1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

19

πάλαι περισκοπῶ τὰς ὁλκάδας, μετέωρος ἀεὶ πρὸς τὸ μέλλον γινόμενος. αἱ δέ που καταίρουσι καὶ δευτέρα καὶ τρίτη, καὶ τὰ καθ' ἡμᾶς διελέγχουσιν ὡς μόνον ἦσαν ἐλπίδες. τὴν δὲ τῆς σιγῆς αἰτίαν σκοπῶ, καὶ πανταχόθεν ἠπόρημαι. εἰ μὲν γάρ τι λελύπηκακαίτοι λυπήσας μηδένταῦτα μὲν οἰχέσθω καὶ φέροιεν αὖραι. μείζω δ' οὖν ὅμως τῶν ἐγκλη μάτων ὑφίσταμαι δίκην, εἰ μὴ λαλοῦντος ἀκούσομαι. εἰ δὲ τὴν ἄλλως ἀκκίζει μὴ δύνασθαι λέγων εἰς κάλλος εἰπεῖν, δικασταὶ τούτων ἡμεῖς, καὶ τὴν αἰτίαν μεμφόμεθα. ἀλλ' ἤδη που τάχα τὸ πρᾶγμα μαντεύομαι, μηδὲ τῆς ὑμετέρας ∆άφνης πιών. ἐρυθριᾶν φήσεις ὡς παραβὰς τὴν ὑπόσχεσιν καὶ τὰς συνθή κας ὑπεριδὼν καὶ τὸ βιβλίον ἔχων που τρίτον ἢ τέταρτον ἔτος τουτί, ὁ μηδὲ τρίτον μῆνα καθέξειν ἐπαγγειλάμενος. ταῦτα τοίνυν, εἰ μὲν ἀχθόμενος ἐρεῖς, δείξεις μὴ πλείω χρόνον κρατήσας. καὶ τὴν σιωπὴν ἀποδεξάμενος τὸ σύμβολον τῆς αἰδοῦς, τῇ ἀνάγκῃ τὸ πρᾶγμα λογίζομαι, καίτοι βιβλίον ὑμῖν δεδωκὼς οὗ τὴν τιμὴν οὐδέπω καὶ νῦν καταβέβληκα, ἀλλ' ἄδηλον εἴτε τοῦ πιπράσκοντός ἐστιν εἴτε τοῦ δεδωκότος ἐμοῦ. ἀλλ' ὅμως οὐδὲν ἐμπο δὼν τῇ σῇ χρείᾳ πεποίημαι, οὐ τὸ τοῦ κτήματος ἄδηλον, οὐ τὸ δεῖν ἐξ αὐτοῦ τι μαθεῖν, ἀλλὰ πάντα παριδὼν μετὰ πολλῶν ἄν σοι παρέσχον, εἰ καὶ τοῦτο ποιεῖν συνεχώρησας. ὅμως οὐδὲν δεινὸν εἰ μέχρι τοῦ νῦν ὁρίζεις τὸ βράδος. εἰ δὲ προσθήσεις ἔτι, τοσοῦτον ἀπολαύσω τοῦ πράγματος ὅτι δὴ πάντας ἀπίστους ἡγήσομαι· τί γὰρ ἂν ἐλπίσαιμι, παρὰ σοῦ τοιαῦτα παθών; ἀλλ' οὐχ ὅ γε σοφώτατος Ἰωάννης τοιοῦτος, ὃς ἓν λαβὼν παρ' ἐμοῦ μετ' οὐ πολὺν χρόνον δεύτερον προσαπέστειλεν. οὕτως εὐγνώμων δοκεῖν ἤθελε μᾶλλον ἢ κεκτῆσθαι βιβλίον. καὶ μή μοι λέγε ὡς "1οὐκ ἀποστερεῖν ἐθέλων κατέσχον"2. τοῦτο μὲν γὰρ τυγχάνω πεπεισμένος, καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι. ἀλλ' οὐκ ἔδει παρατεῖναι τῷ βράδει, ὅπου γε ἴσον δύναται τῷ ἀποστερεῖν τὸ χρόνῳ καὶ μόλις ἀποδιδόναι. ἀλλά, πρὸς Φιλίου, μὴ ἀναμείνῃς ἔτι ἕτερα γράμματα μηδὲ πλοῖον ἕτερον ἢ τὸ κομίζον σοι τὴν ἐπιστολήν. 72 ∆ιοδώρωι Ὁ φέρων σοι τὴν ἐπιστολὴν οὐ νῦν πρῶτον πειραθήσεται τῆς εὐνοίας τῆς σῆς, ἀλλ' ἔτι τὴν πρώτην διηγούμενος δευτέραν λήψεται πεῖραν, ὡς δὲ δοκῶ, τάχα καὶ μείζονα· ἐκείνης μὲν γὰρ ἀπέλαυσε κηδεστὴς καλεῖσθαι μέλλων ἡμέτερος, ταύτην δὲ λήψεται καὶ δὴ πρὸς ἔργον ἐλθών. ὁ δέ γε μέλλοντα τοῦτον τιμήσας, τίς ἂν εἴης, γεγενημένον ἰδών; οἶμαι γὰρ ὡς τῶν νόμων εὐθὺς τὰ ταμιεῖα κινήσεις, καὶ παραθήξας τὴν γλῶτταν κατὰ τῶν ἀδικούντων λόγων ἐπαφήσεις πηγάς. καὶ τί γὰρ ἕτερον ἢ βήματος Ἀττικοῦ πρὸς μνήμην ἄξεις τὸν θεατήν; ταῦτα λέγειν ἔχω, ταῦτα πάρεστιν ἐλπίζων ὁ νέος. καὶ οὔτ' ἐγὼ ψευδολογίας ἁλώσομαι, οὔτε μάτην ἐλπίσας ἐκεῖνος. 73 Κάστορι Τῷ φέροντι τὴν ἐπιστολὴν πολλὰ παρὰ σοῦ τὴν εὔνοιαν ἀπαιτεῖ· γένος συνάπτον ἐμοί, γάμος τὴν οἰκειότητα βεβαιῶν, καὶ τὸ δὴ μέγιστον ἡμέτερα γράμματα. καὶ οὐκ ἀλαζονείας ὁ λόγος, θαρροῦντος δὲ μᾶλλον, ὡς τἀμὰ μικρὰ μὲν τῇ φύσει, μεγάλα δὲ δύναται παρὰ σοί. δεῖται δὲ γλώττης δικαίας καὶ λόγων εὐροίας σβέσαι δυναμένης συκοφαντίαν. οἶδα τοίνυν ὡς τῆς ἐμῆς ἐλπίδος κρείττων γενήσῃ· φιλοτιμεῖ γὰρ ἀεὶ μεῖζον εἰς πεῖραν ἐλθεῖν ὧν ἄν τις ἐλπίσῃ παρὰ σοῦ. σὸν δ' ἂν εἴη λοιπὸν ἢ τὴν ἐμὴν ἐλπίδα νικῆσαι τοῖς ἔργοις ἢ μὴ ταύτης ἐλάττω δεῖξαι τὰ πράγματα. 74 Ἰλασίωι Τὸ παρ' ὑμῖν χωρίον καρποὺς μὲν τίκτειν ἔοικεν ἀγαθούς, ἀντικεῖσθαι δὲ μόνοις τοῖς σώμασι· τοὺς μὲν γὰρ θαῦμα τοῖς ὁρῶσι παρέχει καὶ τὴν τῆς ὥρας βιάζεται φύσιν, τὰ δὲ λαβὸν ἐρρωμένα μικρὸν ὕστερον ἀπέδωκεν ὠχριῶντα. ὅθεν οὐκ ἂν ἑλοίμην ὀλίγων καρπῶν ἀπολαύσας νοσεῖν καὶ τὴν αἰτίαν ἐρωτώμενος αἰσχύνεσθαι καὶ σιγᾶν, ὃ δὴ ποιεῖν εἴωθας σιγῇ τὰ χωρία κοσμῶν. σὲ δὲ βούλομαι καὶ πλείστων ἀγαθῶν ἀπολαύειν καὶ τῇ τοῦ σώματος ῥώσει τὴν τοῦ χωρίου φύσιν νικᾶν. 75 Νεστορίωι Χρεμύλος πεπλούτηκεν ἐξαίφνης, ἡ κωμῳδία φησί. καὶ σὺ νῦν πλουτεῖν ἔοικας, οὐπώποτε τοῦτο παθών, Ἴρου δὲ πτωχότερος ἀεὶ γεγονώς. ἐκεῖθεν ἄρα σοι ποθεινοτέρα γέγονεν ἡ πατρίς, ἣν πρότερον ἀπεκάλεις τῆς οἰκου μένης τὸ βάραθρον, ὅλος δὲ τῆς ὕλης γέγονας, τῇ φιλοσοφίᾳ χαίρειν εἰπών. τὸ