1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

38

δῆλοι δ' οὖν ἦσαν πλείω λέγειν ἐθέλοντες ὧν ἀπαγγέλλειν ἠδύναντο, τὴν περὶ σὲ γνώμην τῆς γλώττης ἀποφαίνοντες κρείττονα. ἐγὼ δὲ πολλοῖς ἐπαίνοις ἐξ αὐτῶν στεφανούμενος οἰκεῖα γὰρ τὰ καθ' ὑμῶν ἐποιούμην ἐγκώμια[καὶ] μισθὸν αἰτοῦσιν ἐδίδουν τὴν παροῦσαν ἐπιστολήν. 155 Ὠρίωνι Οὐκ ἂν ᾤμην παρ' ὑμῶν τοιαύτην ὑποστῆναι γραφὴν οὐδὲ σιωπῆς ὑπάρχειν ὑπεύθυνος τοῖς ἀγνοουμένοις ὅποι δὴ γῆς ἢ θαλάττης ἀφίκοντο. ἀλλ' ὡς ἔοικε τὸ μέλλον ἔγκλημα φεύγων εἵλου κατηγορεῖν μᾶλλον ἤπερ εὐθύνας ὑπέχειν ἐμοί. σὲ γὰρ ἔδει πρῶτα μηνύειν ὡς "1τὴν Βηρυτίων ἀπέλι πον"2 ὡς "1πολὺ διεμέτρησα πέλαγος"2, ὡς "1τὰς νήσους παραπλεύσας τὸν Ἑλλήσποντον εἶδον, τοῖς ἐξ ἑκατέρας ἠπείρου δορυφορούμενον θαύμασι, καὶ παρελθὼν τὴν Προποντίδα πρὸς αὐτὸν ἀφῖγμαι τὸν Βόσπορον. ἔνθα πόλιν εἶδον παραδόξῳ θέᾳ προαπαντῶσαν τοῖς καταπλέουσιν. ἐπ' αὐχένι γὰρ κειμένη τῆς γῆς τὴν Ἀσίαν ἐφορᾷ τῆς Εὐρώπης προβεβλημένην, καὶ τὸν Πόντον ὁρίζουσα τῇ λοιπῇ θαλάττῃ παραπέμπει τὰ θαύματα"2 καὶ ὅσα φλυαρεῖν ἀπειροκάλως εἰώθασιν οἱ τἀκεῖ θεασάμενοι, τὴν ἡμετέραν ἀκοὴν καταπλήττοντες. εἰ τὰ τοιαῦτα γράψαντος ἐσιγήσαμεν, τότ' ἂν εἰκότως ὑπεκείμεθα τοῖς ἐγκλήμασι. νυνὶ δὲ σιωπήσας καὶ τὸν τῶν πλεόντων νόμον ὑπεριδών, ἐξ ἐμοῦ τῆς τέχνης ἄρχῃ, δικανικῶς τὴν γλῶτταν κινῶν. πλὴν ἐπίστελλε μόνον· κἂν ἐγκλήματα γράφῃς ὑποίσομεν. 156 Ἰωάννηι Σοφὸς ἦν ὄντως ὁ ταῦτα δήπου φθεγξάμενος, ὡς ἄρα τὸν σοφὸν ... κἂν ἑκὰς ναίῃ χθονός, κἂν μήποτ' ὄσσοις εἰσίδω, κρίνω φίλον. τοιοῦτόν τί με πάθος, ὦ λῷστε, κατείληφε, τὴν μὲν θέαν ἀγνοοῦντα τὴν σήν, τῷ δὲ πόθῳ δεινῶς κατεχόμενον. ἀλλ' εὖγε τῆς φήμης, δι' ἣν καὶ τὰ διεστῶτα συνάπτεται καὶ τὰ πόρρω που παρεῖναι δοκεῖ. ταύτῃ γὰρ ὑμᾶς πολλάκις ἰδὼν καὶ τῆς περὶ τὰ κρείττω μακαρίας σπουδῆς γυμνῇ τῇ διανοίᾳ περιχυθεὶς καὶ ἀσωμάτῳ συναπτόμενος ἔρωτι, οὐδέν τι λίαν σωμα τικῶν προσδέομαι γνωρισμάτων, ἀλλὰ καὶ τὴν ὑμετέραν ἐπιστολὴν ἐκ τῆς Ἀλεξάνδρου πεμφθεῖσαν