1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

37

θειοτέρας ἀεὶ τῆς ἐπιπνοίας αἰσθάνεσθαι. 148 Ἐπιφανίωι Καλῶς ἄρα ᾔδει τὸ τῶν ἐρώντων πάθος ἡ παροιμία· κἂν ἐπιορκεῖν ἐθέλω σιν, συγγνώμην αὐτοῖς ἐκ θεῶν ἐπαγγέλλεται. ἰδοὺ γάρ σοι γέγραφα, καίτοι μὴ γράφειν ὑπεσχημένος. οὕτως ἀγόμεθα τῷ πόθῳ καὶ γίνομαι ψεύ στης ἐρωτικός. ἀλλὰ γράφε πολλάκις καὶ δίδου τύπον γοῦν εἰκόνος ἀντὶ θέας τοῖς ἐρασταῖς. 149 Ἰωάννηι Ἐζήλωκά σε τῆς γονῆς, εἰ τοιαῦτα τίκτειν ἐπίστασαι· εὐδαιμόνων γὰρ πατέρων παῖδας ἀποφαίνεις εὐδαίμονας, μουσικῷ τινι νάματι τὰ θεῖα σοφῶς προφερόμενος. τοιοῦτος ἡμῖν ὁ λογιώτατος ἀφῖκται Μουσήλιος, ὃν ἐπαινεῖν ἐθέλων καὶ τὰ προσόντα μὴ λέγειν δυνάμενος μόνην τὴν σιωπὴν ἀρκεῖν ἡγοῦμαι πρὸς ἔπαινον. ἀλλ' εἴ μοί τι πίθοιο, τὴν Ἀγαμέμνονος ἐπὶ σοὶ μεθαρμόσω φωνήν, "1βάλλ' οὕτω"2 φίλε Τεῦκρε, καὶ μὴ φείσῃ φθεγγόμενος. 150 Νεστορίωι Ἔτι σιγᾷς; ἔτι τῆς τύχης γίνῃ βαρύτερος; ἡ μὲν γὰρ τῆς θέας εἰς τὸ νῦν ἀπεστέρησε, σὺ δὲ καὶ μικρῶν ἡμῖν ἐφθόνησας συλλαβῶν, μηδὲ τὸ κοινὸν δὴ τοῦτο τὸ τῶν φίλων μιμούμενος. ἀλλ' ἐγὼ μέν σε καὶ μὴ παρόντα ποθῶ, καὶ μεμνημένος εὐφραίνομαι, καὶ νῦν καιρὸν εὑρὼν οὐκ οἶδα τιμῆσαι σιγήν, ἡνίκα δή σε προσερεῖν ἐπιτήδειον. σὺ δὲ εἴ τι μὴ καὶ τοῦτο τῆς πατρίδος ἀπέλαυσας, τὸ μὴ μένειν ἐφ' οἷς δή σε πρῴην ἐπαίδευσα, μάλιστα μὲν ποθοῦ σιν ἐφίστασο. εἰ δὲ μή, μιμοῦ τὴν θέαν τοῖς γράμμασι, καὶ πείσεις ὡς τὴν ἐμὴν διδασκαλίαν τὸ τῆς χώρας οὐδαμῶς ἐνίκησε βάραθρον. οὕτως ἐπαί ρομαι πρὸς ἄνδρα, διδασκάλου φρονήματος ἀντεχόμενος. 151 Σωζομένωι Οὐ τὴν τυχοῦσαν ἡμῖν ἡδονὴν ἐνεποίησεν ὁ σοφὸς Καισάρειος τὴν σὴν σπουδὴν ἀφηγούμενος. οἷα γὰρ χρηστὸς ἀνὴρ καὶ τοῖς λόγοις συντεθραμ μένος ἀνεπίφθονον ἡμῖν καὶ καθαρὸν ἐδίδου τὸν ἔπαινον, μειδιῶν τε ἅμα καὶ συνηδόμενος ἐμοὶ τῆς γονῆς. ἐγὼ δὲ σὲ μὲν ἐμακάρισα τῶν ἐπαίνων, ἐκεῖνον δὲ τῆς προαιρέσεως, ἐμαυτὸν δὲ τῆς τύχης, εἰ τοὺς παρ' ἡμᾶς φοιτῶντας εὐδο κιμεῖν ἀνὴρ ἀγαθὸς ἐμαρτύρησεν. ἀλλ' ἐπιδίδου πρὸς ἀρετὴν τῇ σωφροσύνῃ κοσμούμενος καὶ μειζόνων ἐπαίνων ὑποθέσεις δίδου τοῖς ἀπαγγέλλουσιν. 