1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

18

Στέφανος, οὐδ' ὑμᾶς οἶμαι λανθάνειν, καὶ ὅτι μηδ' ἐν ταῖς χερσὶ δύναται ποιεῖσθαι τὴν ἐλπίδα τοῦ βίου μικροῦ δεῖν καὶ τὸν ὀφθαλμὸν ὑπὸ τῆς Τύχης ἀφῃρημένος. ὅθεν θεραπείαν τινὰ πρὸς τὴν ἔνδειαν σοφιζόμενος εἰς διακόνων ἐνήλλακται σχῆμα. κινδυνεύει δὲ μηδὲν αὐτὸν ὀνῆσαι τὸ σόφισμα, πλὴν εἰ μὴ τῆς ἐπικουρίας τύχοι τῆς παρὰ σοῦ, ἣν καὶ πᾶσι προκεῖσθαι πείθομαι τοῖς βουλομένοις τυχεῖν· ὑμῶν γὰρ αἰτούν των ἐπινεύσει τις οἶμαι τῶν παρ' ὑμῖν ἐπισκόπων ἢ λειτουργοῦντα τοῦτον ἕξειν ἢ καὶ μόνον τρεφόμενον. ἴστε δὲ ὡς καὶ μηδὲν ὠφελούμενος οὐ παύεται φλυαροῦν· εἰ δὲ τύχοι τινὸς εὐεργεσίας, ποῦ τοῦτον οὐκ εἰκὸς ἀνακηρῦξαι τὴν χάριν; ἀναλώσει γάρ, οἶμαι, τὴν ἔμφυτον φλυαρίαν εἰς τὸ μεμνῆσθαι τῆς χάριτος. 68 Θωμᾶι Τῶν ἀγαθῶν ἀνδρῶν εὐφραίνειν οἶδε καὶ χωρὶς θέας ἡ μνήμη, καὶ τότε μᾶλλον, ἡνίκα τοὺς πειραθέντας ὅλου πληρώσαντες ἔρωτος μηκέτι παρῶσι χορηγοῦντες ἀεὶ τῇ θέᾳ τὴν ἡδονήν. τότε γὰρ ἀποροῦντες οἵτινες γένωνται τὸν πόθον ἔχουσιν ἀντὶ τῆς θέας ἀεὶ χορηγοῦντα τὴν μνήμην. ἑαυτοῖς γὰρ ἀνατυποῦσι τοὺς ἀπελθόντας καὶ παρόντων σοφίζονται μίμημα. ταῦτα γνωμολογῶ τοιούτῳ πάθει περιπεσών, ἐξ οὗ καὶ πειραθεὶς ἐθαύμασα καὶ μὴ παρόντα πάλιν ζητῶ, καὶ τὴν Τύχην προσεύχομαι μηχανᾶσθαί τι και νὸν καὶ συνάγειν ποτὲ τοὺς τοσοῦτον ἀλλήλων ἀπέχοντας ἐραστάς. 69 Παλλαδίωι Ἡ τῆς ὑμετέρας σοφίας ἐπιστολὴ ὁρωμένη μὲν πᾶσιν ἐκίνει συνήθως τὴν ἡδονήν· ὡς δὲ καὶ μανθάνειν ἔδει τὰ γεγραμμένα, μικροῦ δεῖν καὶ δακρύων αὐτὴν ἐπληρώσαμεν. ὧν γὰρ αἱ εὐπραγίαι κοιναί, τούτους καὶ εἴ τι λυπεῖ μετέχειν πάντως ἀνάγκη. ἀλλ' ὅρα πρὸς θεῶν, ὁπόσον ἡ Τύχη νεανιεύεται, μηδὲν ἐθέλουσα διακρίνειν, εἰ βάλλειν ἐπείγεται πονηρούς, εἰ κατὰ σπου δαίων ἀφίησι τὰ τοξεύματα. εἰ γὰρ ἦν ἀρετῇ μετρεῖσθαι τὰ πράγματα, οὐκ ἂν εὖ ἴσθι τῆς ἀδίκου Τύχης πεπείρασο. νυνὶ δὲ γυναῖκα θρηνεῖς, σώφρονα μέν, ὡς εἰκός, καὶ οἵαν ἔπρεπεν ἀνδρὶ σοφῷ συνοικεῖν, τὸ δὲ δεινότατον, παίδων μητέρα, καὶ τούτων ἔτι δεομένων μητρός. ταῦτα τίς μὲν ἀκούων