1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

26

θαυ μαστὰς δὴ πλίνθους τῷ Πυθίῳ δωρούμενος. δηλοῖ δὲ τὸ πάλαι σε ταῦτα παρὰ τοῦ δημιουργοῦ κομισάμενον μέλλειν ἀεὶ καὶ καταστοχάζεσθαι τοῦ καιροῦ, ὅπως ἂν ἐρχομένης τῆς πανηγύρεως ταῦτα λαβὼν προέλθω τοῖς ὁρῶσι τὴν φιλοτιμίαν βοῶν. ὅθεν σου τὸ πάθος μαθὼν προῄειν κατὰ τὸν Ὁμηρικὸν Αἴαντα μακρὰ βιβάς, καὶ κατεκρότουν τὴν γῆν ἐπιστρέφων πρὸς τοὺς πόδας τὸν θεατήν, καὶ εἴ τις ὁρῶν οὐκ ἐβούλετο, ὑβριστὴν τοῦτον ἐδόκουν καὶ τέλος ὁρᾶν κατηνάγκαζον, καὶ μηδενὸς ἐρωτῶντος ὁπόθεν ἔχω λαβών, "1∆ιόδωρος ὁ δούς"2 ἀνεκήρυττον. καὶ διὰ πάντων ὑπῆρχεν ἐπ' ἐμοὶ μὲν ἀπειροκαλίας γέλως, ἐπὶ σοὶ δὲ τῆς εὐνοίας ἡ φήμη. τοιαῦτά σοι τῶν καλῶν ὑποδημάτων ἀπέλαυσα, μικροῦ δεῖν ἐπὶ κεφαλὴν βαδίσας, ὅπως ἐν καλῷ τῆς θέας ἔσται τὸ δῶρον. 99 Ἐπιφανίωι Οἶμαί σε ποιεῖσθαι λίαν ἐν θαύματι τί δῆτα νῦν παθὼν ἤδη καὶ γραμμάτων κατάρχομαι. τούτου δὲ τὴν αἰτίαν εἰ βούλει μαθεῖν, Στρατήγιος τοῖς λόγοις στρατεύεται κατὰ σοῦ, καὶ πολὺς μὲν ταῖς λοιδορίαις χωρεῖ, μακρὰν δὲ κατατείνει κατηγορίαν, καὶ δικαστήριόν μοι τὴν οἰκίαν πεποίηται. τὸ δὲ μέγιστον, ὥσπερ γὰρ οἱ δεινοὶ τῶν ῥητόρων, οὐκ ἀρκεῖται τοῖς παροῦσι μόνον ἐγκλήμασιν, ἀλλὰ μίγνυσι παλαιὰ καινοῖς, καὶ μύθους ἀρχαίους ἀνακινεῖ, καὶ μάρτυρα κατὰ σοῦ πόλιν ὅλην τὴν Ἀλεξάνδρου παρέχεται, θέας ἱππικὰς διηγούμενος καὶ κύβων σπουδὴν καὶ διαλόγους περὶ τῶν ἵππων δημοτικοὺς καὶ ἅττ' ἄν ποτε τούτῳ λέγειν ἐπέλθῃ. ἀλλὰ καὶ νῦν σε τοῖς ἵπποις ἀνακεῖσθαί φησι καὶ τοῖς τρέφειν δυναμένοις παρεδρεύειν ἀεὶ καὶ τέχνην σε κολάκων ἐπανῃρῆσθαι τῇ γαστρὶ χαριζόμενον. οὐκ ἂν δυναί μην εἰς ἅπαξ εἰπεῖν ὅσα δὴ πολλάκις ταῖς ἐμαῖς ἀκοαῖς ἐπαντλεῖ. τὸ δὲ αἴτιον "1γυμνός"2 φησι "1τὸ τούτου μέρος ἐγώ"2. ἓν μόνον μοι ἱμάτιον ὑπελείπετο πρὸς ταφήν, καὶ διὰ τοῦτον ἀνάλωται. λίνον γάρ φησιν "1εἰργασμένον λαβών, ὡς δὴ χερσὶ τῶν αὑτοῦ θεραπαινίδων ἀποδείξων ἱμάτιον, Ἴρου με παρεῖδε γυμνότερον· χρόνος πολύς"2 φησι "1καὶ παρατέ ταμαι ταῖς ἐλπίσιν"2. εἰ τοίνυν σοι μέλει τὴν ἐκείνου γλῶτταν πραοτέραν ἐργάσασθαι, καὶ τὰς ἐμὰς ἐλευθεροῦν ἀκοάς, ὡς τάχος πέμπε θοιμάτιον. εἰ δὲ μή ... ἀλλ' οὐ φέρω λέγειν ὅσα καὶ λέξειεν ὃς καὶ μηδὲν ἔχων ἐγκαλεῖν φλυαρίαν τὸν βίον πεποίηται. εἰ δὲ καὶ προσλάβοι τι δίκαιον, εἴποις ἂν αὐτοῦ τῇ γλώττῃ τὸν θυμὸν ἐνοικεῖν. 100 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Τοῦ ἀέρος ἡ τροπὴ τὴν ἐξ ἀνάγκης ἡμῖν ἀναφέρουσα σιγήν, τὴν ἐκ προ αιρέσεως διελέγχει λοιπόν. οὐκοῦν ἁμιλλᾶσθε ταῖς ἐπιστολαῖς, τοσαῦτα γράφοντες ὁπόσα βουλόμεθα. βουλόμεθα δὲ μηδένα πρὸς ἡμᾶς ἰέναι μὴ κομίζοντα γράμματα. ὃς γὰρ ἂν ἐλθὼν εἴπῃ τὰ κοινὰ ταῦτα, ὡς "1ἠσχόληντο δή"2, ὡς "1γράφειν ἔμελλον"2, ὡς ἐξαίφνης ἀνέπλευσα"2, ἄπεισι παρ' ἐμοὶ κριτῇ ῥάθυμος περὶ φιλίαν κριθείς. εἰ δὲ ταῦτα τοὺς μὴ κομίζοντας μέμφομαι, πόσον οἴεσθε τοὺς μὴ διδόντας ὑμᾶς; 101 Ζαχαρίαι ἀδελφῶι Ὅσης με τῆς φιλοτιμίας ἐνέπλησας τὴν σμικρὰν ἐξάρας ἐπιστολὴν καὶ τὴν ὡς ἂν αὐτὸς εἴποις Λακωνικήν. ἰδοὺ δή σοι καὶ σοβαρὸν ὁρῶ καὶ Σπαρτιάτης αὐτόχρημα γεγένημαι, καί μοι πάντα Λυκοῦργος, ὁ δὲ Σόλων οὐδέν. μικροῦ δεῖν καὶ ∆ωρικὴν ἀφῆκα φωνήν, τῆς Ἀττικῆς ἐκείνης εἰς λήθην ἐλθών. λυπεῖ δέ με καὶ πατρὶς ἐκ μέρους τετειχισμένη, ὅτι δὴ μὴ τῆς ἀτειχίστου Σπάρτης [ἐστὶν] εἰκών. τοιαῦτα δύναται ῥήτωρ ἀγαθός, πρὸς πάθος ἕλκων οἷον καὶ βούλεται. εἰ δέ με πάλιν ὡς Ἀττικὸν ἐπαινέσεις, ὅρα μὴ τὴν Σπάρτην αὖθις ἀρνήσωμαι, οὕτω τῷ πόθῳ τῶν σῶν γραμμάτων μεθέλκομαι. ἀλλ' ὅπως μὴ παίζειν ἐθέλων ἐπαινέσῃς τὴν Αἴγυπτον, καὶ τῷ λόγῳ γενοίμην Αἰγύπ τιος. οὐκοῦν φεῖσαι πρὸς ∆ιός· οὐ γὰρ ἔχω μὴ θαυμάζειν ὁπόσα καὶ σύ. 102 Γεσσίωι ἰατροσοφιστῆι Ἥσθην ὅτι τὸν καλὸν ∆ωρόθεον, ὃν ὑμῖν διὰ γραμμάτων συνέστησα πρότερον, τοῦτον ἐκ μεταβολῆς αὐτοί μοι συνιστῶντες ἐγράψατε. τί γὰρ ἂν εἴη μεῖζον τεκμήριον τοῦ κατ' ἐλπίδας ἡμῖν χωρῆσαι τὰ γράμματα; ἐλθὼν δὲ πρὸς ἡμᾶς οὐδὲν ἤθελε λέγειν ὅτι μὴ σέ, κἀμοὶ χαριεῖσθαι θέλων καὶ τῇ μνήμῃ τῶν σῶν εὐφραινόμενος, καί σε πολὺν ἐπὶ στόματος ἦγεν ὡς εὔνουν ὡς ἀγαθὸν ὡς γλώττῃ