λαβὼν αὐτοὺς ὑμᾶς ἔχειν ἐδόκουν. τὸ γὰρ τῶν λόγων ἦθος καὶ τὸ δεινὸν κρίνειν τὸ μὴ τὰ θεῖα ποιεῖσθαι πρὸς ἐμὲ φιλίας τεκμήριον τὴν προλαβοῦσαν οὐκ ἤλεγξε φήμην, ἀλλ' ἔδειξε τοιοῦτον ὁποῖον ἰδεῖν προσεδόκησα, καὶ ταῦτα δικαστηρίοις ὁμιλοῦντα νόμῳ τῆς τέχνης, κἀν τῇ μέθῃ τῶν πραγμάτων ἀνανήφειν οὕτω δυνάμενον. ἀλλὰ καὶ πρὸς πέρας ἔλθοις ὧν τυχεῖν προσεδόκησας. τοῦτο γὰρ τοῖς εὖ φρονοῦσι τέλος, ἡ πρὸς τὴν οἰκείαν ἀρχὴν ἀναχώρησις. δεινὸν γὰρ τὸν ἐν ἡμῖν δῆμον ἀφέν τας πρὸς τὸ ἐπανελθεῖν καλῶς ἐξ οὗ κακῶς ἀπερρεύσαμεν. 157 Σοσιανῶι Ὁ θεοσεβέστατος ὁ δεῖνα ἀφίκετο πρὸς ἡμᾶς πλεῖστα μὲν ἐξ ἀδελφοῦ πονηροτάτου παθών, δίκην δὲ μετρίαν ἡγούμενος εἰ τυχεῖν δυνηθείη μόλις ὧν ἀπεστέρηται. ὅθεν δι' ἐμοῦ πρὸς τὴν ὑμετέραν καταφεύγει ῥοπὴν καὶ συστῆσαι δυναμένην τῷ δικαστῇ καὶ τοὺς μέγα δυναμένους πρὸς συμμα χίαν αὐτῷ παρασχεῖν καὶ τὰς ἐκ τοῦ δικαστηρίου περικόψαι δαπάνας. μόλις γὰρ ἐξ ἐράνων ἀρκεῖ πρὸς τὴν ἰδίαν τροφήν. ἀλλὰ καὶ σύντομον αὐτῷ τὴν ψῆφον ἐνεχθῆναι παρασκευάσατε. ἁπλᾶ γὰρ αἰτεῖ, τὸν ἀντίδικον ὅρκῳ διαλῦσαι τὰ περὶ τῶν ἐπαγομένων ἐγκλήματα. πρὸς ταύτην τὴν πολλὴν ὑμῶν σπουδὴν καὶ χαριεστάτην γλῶσσαν καὶ ῥέουσαν ἐπὶ δικαίοις ἀκω λύτῳ φορᾷ πρὸς συμμαχίαν ἱκανὴν ἀντ' ἐράνου τινὸς εἰσενέγκατε, θεῷ τε φίλην καὶ τοῖς αἰτοῦσι κεχαρισμένην καὶ τοῖς δεομένοις ἀρκοῦσαν. 158 Ἰωάννηι Ὁ τὴν παροῦσαν ἐπιστολὴν ἐπαγόμενος, ἀνὴρ ὢν ἀγαθός, ἐξ ἀδικίας ἀδελφοῦ τὴν ἀπορίαν ὀδύρεται. ὅθεν καταλαμβάνει τὴν Καίσαρος, ἄνπερ οἷός τε ᾖ, τὰ προσήκοντα κομιούμενος. ἀλλὰ συλλαβεῖν καταξίωσον, τοὺς παρ' ὑμῖν δυνατοὺς εἰς συμμαχίαν αὐτῷ παρασκευάζων ἀρκοῦσαν. μίαν γὰρ ἔχει παραμυθίας ἐλπίδα, τῆς ἐκ τῶν νόμων ἐπικουρίας τυχεῖν, ἧς πλεῖ στον ἄγαν ἐστέρηται χρόνον, πονηρότατον ἔχων τὸν ἀδελφὸν καὶ καινο τέρας διαδύσεις ἀεὶ μηχανώμενον. ὅθεν αὐτῷ τὴν ἀπορίαν παραμυθήσασθε, τὰς τῶν δικαστηρίων δαπάνας ὡς δυνατὸν περικόπτοντες. 159 Ἠλίαι ἐπισκόπωι Πολλῶν ὄντων εἰπεῖν ἐξ ὧν ἄν τις τὰ τῆς τύχης τραγῳδήσειε