1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

27

καὶ χειρὶ τὸν Ἀσκληπιὸν περικείμενον, καὶ ὅτι δὴ τὸ τῆς ἰατρικῆς αὐστηρὸν αἱ τῆς ὑμετέρας γλώττης παρεμυθήσαντο χάριτες. ταῦτα λέγοντος προὐλάμβανον τοὺς ἐπαίνους ἐγὼ πρὶν ἀκοῦσαι τὰ σὰ διηγούμενος, καὶ "1γλαῦκα φέρεις Ἀθήναζε"2 πρὸς τοῦτον ἔλεγον μειδιῶν· ὁ δὲ φιλονεικότερος ἦν, καὶ δοκῶν τι καινὸν ἐπάγειν, πάλαι κείμενον εὕρισκε παρ' ἐμοί, καὶ μεθ' ἡδονῆς ἐσίγα λοιπόν, χάριν εἰπὼν ἔχειν τοῖς θεοῖς εἰ τοιοῦτον εὐτύχησε τὸν διδάσκαλον, περὶ οὗ καὶ πάντα λέγειν ἔστι καὶ καινὸν ἀπαγγέλλειν οὐδέν. ἀλλὰ σαυτὸν ὅλον φέρων ἐπίδος τῷ νέῳ, ὃς εἰ καὶ μηδὲν ἕτερον, μεμνῆσθαι γοῦν οἶδε τῶν εὖ ποιούντων. 103 Στεφάνωι Ἥσθην δεξάμενος τὴν ὑμετέραν ἐπιστολήν, ὃν ἡδόμην ἀεὶ τῇ μνήμῃ λαβών, τοῦτον διὰ τῶν γραμμάτων θεώμενος, εἴ γε τῆς ψυχῆς ὄντως εἰκόνες οἱ λόγοι. καὶ εἴ μοι δίδως εἰπεῖν μείζων ἢ κατ' ἐμαυτὸν ἐδόκουν γενέσθαι, σκοπῶν ὥς με φίλων ἐγκαταλέγεις χορῷ καὶ λόγος ἐμοῦ παρὰ σοὶ καὶ γραμμάτων ἄρχεις προκαλουμένων τὰ παραπλήσια. δι' ὧν δέ με θαυμάζειν ἐδόκεις, σαυτὸν ὁρᾶν παρεῖχες τοῖς γράμμασι, δι' ἐμοῦ μέσου τὰ σαυτοῦ διηγούμενος. ὥστε με μειδιῶντα λέγειν πρὸς ἐμαυτόν· "1ὡς ἀληθεῖς οἱ λόγοι, νὴ τοὺς θεούς, εἰ περὶ τοῦ γεγραφότος ἐλέγοντο."2 νυνὶ δὲ λέγων ἐλάνθανες οὐχ οἷος ἐγώ, ἀλλ' οἷον εἶναί με δεῖ τοιούτων ἐπαίνων τευξόμενον. πολλὰ δέ σοι κἀγαθὰ γένοιτο καὶ σπουδῆς ἕνεκα καὶ τρόπων πραότητος καὶ μνήμης εὐνοίας, καὶ τὸ δὴ μέγιστον, ὅτι καὶ μὴ παρὼν καθέστηκας παραπλήσιος. 104 Ἀντιόχωι Ὅσης ἐπὶ σοὶ τῆς ἐλπίδος διήμαρτον. ᾤμην γάρ σε μόλις ἰατρικῆς ὕλης ἀπηλλαγμένον πρὸς ἡμᾶς ἰέναι λοιπόν, εἴτε φιλοσοφήσοντα κατὰ τὰς πρὶν ὑποσχέσεις, εἴτε καὶ μόνον ὀψόμενον· σὺ δὲ κατατείνεις ἡμᾶς τὴν Ἀλεξάνδρου ποθῶν καὶ ὥσπερ Λωτοφάγων γῆς ἀντεχόμενος. ἀλλ' ἐμοῦ μὲν ἕνεκα νικάτω χάρισι πολλαῖς τοῦ Μακεδόνος ἡ πόλις, καὶ Νείλου καὶ θαλάττης ἐχέτω καλῶς. εἰ δὲ καὶ Μοῦσαι ταύτην οἰκοῦσιν, ἔχεις ἐπαινοῦντα κἀμέ. ἀλλὰ τί ταῦτα πρὸς τὴν παρ' ἡμῖν ἡσυχίαν καὶ τὴν σὴν φιλοσοφίαν, ἣν πολλάκις ἠλπίκαμεν; οὐκοῦν τἄλλα καθάπερ τινὰ φλυαρίαν ἀποσεισάμενος μιμοῦ τὸν Ὀδυσσέα πρὸς τὴν ὄντως Ἰθάκην ὁρῶν, καὶ μηδέν σε κωλυέτω, μὴ λωτὸς μὴ Κίρκη μὴ Καλυψώ, ἀλλ' ὅσῳ περὶ μειζόνων ἐπείγῃ τῶν ἄθλων, τοσούτῳ τὸν Λαέρτου νικήσωμεν. 