1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

3

τούτων ἔστησε τὴν κακίαν, μᾶλλον δὲ προοίμια ταῦτα τῶν μελλόντων κακῶν. τὴν γὰρ ἑαυτοῦ μητέρα γραῦν ἤδη τυγχάνουσαν, ὅτε τῆς παιδοτροφίας ἤλπισε κομίσασθαι τοὺς καρποὺς γυνὴ καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὸ γένος καὶ παρὰ τοῖς μηδὲν προσήκουσιν αἰδοῦς ἀπολαύουσα, ταύτην πολλάκις μὲν εἶπε κακῶς, πολλάκις δὲ καὶ χεῖρας ἀνέτεινε κατὰ τῆς τεκούσης, ὦ Ζεῦ, οὐ φύσιν οὐ χρόνον οὐ πολιὰν ἐλεεινὴν οὐ τὸ τῆς μητρὸς αἰδεσθεὶς φιλάνθρωπον ὄνομα, ἀλλ' ἤδη καὶ βιαίως ἀνατρέψας εἰς γῆν κατέβαλε, καὶ λὰξ κατ' αὐτῆς ἐνήλατο, βοώσης οἷον εἰκὸς καὶ παῖδα καλούσης. καὶ τί γὰρ οὐκ ἂν εἴποι μήτηρ, μετ' ὠδῖνας καὶ τροφὴν καὶ τὰς καλὰς ἐκείνας ἐλπίδας τοιαῦτα παρὰ τοῦ παιδὸς ἀνα σχομένη κακά; τελευταῖον δὲ καὶ τῆς οἰκίας ταύτην ἀπήλασεν ἄπορον γυμ νὴν τῶν ἀναγκαίων ἐστερημένην, ἓν ἴσως τοῦτο χαρισάμενος, ὅτι τοῦ συνεῖναι ταύτην ἀπήλλαξε. καὶ νῦν οὗτος μὲν ἐντρυφᾷ τοῖς τούτων κακοῖς, γυνὴ δὲ γραῦς καὶ τὰ πρῶτα φέρουσα τῆς παρ' ἡμῖν εὐγενείας, ἐν ταῖς χερσὶ τὰς ἐλπίδας ἔχει τοῦ βίου. τῷ δὲ χρηστῷ τῷδε καὶ τὸ ταύτης πάθος ἄλλη παρέστη συμφορά, καὶ πρὸς τὴν οἰκείαν τροφὴν ἀπορούμενος ὑπεδέξατο ταύτην, ἐπιτείνουσαν μὲν αὐτῷ τὴν ἔνδειαν, ὅμως δ' ἀναγκαῖον χρέος ἐκτίνει τῇ φύσει. καὶ νῦν σύνεισιν ἀλλήλοις μίαν ἔχοντες παραμυθίαν ὅτι μὴ πλείω πεπόνθασιν, ἡ δὲ μήτηρ οἷα δήπου γυνὴ καὶ τοιαῦτα παθοῦσα, ἕνα βίον ἔχει τὸ μεμνῆσθαι τῶν ἑαυτῆς κακῶν καὶ δακρύειν ἐπὶ τῇ μνήμῃ καὶ τὴν θηλὴν ὑποδεικνύειν τῇ ∆ίκῃ, οἷα πέπονθε διηγουμένη. ταῦτα τοίνυν εἰς νοῦν λαβὼν καὶ μηδὲν ἡμᾶς προστιθέναι ταῖς ἀληθείαις νομίσας ἀλλὰ τὰ κεφάλαια μόνον δεικνύναι τῆς αὐτοῦ πονηρίας διὰ τὸν τῆς ἐπιστολῆς και ρόν, μέτρησόν σου τὴν σπουδὴν πρὸς τὴν ἐκείνου κακίαν, καὶ γενοῦ τοι οῦτος οἷόν σε θεὸς ἀπαιτεῖ καὶ φιλίας νόμος καὶ ἡ τῶν ἀδικουμένων ἐλπίς. 