1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

10

τούτους ἐκπέμψαι με φόβῳ τοῦ μὴ παρὰ σοὶ κριτῇ τοὺς ἐμοὺς ἐλέγχεσθαι παῖδας. τὸ γὰρ ἡμέτερον παρ' εὐνοοῦσι μὲν δικασταῖς τυχὸν ἴσως μέγα δοκεῖ, παρ' ἐξετάζειν δὲ βουλο μένοις ἐναντίον δόξει. ἀλλά μοι γένοιο μᾶλλον τὸ πρότερον· ὡς τὴν σὴν ἐπιστολὴν δεδιότες οἱ λόγοι "1ἔα λανθάνειν, ὦ πάτερ"2 πολλάκις ἐβόων, ἐγὼ δὲ μόλις παρεμυθούμην οἴκοθεν οἴκαδε φοιτήσειν ἐπαγγελλόμενος· "1παρ' αὑτῷ γὰρ ἔχων τὰς Μούσας οὐκ ἄν"2 ἔφην "1ὑμᾶς ζητοίη μὴ καὶ σεμνύνειν βουλόμενος"2. ἐπάγεται δὲ τοῦτο πολίτης ὑμέτερος, ᾧ τὰ Μουσῶν μέλει· ∆ωρόθεος ὄνομα αὐτῷ, καὶ Πελαγίου τοῦτον ἐπονομάζουσιν. 34 Φιλίππωι ἀδελφῶι Ὢ πόσα δύνανται καὶ μεταβάλλουσιν Ἔρωτες, καὶ βεβαιοῦσι τοῖς ἔργοις ὡς οὐδὲν αὐτῶν ἐκείνων μεῖζον ἰσχύει. ἐοίκασι δὲ λέγειν ὡς "1μάλιστα πάντων μισοῦμεν ὑπεροψίαν"2. κἂν τὴν ὀφρῦν τις ἀνασπάσῃ καὶ παρίδῃ λόγους ἐρῶντος, ἐνήλλαξαν οὗτοι τὴν τάξιν, καὶ ὁ σεμνὸς ἐκεῖνος ἐξαίφνης ἐρᾷ καὶ φθέγγεται ταπεινόν. ἀλλὰ τί μοι βούλεται ταῦτα; ἤδη μὲν πάντως ἐπίστασαι καὶ γελᾷς, ἀλλ' ὅμως τιμῆς ἕνεκα τῆς ἐκείνων εἰρήσεται. ἐμοὶ γὰρ ὁ σὸς πόθος ὅλῳ ῥεύματι προσβαλὼν εἷλκε τὸν λογισμὸν ἐφ' αὑτόν, καὶ δεινῶς ἠπόρουν καὶ οὐκ εἶχον ὅ τι καὶ γένωμαι. μίαν τοίνυν ἐδόκουν εἶναι παρα μυθίαν, εἴ τι λέξεις ἀπὼν καὶ φθεγγομένου πολλάκις ἀκούσω. ὡς οὖν ἔγνως τὸ πρᾶγμα, ξένον τι πέπονθας, οἴμοι, καὶ πρὸς ἀλαζονείαν ἐπήρθης. καὶ ἐγὼ μὲν ἤρων, σὺ δὲ παντάπασιν οὐ προσεῖχες. ἐδεόμην, καὶ ἦν μοι πλέον οὐδέν. προὔφερον τὴν συγγένειαν, ἀδελφὸν προσεῖπον, ὑπέμνησα φιλίου ∆ιός, σὺ δὲ καὶ πάλιν ἐσίγας. ἀμήχανον ἦν τὸ πρᾶγμα λοιπόν. τί οὖν καὶ γέγονεν; εἶπόν τι πρὸς τοὺς Ἔρωτας καὶ ἐδάκρυσα, καὶ παρεκάλουν ἐπὶ τὰ τόξα· καὶ πείθονται· καὶ οἱ μὲν ἔβαλλον σὺ δὲ πειραθεὶς μετεβάλλου, καὶ ὁ πρὶν ἡμῖν ἀλαζὼν ᾔτεις με γενέσθαι φιλάνθρωπον, ὅπως μὴ τῶν αὐτῶν πειραθῇς παρ' ἡμῶν, ὧνπερ ἡμεῖς παρὰ σοῦ. ἀλλ' ὦ φίλοι Ἔρωτες, ἐγὼ μὲν πείθομαι καὶ πρὶν ἀμύνασθαι διαλλάττομαι. εἰ δέ τι πάλιν νεανιεύσεται ... ἀλλ' οὐκ ἂν οἶμαι τολμήσειε. 