέ σε τούτων ἀμείψομαι· ἢ γὰρ γέγονέ σοι θυγάτριον ἢ γενήσεται. 10 Φιλίππωι ἀδελφῶι Ἡ μὲν λυποῦσα διὰ τὴν σιγὴν ὥρα καὶ δὴ πέρας ἔχει καὶ πέπαυται, ἐγὼ δὲ καί τοι μέγα φρονεῖν ἐθέλων ἐλπίδι γραμμάτων τῶν παρὰ σοῦ, ἐμαυτοῦ τε γίνομαι καὶ μνήμην λαμβάνω τῶν παρελθόντων· ὅσον γὰρ τοὐπὶ σοὶ σιωπῶντι τὸ πᾶν ἡμῖν ἐστιν ἔτος χειμών. μᾶλλον δὲ καὶ ποθεινότερον ἡμῖν τὸν ὄντως χειμῶνα ποιεῖς, ὅσον ἐν ἐκείνῳ μὲν φέρει παραμυθίαν τὸ τὴν σιγὴν ἀναφέρειν τῇ τῆς ὥρας ἀνάγκῃ, τοῦ δὲ θέρους λείπεται ἡμῖν δακρύειν ὅτι μηδεὶς παρὰ σοὶ λόγος τῶν ἐραστῶν· τὸ γὰρ ἀπεῖναι μὲν τὴν ἀνάγκην, σὲ δὲ πάλιν σιγᾶν, ἡμῖν τοῦ καταφρονεῖσθαι παρίστησι δόξαν. ἀλλ' ὦ πάντες Ἔρωτες, εἰς πεῖραν ἄγετε τοῦτον τῶν ἡμετέρων, ὅπως αἴσθησιν λάβῃ ποτέ, δεινὸν ὅσον ὑπῆρχεν ἐραστὴς παρορώμενος. 11 Ζαχαρίαι Λῦσον ἡμῖν μετὰ τοῦ χειμῶνος τὴν σιωπήν· ἀμφότερα μὲν γὰρ ἐπαχθῆ· εἰ δὲ ἦν διὰ παντὸς σοῦ λαλοῦντος ἀκούειν, καὶ χειμὼν ἂν ἡμᾶς οὐδὲν ἐλύ πει τοσοῦτον. ἀλλὰ γὰρ ὅλῳ ῥεύματι τὴν σὴν ἡμῖν ἐπάφες πηγήν. νικᾷ γὰρ αὕτη παρ' ἐμοὶ τὴν ἐκ τοῦ ἔαρος ἡδονήν, εἰ καὶ νέον ἐν τούτῳ τὸ φῶς, εἰ καὶ χελιδόνες ἐν τούτῳ πληροῦσι τὰς ἀκοὰς τῆς ᾠδῆς, ἐμοὶ δοκεῖν ὑμνοῦσαι τὴν ὥραν, καὶ τὰ ῥόδα τῆς κάλυκος ἀναδύντα μέσην τινὰ καὶ κεκραμένην παρέχει τὴν θέαν καὶ εἰς μνήμην ἄγει διηγημάτων ἀρχαίων, ὡς ἦν Ἄδωνις καλὸς καὶ Ἀφροδίτη τοῦτον ἐζήτει, καὶ ἡ τεκοῦσα τοὺς Ἔρωτας οὐκ οἶδ' ὅπως ἐρᾶν ἐπαιδεύετο, τῶν δὲ παιδικῶν ἀποτυχοῦσα πλήττεταί τε τὸν πόδα καὶ φέρει τὸ ῥόδον. ἀλλ' ἡμῶν ἐρώντων ὡς πρὸς τὴν σὴν φωνὴν μικρὰ ταῦτα νομίζεται. 12 Ζαχαρίαι Ἰδού σοι καιρὸς πάλιν ἀπαιτῶν τὴν πρὸς τοὺς δεομένους ῥοπήν, ὁ δὲ τὴν ἀφορμὴν διδοὺς πάλιν ἐγώ, ὥστε διχόθεν εὖ οἶδ' ὅτι χάριν ὁμολογήσεις, ὅτιπερ εὖ ποιεῖν εὗρες καὶ ὅτι σοι τοῦτο γέγονε δι' ἐμέ. χαίρεις γὰρ ὄντως εὖ ποιῶν ἢ πάσχοντες ἕτεροι, καὶ τὸν τὴν ἀφορμὴν δεδωκότα κἂν εὐεργέτην προσείποις. ὡς τοίνυν σοι χάριν δώσων μᾶλλον ἢ ληψόμενος οὕτω σεμνύ νομαι. "1ἀλλὰ τί τὸ πρᾶγμα;"2 γελῶν εὖ οἶδ' ὅτι πυνθάνῃ. Ἀλέξανδρός τις παρ' ἡμῖν ἐπὶ ξύλοις τὴν ἐμπορίαν ποιεῖται, κἀντεῦθεν ἔχει τὸν βίον. οἷα δὲ εἰκὸς τοὺς τοιούτους, κοινωνόν τινα ποιεῖται τοῦ πράγματοςΕὐθύμιος αὐτῷ τοὔνομαὅπως ὁ μὲν πέμποι τὰ δοκοῦντα, ὁ δὲ μένων δέχοιτο, καὶ τὴν ἐμπορίαν οὕτω ποιοῦνται. οὗτος τοίνυν τὴν τῶν Ῥοδίων οἰκεῖ παρ' ὑμῖν, ὦ Ζεῦ, καὶ ὅμως φησὶ μὴ δίκαια πάσχειν. τὸν δὲ ἀδικοῦντα Ῥωμαίων γλώσσῃ κογκούσσωρα εἴποις· νομοθετεῖ γὰρ μὴ εἰωθότα καὶ καινοτέρου κέρδους ἀφορμὴν μηχανᾶται, ὥσπερ οὐχ ὑμῶν ἀρχόντων τῆς Ῥόδου. ἀλλὰ ταῦτα μὲν ὡς εἰκὸς ὑμῶν οὐκ εἰδότων. οὐκοῦν παυέσθω μαθόντων, ὅπως ἐγὼ μὲν σοὶ χάριν εἰδείην, ὁ δὲ τυχὼν τῶν δικαίων ἐμοί, διηγούμενος ὡς ἠδικεῖτο καὶ πέπαυται. 13 Ἀλυπίωι καὶ Στεφάνωι γραμματικοῖς καὶ Ἱερίωι Ῥωμαϊκῶι Σόλωνι τῷ νομοθέτῃ ἐπειδὴ νόμων ἕνεκα καλῶς ἔχειν ἡ πόλις