οὐκ ἂν δακρύσειε, τίς δὲ παθὼν καρτεροίη μὴ γνώμην εὐτυχήσας τὴν σήν; πέπεισμαι γὰρ ὡς Ἰσοκράτει πειθόμενος, πρίν τι παθεῖν, αὐτὸς ἐγυμνάσω τοῖς πράγμασι, πολλὰ μὲν ὁρῶν τοιαῦτα, πολλὰ δὲ διηγουμένων ἀκούων. τί γὰρ τῶν χαλεπῶν ἡμῖν οὐκ ἄγει τὸν βίον; τί δὲ θαλάττης δείκνυσιν ἡμερώτερον; ὁ μὲν αἴρεται μέγας, ὁ δὲ πρὸς ὕψος ἐλθὼν προδιδοῦσαν ἔσχε τὴν Τύχην καὶ πέπτωκε· καὶ ὁ μὲν γηρᾷ τὸν θάνατον εἰς παραμυθίαν αἰτῶν, ὁ δὲ πρὸ τῆς ἥβης ἀνήρπασται. γαμεῖ τις ἕτερος, ὁ δὲ τὴν συνοικοῦσαν ὀδύρεται. ταῦτα τὸν βίον πληροῖ, καὶ τὴν Ὁμήρου βεβαιοῦν ἐπείγεται γνώμην, ὡς "1οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο"2· πανταχόθεν γὰρ ψηφίζεται τὸ δαιμόνιον μηδὲν μένειν οἷον καὶ γέγονεν, ἀλλ' εἴ τι κατὰ νοῦν ἐστιν ἀνθρώποις, "1μικρόν"2 φησιν "1ἀνάμεινον, καὶ πάντως οἰχήσεται"2. τὸ μὲν οὖν παθεῖν θεοῦ προνοίᾳ δεδόσθω καὶ νεύματι πάντως καλῶς ἄγοντι τὰ ἡμέτερα, τὸ δὲ φέρειν ὅ τι ἂν ὁ θεὸς διδῷ γενναίως, νικᾶν ἐστιν ἀρετῇ καὶ μὴ πάντα διδόναι τῇ Τύχῃ. τοῦτο γὰρ τοῖς ἀγαθοῖς ἐγκαλλώπισμα, τὸ μὴ τὴν γνώμην συμμεταπίπτειν τοῖς πράγμασιν. οὐκοῦν ἅλις ἔστω δακρύων· οὐ γάρ "1μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα"2. τοῖς δὲ παισὶν αὐτός τε μήτηρ γενήσῃ καὶ θεὸς τὰς ἐπ' αὐτοῖς ἐλπίδας εἰς ἔργον ἄξει τῷ νεύματι. 70 Νεστορίωι Ἥσθην σου τῇ καλῇ καὶ λίαν ἐπιστολῇ, τὰ μὲν ἀπολογουμένῃ περὶ τῆς μακρᾶς σιωπῆς, ἥν, εἰ καὶ πολλάκις ἐγεγράφεις, ἐμοὶ γοῦν ἐσίγας, μέχρι τὰς ἐπιστολὰς ἐδεξάμην, τὰ δὲ καὶ λίαν ἐπιτιμώσῃ, ὅτι σοι τὴν ἀρχὴν ἐνεκάλουν σιγήν. ἥσθην ἄμφω ταῦτα, μὰ τοὺς θεούς. τὸ μὲν γὰρ οὐχ ἡμαρτηκότος ἦν περὶ φίλους, τὸ δὲ μηδὲ βουλομένου τοιοῦτον δοκεῖν. ἥττημαι τοίνυν σιωπὴν ἐγκαλέσας, καὶ βουλοίμην ἂν διὰ παντὸς ἐν τούτῳ νικᾶσθαι. δέδεγμαι δέ σου τὰς ἐπιστολὰς χρόνῳ καὶ μόλις, καὶ ἥ γε παρὰ σοῦ πρώτη πρὸς ἡμᾶς ἀφῖκται δευτέρα. σὸν δ' ἂν εἴη σκοπεῖν ὡς, εἰ δοκῶν ἀδικεῖσθαι τοσοῦτον κατηγορῶ, τίς ἂν γενοίμην ὄντως παθών. 71 Στεφάνωι Σὺ μὲν ἔτι σιγᾷς, καὶ ταῦτα τὴν ∆άφνην οἰκῶν, τὸ λάλον ὕδωρ ἐκεῖνο καὶ μαντικόν· ἐγὼ δὲ