35 Ἰλασίωι Εἰ τὰ τῶν φίλων κοινὰ παλαιὸς εἶναι βούλεται λόγος, ἐμοὶ δὲ φίλος ὁ λογιώτατος Πέτρος, καὶ σὸς ἂν εἰκότως νομίζοιτο. εἰ δὲ δικαίως τοῦτον ἀσπάζομαι, δείξει μὲν πολλάκις ἡ πεῖρα, ἡ δὲ θέα σοι τέως μαρτυρήσει τὸν τρόπον. οὗτος ὑμῶν τι δεόμενος καὶ βουληθεὶς πάντως τυχεῖν ἐμὲ πρὸς ταύ την ἐκίνησε τὴν ἐπιστολήν, νομίζων τοσοῦτόν με δύνασθαι παρ' ὑμῖν ὡς μηδενὸς ἂν εἰκότως διαμαρτεῖν. ἀλλ' εἰ μὲν ἀληθῆ νομίζει, βεβαίωσον ἔτι τὴν γνώμην· εἰ δὲ ψευδῆ, καὶ οὕτως ὑπούργησον, ἵνα μὴ δειχθῶμεν ἐν τοῖς ἄλλοις τὴν πρὸς ἀλλήλους φιλίαν πλαττόμενοι. ἔχει δὲ καὶ τὸ δίκαιον συμ μαχοῦν, ὅπερ σοι καὶ μηδενὸς αἰτοῦντος καθέστηκε φίλον. τὸ δὲ δυνάμενον ἀδικίαν κωλῦσαι περιιδεῖν ἐν ἴσῳ καθέστηκε τῷ ποιεῖν, ὅπερ τῆς σῆς γνώμης ἀλλότριον. ἴσθι δὲ ὡς πάντως ἐπινεύσεις ἢ τοῖς γράμμασι τοῖς ἐμοῖς ἢ τῇ παρουσίᾳ πειθόμενος. ἓν μόνον λυπήσεις, ἀμβλυτέραν τῇ ἀναβολῇ τὴν ἀρετὴν ἐνδεικνύμενος. 36 Ἠλίαι Τῆς ὑμετέρας δωρεᾶς ἡ μὲν πεῖρα τοὺς ἐγνωκότας, ἡ δὲ φήμη τοὺς ἄλλους εἰς θαῦμα κινεῖ, ἐμὲ δὲ ἀμφότερα πρὸς τὸ ἀνάγραπτον ἐσαεὶ τὴν ὑμετέραν ἔχειν εὐεργεσίαν. καὶ θαυμαζόμενος ἐφ' οἷς τοιούτων ἀγαθῶν ὑπηρέτης γέγονα τῇ πατρίδι, εἰς ὑμᾶς ἀνάγω τῇ μνήμῃ τῶν ἀγαθῶν τὴν αἰτίαν. ὅθεν, ἀεὶ παρὰ τὸ προσῆκον παρρησιάζομαι τὰ μικρὰ προσάγων ὑμῖν· καὶ θαυμαστὸν οὐδέν· οὐδὲ γὰρ οἱ τοῖς θεοῖς λιβανωτὸν ἐπιθύοντες πρὸς ἀξίαν τὴν χάριν, πρὸς δὲ δύναμιν τὸ δοκεῖν εὐγνώμονες ἐπιδείκνυνται. καὶ ἐπὶ τῶν ὑμῖν προσαγομένων τὰ μέγιστα τοῖς ἐλαχίστοις τὴν αὐτὴν ἔχει δύναμιν πρὸς τὴν εὐεργεσίαν μετρούμενα. 37 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Εὖγε τῶν ὑμετέρων γραμμάτων, ὡς πρὸς εὐθυμίαν ὅσην ἡμῶν οἶδεν ἐπαί ρειν τὴν γνώμην. τί γὰρ ἥδιον ἢ φθεγγομένων ἀκούειν ὅτε παρεῖναί τινας αὑτῷ φθόγγοις προσηύξατο; ὡς ἔδει μὲν καὶ πάλαι τοῦτο τὴν τύχην ἐπι νεῦσαι, γένοιτο δ' ἄν ποτε καὶ πρὸς πέρας ἔλθοι βουλομένων ὑμῶν, ὦ θεοί, ἐν ὅσῳ γε μὴν μέλλουσιν ἀνθ' ἑαυτῶν ἡμῖν χορηγεῖσθαι τὰ γράμματα. ἄλλῳ μὲν γὰρ ἐν