1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

22

διακονούντων τῇ χρείᾳ, ψηφιζομένης δὲ τῆς μεγίστης ἀρχῆς. 85 Ζαχαρίαι καὶ Φιλίππωι Τοσοῦτον ἡμᾶς τὸ τάχος κατέπληξε τῆς ὑμετέρας σπουδῆς, ὡς τὰς ἡμέρας ἀριθμεῖν ἐξ οὗ πεπόμφαμεν τὰ ψηφίσματα, καὶ μικροῦ δεῖν ὑμᾶς νικῶντας τὸν χρόνον εὑρεῖν. τοσοῦτόν ἐστιν ἀγαθῶν ἀδελφῶν περιέπεσθαι σπουδῇ, κέρδος ἡγουμένων ἅπερ ἂν ἀλλήλοις πρὸς εὐθυμίαν πορίσωνται. τὸ δὲ καὶ νικῆσαι τῶν αἰτηθέντων τὴν χρείαν καὶ πλείω παρασχεῖν ἢ ὁ αἰτήσας ἐβούλετο, πόσην οὐκ ἐμφαίνει τὴν εὔνοιαν; μήτ' οὖν ὑμεῖς παύσησθε τοιαῦτα ποιοῦντες, μήτε μέγα φρονῶν ἐπὶ τούτοις ἐγώ. 86 Ἱερωνύμωι Σὲ μέν, ὦ βέλτιστε, τὸν ἐξ ἡμῶν ἀπάραντα κατάρχειν ἔδει γραμμάτων καὶ διδάσκειν εἰδέναι ποθοῦντας εἴ σοι γέγονεν ὁ Ποσειδῶν εὐμενὴς καὶ τῇ νηὶ τὴν θάλατταν ὑπεστόρεσεν, εἰ τὰ κατὰ τὴν Ἀλεξάνδρου γέγονεν εὐμενῆ, εἰ τὸν πολὺν Νεῖλον ἀνέπλευσας εὐτυχῶς, εἰ τὰ τῆς διατριβῆς εὐθαλῆ, καί σοι λοιπὸν ἐν μυριάσι τὸ νόμισμα, καὶ τὸν οἶκον ἔχεις Αἰγυπτίοις πλήθοντα δώροις. ταῦτα γράφειν ἐχρῆν καὶ τὰς ὑποσχέσεις πληροῦν, ἐν αἷς πολλαὶ μὲν ἐπιστολαί, λήθη δὲ τῶν φίλων οὐκ ἦν. σὺ δὲ καὶ ἐπιστέλλοντα παρορᾷς, οὐκ ἐθέλων ἀμείβεσθαι γράμμασι. τοιγαροῦν ἤδη καὶ δευτέραν ἐπέστειλα, κἂν ἔτι σιγήσῃς τάχα καὶ τρίτην προσθήσομεν, ἕως σέ τις ἐπεισέλθῃ τῶν δρωμένων αἰδώς, καὶ τὴν σὴν φωνὴν εὐτυχήσωμεν. 87 Ἀγαπήτωι ∆εινὸς ἄρα τις ἦσθα κατηγορίαν ὑφαρπάζειν ἐλπιζομένην καὶ ταῦτα προφέρειν τοῖς ἄλλοις οἷς ἄν τις δικαίως ἐχρήσατο κατὰ σοῦ. πάλαι μὲν γὰρ εἶχες τὴν Ἀλεξάνδρου, καὶ ταύτην ἀπολιπὼν ἐσίγας, καὶ τὸ σὸν μέρος ἐλάνθανες καὶ παρών. ἀλλ' εὖ γε τῆς φήμης, ἣ τῶν ἀρίστων ἐᾷ λανθάνειν οὐδέν. αὕτη σε παρόντα μεμήνυκε, καὶ θαυμάζειν εἶχον ἀνθ' ὅτου δὴ καὶ σιγᾷς. "1εἰ μὲν σεμνὸν τοῦτο καὶ Πυθαγόρου νομίζει, ἀλλ' οὐ ῥήτορος"2 ἔλεγον, "1ἡ σιγή· εἰ δὲ τὴν Ἐλοῦσαν ὡς θεοῖς ἐχθρὰν καὶ βάραθρον ἐδυσχέραινεν, ἐχρῆν παρὰ τῶν φίλων παραμυθίαν αἰτεῖν"2. ὅθεν τούτων μὲν οὐδέν, ἔλεγον δὲ μᾶλλον ὡς πολὺς ἤρθης καὶ τοὺς πάλαι φιλτάτους λῆρον εἶναι δοκεῖς, καὶ ταῦτα τὴν Ἐλοῦσαν οἰκῶν καὶ μικροῦ δεῖν ὑπ' ἀδελφῷ μὴ γελῶντι παιδαγωγούμενος. ταῦτα κατ' ἐμαυτὸν ἐννοῶν οὐκ ἂν ἤλπικά σε κατήγορον ἐξαίφνης ἰδεῖν. ὅθεν προσεγέλων τὰ γράμματα, καὶ τὴν ῥητορικὴν ἐθαύμα ζον τοσαύτην χορηγοῦσαν τὴν ἐξουσίαν, δι' ἣν ἀπολογίαν ἐζήτουν ὁ πάλαι τῷ λόγῳ κατηγορῶν. ταῦτα τῆς σοφιστικῆς τὰ σεμνά, καὶ οὐδὲ τῶν ὁμο τέχνων ἐφείσατο, γλαῦκάς φησιν Ἀθήναζε παραπέμπουσα. οἱ δὲ ἐμοὶ παῖδεςοὕτως γὰρ ἐκάλεις τοὺς λόγουςπρὸς σὲ φοιτᾶν ἐρυθριῶσι, διελέγχειν εἰδότα καὶ λανθάνουσαν ἀμορφίαν. 88 ∆ωροθέωι Ἤδη με μέλλοντα πρὸς τὴν προτέραν γράφειν ἐπιστολὴν φθάσας αὐτὸς καὶ δευτέραν ἐπέθηκας· οὕτω κἀν τοῖς γράμμασιν ἐπείγῃ νικᾶν. "1ἀλλὰ τίς ὁ χρόνος"2 ἐρεῖς, "1καὶ ἡ τοῦ μὴ γράφειν ἀναβολή;"2 οὐκ ἔστιν ἄνθρωπον ὄντα πράττειν ὅσα τις βούλεται, ἀλλ' ἀνάγκη παρέπεσθαι καὶ δουλεύειν τῇ χρείᾳ καὶ πείθεσθαι τῷ καιρῷ. ὁ δὲ δίδωσιν οὐχ ὅσα τις θέλει, ἀλλ' ὅσα πρὸς τὴν χρείαν ἀνάγκη μετρεῖ. ταῦτ' ἄρα μέχρι καὶ νῦν ἄκων μέν, σιωπῶν δ' οὖν ὅμως ἠχθόμην, καίτοι θαυμάζειν ἔχων τὴν ὅτε παρ' ἡμῖν ἦσθα σπου δήν, τὴν ἐπειδὴ πάλιν ἀνήχθης ἔτι μοι διαμένουσαν εὔνοιαν, τὸν κατὰ σοῦ συστάντα φθόνον καὶ τὴν πάλαι τῆς τύχης ἐπιβουλήν, καὶ ὡς σώφρων ἀνήγου τῶν λόγων γινόμενος καὶ τῇ περὶ ταῦτα φλυαρίᾳ χαίρειν εἰπών, αἱρησάμενος τοῖς πᾶσιν ἐλαττοῦσθαι μᾶλλον, ἵνα κερδάνῃς τὰς Μούσας. ἀλλ' ὄναιο θᾶττον ἔρωτος μουσικοῦ, καὶ τοσοῦτον λάβοις ὁπόσον ἐθέλεις, καὶ γένοιο τῆς προλαβούσης διαβολῆς, εἰ μὲν ἀληθὴς ἦν, σωφρονέστερος, εἰ δὲ ψευδής, εὐτυχέστερος, ὅπως ὁ μετὰ ταῦτα βίος μηδὲ ψευδῆ διαβολὴν ἔτι δέξηται, ἀλλὰ φανείης πάλιν ἐκεῖνος ὁ πρότερον. οὕτω γὰρ ἂν ἑνωθέν των τῶν ἄκρων διόλλυται τὸ μέσον ἑκατέρῳ μέρει βαλλόμενον. 89 Στεφάνωι Ἔτι σιγᾷς; ἔτι τῶν ἠμελημένων ἡμεῖς; καὶ μὴν πάλαι γε πυκνοῖς ἡμᾶς εἶχες τοῖς γράμμασιν, καὶ ἦν ἥδιστόν τι χρῆμα φθεγγομένου πολλάκις ἀκούειν. ἀλλὰ νῦν ἐξαίφνης σιγᾷς καὶ τῆς