7 Φιλίππωι ἀδελφῶι Μακρὸν ἡμῖν ἐσίγησας χρόνον καὶ τὸ πρᾶγμα φέρειν οὐκ ἔχω. σκόπει γάρ, χειμὼν ἦν καὶ οὐ μετρίως ἐφέρομεν, ὤφθησαν χελιδόνες καὶ οὐδὲ μετὰ τούτων ἐφθέγξω, καὶ νῦν ᾄδουσι τέττιγες καὶ παρ' ἐλπίδας ἡμῖν ἡ σιγή. εἰ μὲν οὖν πρὸς λύπην ταῦτα, ἀγνοῶ μὲν ὅ τί ποτε πράττων ἐλύπησα, ὅμως δ' οὐκ ἂν ὑμᾶς οἶμαι μείζω τιμωρίαν λαβεῖν. εἰ δὲ τῆς πάλαι σπουδῆς εἰς ῥαθυμίαν μετέστης, ἀδικεῖς μὲν συγγενείας νόμον, παραβαίνεις δὲ φιλίας θεσμόν. εἰ δὲ μὴ δυσχερὲς εἰπεῖν, τάχ' ἄν τίς σε φαίη καὶ σαυτοῦ κατήγορον γεγενῆσθαι. οἷς γὰρ ἡμῖν σιωπῶσιν ἐπέπληξας, τούτοις ὤφθης αὐτὸς ἁλισκόμενος. καὶ πῶς ἂν ἔχοι λόγον τὸν πεπεικότα λαλεῖν τὴν τοῦ πεισθέν τος μεταλαμβάνειν σιωπήν; ἀλλ' ὥρα λοιπὸν καὶ σοφιστήν με καλεῖν καὶ παίζειν ἅμα τῷ λόγῳ. οὐδὲν τοῦτο πρᾶγμα πάντως, καὶ ὅ τι ἂν λέγῃς, οἴσω μετρίως, εἰ φθεγγομένου μόνον ἀκούσομαι. 8 ∆ιοδώρωι Ἡ περὶ τῆς σῆς παιδεύσεως φήμη ὁποίων ηὐχόμεθα λόγων τὰς ἡμετέρας ἐνέπλησεν ἀκοάς. ὁ μὲν γὰρ τὴν τῆς συνηγορίας ἀφηγεῖτο σπουδήν, ὁ δὲ τὸ ἐν τοῖς δικαστηρίοις εὔτονον ἀπεθαύμαζεν, ὁ δὲ τὴν περὶ τοὺς προσιόντας εὔνοιαν, πλὴν εἰ μή τις ἀδικήσας ἐτύγχανεν. οἶδα δὲ καὶ τόδε ἀκούσας, ὡς ὁρῶν τινας μέγα μὲν δυναμένους, θαυμάζοντας δὲ τῶν δικαίων μηδέν, πολὺς ἔπνευσας κατ' αὐτῶν καὶ λοιδορίαν ἐπαινουμένην κατέχεες. ἐγὼ δὲ τούτων ἀκούων, ἄλλων ἄλλα διηγουμένων, ὥσπερ ἔνθους ἐγενόμην ὑφ' ἡδονῆς καὶ μέγα τοῖς λόγοις φρονῶν ἐδόκουν αὐτὸς ἐπαινεῖσθαι, ἤδη δὲ καὶ χάριν ὡμολόγουν τοῖς ἀπαγγέλλουσιν, ὥσπερ εἰώθασιν οἱ τῶν αὐτοὺς ἐπαινούντων ἀκούοντες. οὕτω δὲ ἔχοντι καὶ λογιζομένῳ προσελθὼν ὁ καλὸς Ὠρίων τὴν παρ' ὑμῶν αὐτῷ γραφεῖσαν ἐπιστολὴν ἐπεδίδου, καί μοι τῆς φιλίας συνέχαιρεν, ὥσπερ δεινὸν ἡγούμενος εἰ λανθάνεις παρ' ἐμοὶ τοιοῦτος ὑπάρχων. ἐγὼ δέ σε μετὰ τὴν φήμην τῇ πείρᾳ μαθὼν καὶ οἷος περὶ τοὺς δεομένους, κἂν μὴ παρῶσι, καθέστηκας, οὐδ' ἂν εἰπεῖν ἔχοις ὅσον ἐθαύμασα, καὶ αὐτὸν ἀπεκάλουν εὐδαίμονα τὴν σὴν εὐτυχηκότα σπουδήν. ὡς δὲ καὶ γραμμάτων ἠξίου τυχεῖν παρ' ἐμοῦ τῇ τῆς φιλίας μνήμῃ τὴν σὴν προ θυμίαν ἔτι μᾶλλον ἐγειρόντων, εὐήθη τοῦτον ἐκάλουν· μὴ γὰρ ἄν σε πρὸς ἀρετὴν πεφυκότα καλῶς γραμμάτων