1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

23

ἡδονῆς ἐστερήμεθα. τοιαῦτα τῶν χρηστῶν βιβλίων ἀπέλαυσα. ζητῶν γὰρ ἐκεῖνα καὶ τὸν πάντων μοι φίλτα τον προσαπολέσαι δοκῶ. σὺ δὲ μάλιστα μὲν καὶ τὸ βιβλίον ἀπόστειλον καὶ τῆς πρὶν εὐνοίας ἀπολίπῃς μηδέν. εἰ δὲ μή, τὸ γοῦν φίλους εἶναι διαμενέτω. δόξω γὰρ οὕτω πεπονθέναι μηδέν. δήλωσον δέ μοι καὶ ὅπως ὑμῖν ἔχει τὸ φροντιστήριον, καὶ εἰ πλῆθος ὁμιλητῶν σοι περιφράττει τὸ θέατρον, καὶ, τὸ δὴ μέγιστον, εἰ πλούτῳ κωμᾷς, καὶ σοί τις Πακτωλὸς τὴν οἰκίαν ἐπέκλυσε. ταῦτά σοι γινέσθω, καὶ τὸ βιβλίον ἐσχήκαμεν καί σοι λοιπὸν εἰς χιλιάδας ἀριθμεῖται τὸ νόμισμα. 90 Σαβίνωι Εἰ τοῖς ἐρῶσιν ἡμέρα μία πρὸς γῆρας ἀρκεῖ, οὐκ ἂν φθάνοις ἀριθμῶν ὁπόσα δὴ γεγηράκαμεν. πάλαι μὲν γὰρ ἦμεν εὐδαίμονες σέ τε ὁρῶντες καὶ τῶν σῶν ἀντεχόμενοι· καὶ ἦν ἡμῖν πάντα χρηστά, ὄψις ἡδίστη, λόγοι κατακηλοῦντες τὴν ἀκοήν, γνώμη χορηγοῦσα τὴν εὔνοιαν. καὶ ὅ τί τις ἐπόθει καλόν, ἤρκει πρὸς σὲ μόνον ἰδεῖν. ἀλλὰ νῦν ἐξαίφνης ἔρημοι πάντων ἡμεῖς, ὅθεν ἠπόρημαι καὶ τῶν μύθων ἐρῶ καὶ Περσεὺς ἐκεῖνος εὐξαίμην γενέσθαι· τάχα γὰρ ἂν ἐξείη μοι μικρὸν ἀναπτομένῳ παραμυθεῖσθαι τὸν ἔρωτα. "1ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός;"2 ἰδοὺ γάρ με καὶ πτεροῖς ὁ πόθος ἀνέπλασε καὶ Περσεὺς καὶ μῦθος γεγένημαι καὶ ὅσα γε ποθοῦσα διάνοια ῥᾳδίως ἀνα πλάττειν ἐθέλει. ἤδη δέ σε καὶ ὄναρ ἥσθην ἰδών, καὶ ἀναστὰς εὐθὺς παρ εμυθούμην τῇ θέᾳ. εὖ δὲ ποιῶν τὸν φέροντα τὴν ἐπιστολὴν ἐμοί τε χαριῇ καὶ βεβαιώσεις ἣν ἔχων ἐτύγχανε γνώμην, ὡς εἰ δέξαιο γράμματα παρ' ἡμῶν, οὐδὲν ὅ τι μὴ ῥᾳδίως ποιήσεις. 91 Ἱερωνύμωι Ὅσης σου τῆς κατηγορίας ἀπελαύσαμεν οἱ ἀλαζόνες ἡμεῖς καὶ λίαν σοφισταὶ καὶ νοσοῦντες ὑπεροψίαν ἐν μετρίῳ τῷ σχήματι. καὶ οὐκ ἂν ἔχοιμι λέγειν ὅσα καθ' ἡμῶν συνεφόρησας, ὥσπερ καιρὸν πάλαι ζητῶν ἐφ' ἡμῖν ἐγεῖραι τὴν γλῶτταν. ὅθεν οὐδὲ πρόφασιν δικαίαν λαβὼν εἰς μέσον ἄγεις ἃ πάλαι κρύπτων ἐλάνθανες. τί γάρ, εἰπέ μοι, δεινὸν εἰ πρὸς σὲ γράφων "1Προκόπιος Ἱερωνύμῳ χαίρειν"2 ἐπέγραφον; ὡς μὲν