1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

11

ἡδονῇ Κροίσῳ τε εἶναι καὶ τἀκείνου κεκτῆσθαι, τῷ δὲ βασι λεὺς ὁ μέγας ἀκούειν· ἄλλος τὰς χελιδόνας ἰδὼν τὸ ἔαρ ἔχειν ὁρίζεται, ἐγὼ δὲ τῆς ὑμετέρας ἀπολαύων φωνῆς μεῖζον ἐφρόνουν ἢ Κροῖσος ἐπὶ τοῖς ταλάν τοις ἐκείνοις καὶ βασιλεὺς ὁ μέγας ὑπὸ τῇ πλατάνῳ καθήμενος, καὶ ἀντὶ τῶν χελιδόνων αὐτάς μοι προσᾴδειν ἐδόκουν τὰς Μούσας. ἀλλὰ γὰρ παύ σομαι, μὴ τὴν ἡδονὴν ἄγαν ἐμφαίνειν ἐθέλων σοφιστὴς οὕτω που τάχα δόξω τοῖς γράμμασι, καὶ γελῶντες ἀλλήλοις τοῦτο δὴ τὸ σύνηθες ἡμῖν ἐπι σκώψητε. πλὴν ὅτι μοι διπλασίαν ἐνεποίει τὴν ἡδονὴν τὸ κοινῇ προσερεῖν ὑμᾶς, ὥσπερ τοῖς εἰς ∆ελφοὺς ἀφικομένοις, ἐπειδὰν ὕμνον εἰπόντες Ἀπόλ λωνά τε σχοῖεν τῷ λόγῳ, καὶ Ἄρτεμις ἅμα μέρος ἦν τῆς ᾠδῆς. τοῦτο δὲ καὶ τοὺς θεοὺς ηὔφραινε μᾶλλον, ἢ εἰ καθ' αὑτόν τις ἀπολαβὼν ἑκάτερον ὕμνησεν. ἀδελφοὶ γὰρ ὄντες καὶ ταῖς ᾠδαῖς τοιοῦτοι μένειν ἠβούλοντο. 38 Ζαχαρίαι ἀδελφῶι Σὺ μὲν ἐγκαλεῖς ὡς παρῴχοντο τοῦ ἔτους αἱ ὧραι, ἐγὼ δὲ ὡς καὶ πάρεισι πάλιν. τί τοίνυν ἔτι σιγᾷς; οὐ γὰρ ἱκανὸν εἰς ἀπολογίαν προλαβεῖν τὸ καθ' αὑτοῦ τινος ἔγκλημα, ἀλλ' ὅστις ἔνοχος ὢν εἶτα τοῖς ἄλλοις μέμφεται, ἂν ἀφέλῃς τὸ δῆθεν ἑτέρων κατηγορεῖν, ἑαυτὸν αἰτιᾶται. καὶ μή μοι πρόφερε τὴν ἐν Βυζαντίῳ διαγωγὴν σιγώντων ἡμῶν· ἐμοὶ γὰρ καὶ Παμφυλία μάρτυς αὕτη ὡς πολλὰ μὲν ἔλεγεν, ἤκουε δὲ οὐδέν. ἀλλ' εἴθε μοι πάλιν ἦν βῆμα σεμνὸν καὶ δικαστὴς Ἀττικὸς καὶ σχῆμα λαμπρὸν Ἀθηνῶν, ὅτε ῥητορικὴ μὲν ἐπὶ σεμνῆς ἤκμαζε τύχης, Πλάτων δὲπῶς ἂν εἴποιμι μετρίως; οὐκ ἔφερεν εὐτυχοῦσαν· γραφὴ γὰρ ἂν εὐθὺς ἀπέκειτο κατὰ σοῦ, ὡς "1ἀδικεῖ τὴν Ἑλλάδα, ῥητορικήν, ἐφ' ἧς ἑστήκασιν αἱ πόλεις, οὐδὲν εἶναι τιθείς"2, καὶ παρελθὼν κατηγόρουν. ἀλλά μοι μικρὸν δίδου νεανιεύεσθαι· ἤδη γὰρ ὑπ' ὀργῆς καὶ λόγων κατηγορίας ἐμπίπλαμαι, καὶ τὴν ἀρχὴν οὐκ ἂν σιωπή σαιμι. "1οὐδὲν ἦν ἄρα δεινότερον, ὦ δικασταί, ἢ ὅταν ἄνθρωπος τοῦτο λέγῃ κακῶς ὅθεν αὐτῷ προσῆλθε τὸ δύνασθαι. οἷον ἡμῖν ὁ χρηστὸς οὑτοσὶ λέγων περὶ σοῦκατὰ ῥητορικῆς τολμᾷ τι καὶ φθέγγεσθαι, ἐξ ἧς αὐτῷ βίος εὐδαίμων καὶ φήμη, ὥστε κἂν τὴν ψῆφον λάβῃ, νενίκηται, ταύτην κρατῶν ἐξ ἧς αὐτῷ τὸ νικᾶν. καὶ μάρτυρι χρῆται τῷ Πλάτωνι, ὃς τὴν ῥητο ρικὴν ἐσχάτῃ δέδωκε μοίρᾳ, καὶ εἰς ῥητόρων ὕβριν ἐχώρει πολύς."2 ταῦτα μαθόντας τοὺς τῷ λόγῳ δικαστὰς ... ἀλλ' οὐκ ἂν ἔτι προσθείην τὸ τίμημα. Πῶλον δὲ καὶ Καλλικλέα λέγων προστίθει τοὺς Πλάτωνος· τούτους γὰρ ἑαυτῷ δημιουργεῖ καθάπερ ἐν δράματι φθεγγομένους ἃ δὴ συνέθεντο. εἰ δὲ μή, καὶ τὸν ἐν τῇ κωμῳδίᾳ δίδου Σωκράτην ἡγεῖσθαι. 39 Ζαχαρίαι Ὁ μὲν χειμὼν ἡμῖν καὶ δὴ πέρας ἔχει καὶ πέπαυται μεμφομένοις ἀμφότερα, καὶ τὴν σιγὴν καὶ τὴν ὥραν, τὸ δὲ ἔαρ ἀσμένοις ἀφῖκται καὶ μᾶλλον ἤπερ εἰώθει γέγονεν ἔαρ· οὐ γὰρ μόνον ᾄδουσιν αἱ χελιδόνες τὴν ὥραν, ἀλλὰ καὶ τὴν ἐπὶ σοὶ ψῆφον ἡ φήμη βοᾷ, ὡς ἐπὶ μέγα προῆλθες, ὡς εὐδαιμόνων ῥητόρων ἐγκατελέγης χορῷ. εἰ δὲ καὶ ὅσον βουλόμεθα προσετίθη, πάντως ἂν οὐδὲν εἰς εὐτυχίαν ἀπῆν. εἰ μὲν οὖν γέγονε ταῦτα, τὰ μείζω πάντως αἰτήσομαι· εἰ δὲ μέχρι τῶν λόγων ἡδόμεθα, τὴν μὲν φήμην ἐπαινῶ, τὰ δὲ ἔργα διὰ τὴν φήμην μαντεύομαι. 40 Ζαχαρίαι Νῦν ὄντως ἔγνων ὡς οὐκ ἦν ἄρα λόγος ἀλλ' ἔργον ἡ φήμη, καὶ θαυμάζω τάχα τὸν νόμον τὸν Ἀττικόν, ὃς ἐν θεοῖς καὶ ταύτην ἱδρύσατο. οὐ γὰρ δὴ μόνον Ἡσίοδος θεὸν αὐτὴν ἀνυμνεῖ, ἀλλὰ καὶ Ἀθηναῖοι οἱ τὴν ἐν Μυκάλῃ μάχην αὐθημερὸν ἐγνωκότες οὐκ ἀνεκτὸν ἔφασαν εἰ μὴ θεὸν ἡγοῖντο τὴν Φήμην. εἰ μὲν οὖν πρὸς ἄλλον ὑπῆρχεν ὁ λόγος, εἶπον ἂν εὐθὺς ὡς ἀνασπά σεις ἡμῖν τὴν ὀφρῦν καὶ δεινὰ φήσεις πάσχειν, εἰ μή σέ τις πυκνῶς ἐπάρχων καλέσειε ῥήτορα, καὶ μεῖζον φρονήσεις ἢ ∆ημοσθένης ἐκεῖνος ἐπὶ βήματος Ἀττικοῦ· ὁ μὲν γὰρ μίαν ἦγε πόλιν δημηγορῶν, σὺ δὲ δικαστηρίου κρατή σεις, ἐξ οὗ προέρχεται τοῖς βασιλέως ὑπηκόοις ἡ δίκη. ταῦτα πρὸς ἄλλον ἂν εἰπὼν ἐπὶ σοῦ σιωπήσαιμι, ὃν ἐν τοῖς εὐτυχίαις μᾶλλον ὁρῶ μετριώτερον. ὅθεν ἀεὶ καὶ τὰ μείζω προσδέχομαι. τοῖς γὰρ τοιούτοις ἐπιμετρεῖται πάντως ἡ τύχη, μηδὲν τῶν προλαβόντων βασκαίνουσα. 41 Ζαχαρίαι ἀδελφῶι ∆έχου τὴν παροῦσαν ἐπιστολήν, χρονίαν μέν, ἀλλ' ὅμως