152 Παγκρατίωι Οὕτω παρορᾷς τοὺς ποθοῦντας; οὕτω τῆς γλώττης ἐπέχεις τὰ νάματα; ἀλλ' ἐμοὶ καὶ διαγράφει τὴν ὑμετέραν θέαν ὁ πόθος, καὶ νῦν ἔγνων ὀνειρο πολεῖν ἐγρηγορότος τοῦ σώματος. ἀλλὰ δίδου σαυτὸν μέχρι γοῦν γραμμά των ἡμῖν· τοῖς γὰρ ποθοῦσι παραμυθία τὸ καὶ σμικρόν τι σύμβολον τῶν ἐρωμένων ἰδεῖν. μέμνησο δὲ καὶ τῶν λόγων ἐκείνων, ἐν οἷς ὑποσχέσεις ἦσαν ἢ θᾶττον ἐλθεῖν εἰς ἡμᾶς ἢ γράμμασι πυκνοῖς ἀνεπαίσθητον τὴν ἀπουσίαν ποιεῖν. νυνὶ δὲ κινδυνεύω γράφεσθαί σε παρὰ ταῖς Μούσαις, ὡς ὁ σοφὸς Παγκράτιος δεινὸς ἦν λέγειν ἃ μὴ ποιεῖν ἐλογίζετο. 153 Ζωσίμωι καὶ Μακαρίωι Οἱ περὶ τὸν σοφώτατον Βαβύλαν ἀφικόμενοι διηγήσαντό μοι προθύμως ἅπερ ἀκούειν μὲν εὔχομαι, πρὶν δὲ λέγειν αὐτοὺς ἠπιστάμην. ἐξ ὧν γὰρ ἐμοὶ φοιτῶντες τὴν περὶ λόγους σπουδὴν σωφροσύνῃ τρόπων καὶ ταῖς λοιπαῖς ἀρεταῖς ἐκοσμήσατε, δῆλον ἦν δήπουθεν, ὡς καὶ πρὸς νόμων χάριν ἀπαίροντες μενεῖτε πάλιν αὑτοί, καὶ πρὸς τὸ κρεῖττον ἀναδραμεῖν γένοισθέ που φιλονεικότεροι. εἰ δὲ ταῦτά μοι παρασκευάζει τὴν ἡδονήν, τί χρὴ λέγεινσὺν θεῷ δ' εἰρήσθωὅτε δικαστηρίων προβεβλημένων καὶ σώφρονι γλώττῃ τὴν εὐνομίαν προχέοντες τοὺς μὲν παρόντας χειροῦσθε τῇ πείρᾳ, τοὺς δὲ μακρὰν ἀπόντας τῇ φήμῃ; τούτων γὰρ θρυλουμένων, μικρὸν μὲν Πολυκράτης εἰς εὐτυχίαν ἐμοί, οὐδὲν δέ μοι δόξει μετὰ τῶν πολλῶν ταλάν των ὁ Κροῖσος. 154 Ζαχαρίαι ἀδελφῶι Τοὺς ἄγοντας τὴν ἐπιστολὴν οἵτινες μέν εἰσιν ἀγνοῶ, ὅτι δέ σε θαυμάζου σιν οἰκείους ἄγαν ὁρίζομαι. οὗτοι γὰρ ἰδόντες ἐμὲ καὶ συγγενοῦς χαρακτῆρος ἐλθόντες εἰς ἔννοιαν τοῦθ' ὅπερ ἦν ἐμαντεύοντο, καί τι πρὸς ἑαυτοὺς εἰπόντες καὶ κριτὰς ἀλλήλους πεποιημένοι τοῦ πράγματος ὡς ἀδελφὸς τοῦ φιλτάτου καθέστηκα. ἐπεὶ δὲ πρὸς μίαν γνώμην ἐφέροντο, προσδραμόντες ὁμοῦ προσ εῖπόν τε ἅμα καὶ εὐμενέσιν ὀφθαλμοῖς ὑπεβλέποντο, καί σε διὰ παντὸς ἐποιήσαντο θαύματος, δικαστὴν ὀρθὸν καὶ ἄρχοντα δίκαιον καὶ ὅ τι σεμνὸν ὀνομάζοντες, τῆς μὲν ἀξίας ἴσως ἐλάττονα,