γὰρ ἀρχαῖος ὁ νόμος, ἔχω δήπουθεν ὁμολογοῦντα ἂν καὶ σέ. "1ἀλλ' οὐδὲν δεῖ"2 φής "1τὴν νῦν ἐπι πολάζουσαν ἐκβῆναι συνήθειαν"2. οὐκοῦν κατηγόρει κἂν εἰ τὴν νῦν κρατοῦ σαν τρυφὴν εἰς σεμνότητά τις τὴν ἀρχαίαν ἐπανάγειν ἐθέλοι, κἂν εἰ τὴν μουσικὴν ἐκπεσοῦσαν εἰς ὕθλους μελῶν καὶ δημοτικὴν φλυαρίαν εἰς τὴν Τερπάνδρου μοῦσαν αὖθις ἐνέγκοι. αὐτὸς δὲ πόθεν ἡμῖν, πρὸς Φιλίου, σεμνὸς εἶναι δοκεῖς εἴ τι ῥῆμα φθέγξαιο τῶν Ἀττικῶν, καὶ τύχοις τῶν ἐπαινούντων ὡς ἀρχαῖον καθέστηκε, παρὸν ἐμφορεῖσθαι τῶν ἐκ τριόδου ῥημάτων καὶ ταῦτα φέρειν ἐπὶ τοῦ βήματος; ἢ τί δῆτα τῶν μειρακίων προκαθεζόμενος οἴει τι μέγα φέρειν Ἀριστείδου τοῦ πάνυ πρὸς ἔπαινον, εἰ λέγοις ὡς αὐτός; ἢ Πολέμων τῆς Ἀσιανῆς τερατείας τὴν ἀρχαίαν ῥητορικὴν οὐκ ἐκάθηρεν; εἰ δέ σοι τότε γενέσθαι παρέσχεν ἡ τύχη, τάχ' ἄν μοι καὶ γραφὴν ἐπενέγκα σθαι κατ' ἐκείνου δοκεῖς, ὅτι τὰ συνήθη παριδὼν ἀλαζὼν εἶναι βούλεται, πρὸς ἀρχαίαν ἀναγόμενος μοῦσαν. εἴθε δὲ καὶ τράπεζα νῦν αὖθις ἐκράτει Λακωνικὴ καὶ ἦν ἡμῖν ὁ βίος ὡς πάλαι τοῖς Πέρσαις μᾶζα καὶ ὕδωρ καὶ κάρδαμα. ταῦτα δὲ καὶ νῦν ἐν Ἐλούσῃ τις ἴδοι κρατοῦντα τῇ σῇ, οὐ διὰ καρτερίας ὑπερβολήν, ἀλλ' ὅτι τοσαῦτα μόλις χορηγεῖ τοῖς ἐνοικοῦσιν ἡ γῆ. ἀλλ' ὅμως αὐτὸς τρυφὴν Αἰγυπτίαν μαθὼν ἀπεδύσω τὰ πάτρια, ὁ φυλάτ τειν τὰ συνήθη νομοθετῶν, κἂν ἔξω τοῦ πρέποντος ᾖ. τὸ δὲ καὶ ἀλαζόνα με καλεῖν, ὅτε σε μετὰ τὴν ἐμαυτοῦ προσηγορίαν φέρων ὑπέταξα, ἔοικεν οὐ λίαν εἰδότος ὡς οὐ τὸ πρῶτον τῇ τάξει καὶ τῆς τιμῆς ἔχει πάντως τὰ πρῶτα, οὐδὲ τὰ ∆ημοσθένους εἰδέναι ποιουμένου, ἅπερ μελετᾶν εἴωθε τὰ παιδάρια, ὡς ἄρα τὸ πράττειν τοῦ λέγειν καὶ χειροτονεῖν, ὕστερον ὂν τῇ τάξει, πρό τερον τῇ δυνάμει καὶ κρεῖττόν ἐστιν. εἰ δὲ πάντως ἀλαζονείαν τὰ τοιαῦτα κατηγορεῖς, καιρὸς καὶ τοὺς πάλαι κεχρημένους τῷ νόμῳ τῆς τοιαύτης ἐπι γραφῆς ὑπεροψίας σὺν ἐμοὶ περιβάλλειν νοσήματι, ὧν τοὺς ἄλλους παρεὶς Σωκράτην λέγω καὶ Πλάτωνα τοὺς ἄνω τὴν φιλοσοφίαν ἐξάραντας. ἀλλὰ περὶ ἀλαζονείας αὐτόθεν κατάβαλε, καὶ μὴ κίνει κατὰ σαυτοῦ τῆς παροιμίας τὴν