105 Στεφάνωι Τὸν ὑμέτερον ἀδελφὸν θεασάμενος αὐτοὺς ὑμᾶς ἔχειν ἐδόκουν, καὶ τῷ συγγενεῖ τῆς θέας ἀνηγόμην πρὸς σέ. οὕτω τις ἐρωτικὸς πανταχόθεν ἐγώ, κἄν τι προσῆκον ἴδω τοῖς παιδικοῖς, ἀρκεῖν τοῦτο πρὸς παραμυθίαν ἡγοῦμαι τοῦ πάθους. ἐδεξάμην δὲ καὶ τὸ βιβλίον τοὐμόν, ὅπερ ἔδει μὲν ἐκ πολλοῦ κεκομίσθαι, οὐ δὲ νῦν τοῦτο λαβὼν χεῖρον διετέθην ἢ εἰ κατ' ἀρχάς. δεόμενος μὲν τούτου πάσας ἀφῆκα φωνὰς καὶ ὀχληρὸς ἴσως ἐδόκουν. ὡς δὲ μόλις ἀπέλαβον, ὅτι μὲν ἔλαβον. μέμνημαι, ὅτι δὲ μόλις οὐκέτι. ὥστε εἴ τί με λυπεῖσθαι νενόμικας ἤ τι πεπονθέναι δεινόν, τοῦτο δὴ καὶ φέροιεν αὖραι. 106 Στεφάνωι Οὐδὲν ὡς ἔοικεν ὅ τι μὴ χρυσίον ὁρᾷς, ἄγει δέ σε αὐτὸ καὶ ποιεῖ μετάρσιον, καὶ χρυσῶν εἰδώλων ἀνέπλησέ σου τὸν νοῦν. ἐμοῦ γάρ σοι περὶ σχολῆς γεγραφότος, ὡς οὐ πάντα δίδωσιν ἡμῖν ὁ καιρός, ἀλλ' ὅσα πρὸς τὴν χρείαν ἀνάγκη μετρεῖ, καὶ χρείαν εἰπόντος οὐ τὴν τῶν χρημάτων ἔνδειαν, ἀλλ' ἐφ' ὃ παρὰ τῆς τύχης ἀγόμεθα, σὺ πρὸς τὸ χρυσίον ὅλος ὥρμησας καὶ συνάχθεσθαί μοι ἐδόκεις ἠπορημένῳ, καὶ παραμυθίαν ἐζήτεις, τὴν φιλοσοφίαν ἀντιτάττων τοῖς χρήμασιν, ὡς ἐμοῦ δὴ στένοντος ὅτι μὴ τοῖς Κροίσου ταλάντοις ἁβρύνομαι. οὕτω περιβομβεῖ σου τὰ ὦτα, καὶ πάντων δοκεῖς χρυσίον λεγόντων ἀκούειν. τί γάρ σε, πρὸς ∆ιός, ἐπὶ ταύτην ἀπῆγε τὴν ἄνοιαν; ἢ πῶς ἂν ἀπελογούμην περὶ τοῦ μὴ γράφειν ἐπιστολὰς χρημάτων ἔνδειαν προβαλλόμενος, ὡς δέον πολλῷ καταρρεῖσθαι χρυσίῳ τὸν ἐπιστέλ λοντα; καὶ μὴν εἴπερ τι καὶ ἄλλο, τὸ γράφειν αὐτόνομόν τέ ἐστι καὶ τῆς ἐκ τοῦ πλούτου δυναστείας ἐλεύθερον. οὕτω σοι τὰ τῆς διανοίας ὑπὸ τοῦ πάθους ἐλέγχεται· ῥέψασα γὰρ ἐνταῦθα πάντα πρὸς τοῦτο μεταποιεῖ, καὶ συναπατωμένην ἔχει τὴν ἀκοήν. καὶ δέδοικα μή, κἂν λύραν εἴπω κἂν ἵππον ὀνομάσω, πάλιν δόξῃς χρυσίον ἀκούειν, καὶ