1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

25

σοῦ, οὐδὲ ἑκὼν εἶναί σε τῆς θαυμαστῆς εὐκλείας στερήσαιμι. μόνον μή με ἀναγκάσῃς Πυθώδε φοιτᾶν καὶ δεικνύντα τὰ γράμματα "1φράσον"2 λέγειν "1ὦ μαντικὲ Πύθιε, τί ποτε λέγειν ὁ γράφων ἐβούλετο;"2 ταῦτα δέ μοι πεπαίχθω πρὸς σέ, τὴν ὑμετέραν χάριν ἐκμιμουμένῳ. 95 Νηφαλίωι Τὰ μὲν ἐξ ὑμῶν γράμματα πρὸς τὴν πανήγυριν ἤδη καλεῖ, καὶ τὸν οἶκον ἡμῖν προτιθέναι φησί, κοινά τε τὰ παρόντα ποιεῖ, καὶ τὸ τοῦ λόγου ἡμῖν ἀγαθὸν ἐπαγγέλλεται· ἐγὼ δὲ τῆς μὲν εὐνοίας ὑμᾶς ὑπεράγαμαι, καὶ δή μοι πεπληρῶσθαι δοκῶ τὴν πανήγυριν, ἐπιστολῆς ὑμετέρας τυχών. πρὸς δὲ τὴν ἐντεῦθεν ὁδὸν πολλά μοι καθέστηκε τὰ κωλύματα. σὺ δέ μοι καὶ πρᾶττε καλῶς καὶ νίκα τὰ λυποῦντα καὶ μέμνησο μὴ μόνων παρόντων. εἰ δὲ καὶ γράμμασιν ἀθυμοῦντας ἀνάγοις, τοῦτό μοι τῆς Πολυκράτους εὐτυχίας σε μνότερον. πολλὰ γὰρ οἱ χρηστοὶ τὰς ἡμετέρας διέσεισαν ἀκοάς, ὡς "1πέπραχέ τι δεινόν"2σὲ δὴ λέγοντεςὡς "1ἥλω πράττων"2 ὡς "1γέγονεν ἀφανής"2. ταῦτα λογοποιοῦντες μάρτυρας παρῆγον, οὓς ἐκεῖθεν ἥκειν διισχυρίζοντο, καὶ ἄλλος ἄλλῳ διηγεῖτο, καὶ διὰ πάντων ἡ φήμη. ὡς δὲ τὴν παρ' ὑμῶν ἐδεξάμην ἐπιστολὴν τοσοῦτον ἀπέχουσαν τῆς ἀδίκου φήμης, ὡς καὶ πρὸς πανήγυριν τοὺς φίλους καλεῖν, εὐθὺς ἐγενόμην περιχαρής, καὶ τοῦ ψεύδους ἔχων τὸν ἔλεγχον πανταχοῦ ταύτην ἐκήρυττον, ὥστε τοὺς πάλαι θρασεῖς μόλις ἐρυθριᾶν καὶ κύπτειν εἰς γῆν καὶ τῆς τύχης οἶμαι καταβοᾶν ὅτι μὴ πλείω χρόνον ἐλάνθανον. 96 Σιλανῶι Ὁ καλὸς Μακάριος σπουδῆς ἕνεκα καὶ τρόπων τῆς ἐμῆς ἀπολαύων εὐ νοίας, ἐπέδωκέ μοι φέρων τὴν ὑμετέραν ἐπιστολήν, ἐγὼ δὲ τοὺς τύπους ἐπιγνοὺς ἅμα τῇ θέᾳ καὶ τὴν ἐπιγραφὴν ἀσπασάμενος, εὐθὺς μελλήσας οὐδὲν τῶν γεγραμμένων εἴσω γεγένημαι, καὶ ὁ μὲν κύκνος εὐθὺς ἐνήχει ταῖς ἀκοαῖς, καὶ ὥσπερ τῷ Ζεφύρῳ τὸ πτερὸν ἀνεὶς ὅλος ἀνέκειτο ταῖς ᾠδαῖς καὶ μουσι κώτερος ἦν, τὴν δὲ σὴν ἀηδόνα νῦν ὄντως ἔγνων ὡς οὐ μῦθος ἦν Ἀττικός, ἀλλ' ἐξ Ἀθηνῶν ὑπῆρχεν ἡ κόρη, καὶ γέγονεν ὄρνις, καὶ τὴν Ἀττικὴν φυλάττει τοῖς μέλεσι· τοιοῦτον αὐτῇ τὸ σχῆμα τῆς ἐπιστολῆς δημιουργοῦσιν οἱ λόγοι. ἐγὼ δὲ τούτοις ἡσθεὶς ἀνέπνευσά τε μέγα καὶ παλαιᾶς εὐδαιμονίας ἀνηγόμην εἰς μνήμην, ὡς συνῆμεν ἀλλήλοις παρὰ τὸν Νεῖλον, ὡς ἀδεῶς ἐμφορεῖσθαί σου παρεῖχεν ἡ τύχη, ὡς στερηθεὶς ἠχθόμην, ὡς χαίρω νῦν κομισάμενος. καὶ γάρ σε διὰ τῆς ἐπιστολῆς ἔχειν ἤδη δοκῶ. καὶ χάριν ὡμο λόγουν τῷ ταύτην ἐμοὶ δεδωκότι, καὶ "1ὡς εὐδαίμων"2 ἔφην "1ὦ παῖ τοῦ γένους ὑπάρχεις"2, καὶ ἐμεμφόμην ὅτι σοι προσήκων ἐλάνθανε. τίς οὖν γένω μαι; πόθεν ἂν δυναίμην αὐτῷ παρέχειν ὁπόσα καὶ βούλομαι; εἰ δὲ μετρήσεις τῇ προθυμίᾳ τὴν χάριν, οὐδέν ἐστιν ὅ τι μὴ λήψεται παρ' ἡμῶν. ἀκούσας δέ σε καὶ γάμου φέρειν ζυγόν, εὐξαίμην σου καὶ παῖδας ἰδεῖν τοῖς ὁρῶσι τὸν πατέρα κηρύττοντας. 97 Μακαρίωι Τῆς περὶ ἡμᾶς εὐνοίας γλυκύ σου καθέστηκε καὶ τὸ σύμβολον, καὶ μιμεῖται τὴν γνώμην τὸ δῶρον τῷ μέλιτι συμπλεκόμενον. λόγων γὰρ γενόμενος ἐραστὴς καὶ τούτων ἐμφορηθεὶς ἔγνως ὡς μέγα δή τι χρῆμα φιλία συμ προϊοῦσα τῷ χρόνῳ καὶ μὴ τῇ διαστάσει δεχομένη τὴν λήθην. ὅθεν σε καὶ πρὶν ἐπαινῶν νῦν ἔτι πλέον τεθαύμακα, ὅτι καὶ μὴ παρὼν καθέστηκας παρα πλήσιος. ἀλλά μοι πρᾶττε καλῶς καὶ τῶν νόμων ἐμφοροῦ καὶ γένοιο δὴ θᾶττον, ἵνα τι καὶ λέξω ποιητικόν "1πατρί τε σῷ μέγα χάρμα πόληί τε, παντί τε δήμῳ"2. 98 ∆ιοδώρωι Τί τοῦτο πέπονθας ὁ πολὺς τὴν γλῶτταν, καὶ μέγα πνέων κατὰ τῶν σιωπώντων; ἑάλως οἷς ἐνεκάλεις, καὶ σεαυτοῦ κατηγορήσας ἐλάνθανες, καὶ τοῖς σεαυτοῦ δικτύοις ἑάλως σαγηνευθείς. ἃ γὰρ ἐμέμψω δράσας οἴκοθεν ἔχεις τὸν ἔλεγχον καὶ τοῖς σεαυτοῦ πτεροῖς ἑάλως, τὴν παροιμίαν παθών. ὥστ' εἴ τι τῶν προσηκόντων ἐγίνετο, τὴν σὴν ἄν σοι πάντως ἐπιστολὴν ἀντεπέθηκα· τάχα γὰρ ἂν ἔγνως ἐπιτιμήσας μὲν ὡς οὐκ ἂν ἁμαρτών, πλημ μελῶν δὲ νῦν ὡς κατηγορήσας οὐδέν. καὶ τὸ μέγιστον, ὅτι φιλοτιμησάμενος ὑποδήματα καλά τε λίαν καὶ περὶ πόδα μᾶλλον, ὡς τῇ κωμῳδίᾳ δοκεῖ, καὶ ταῦτα γραμμάτων ἔρημα πέπομφας, μήτε τὸ δέξαι μήτε τὸ χαίρειν εἰπών. καίτοι μεῖζον, ὡς εἰκός, ἐπὶ τούτοις ἐφρόνησας ἢ Κροῖσος ἐκεῖνος τὰς