1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

29

ἑνὸς πάντες φιλάν θρωποι· οὗτος δὲ τῇ τύχῃ συνεπιτίθεται. ἣν γὰρ μόλις αὐτοῖς οἰκίαν ὁ δαίμων κατέλιπε, τοσούτοις χρήσταις ὑποκειμένην, ταύτην μόνος λαβεῖν ἀξιοῖ, νικῶσαν τούτου τὸ χρέος, δέον ἢ τὸν ὠνούμενον ἄγειν καὶ τοῦ παν τὸς τιμήματος τὸ προσῆκον λαβεῖν, ἢ δέχεσθαι ταύτης μέρος ὃ τοῦ χρέους ἀναπληρώσει τὸ μέτρον. ὁ δὲ τὴν τῶν ὠνουμένων πρὸς τὸ παρὸν ἀπορίαν ἕρμαιον ἡγεῖται καὶ τῆς τύχης [ἐστὶ] πικρότερος. ἀλλὰ δίδου τῷ δεομένῳ πρὸς συμμαχίαν τὴν γλῶτταν, τὸν δικαστὴν αὐτῷ παρασκευάζων φιλάν θρωπον. ὁ δὲ λυπῶν αὐτὸν πειράσθω δικαίας ἀνάγκης καὶ τῆς αὑτοῦ γνώ μης ἡμερωτέρας, ἢ περιμένειν τὸν ὠνησόμενον ἢ τῆς οἰκίας μέρος ὅσον ἀπαιτεῖ τὸ χρέος λαβεῖν, ὅπως θαυμάσωμεν καὶ σὲ τῆς συμμαχίας καὶ τῆς ψήφου τὸν δικαστήν. 112 Νόννωι Σὺ μὲν ὑμῖν τὴν ἐρωμένην ἠρνήσω, τὰ μείζω ποθῶν καὶ πρὸς ἱερωσύνην κατεπειγόμενος· ἐγὼ δέ σου τὴν καλὴν κόμην θαυμάσας ἀεί, νῦν δέδοικα μή σου παρεμποδὼν γένηται τῇ προθυμίᾳ. ἐπειδὰν γὰρ ἴδῃς παρόντα τὸν καιρὸν καὶ τὰς ᾀδομένας τρίχας μελλούσας πεσεῖν, δακρύσας, οἶμαι, τὸ πάθος οἰχήσῃ φυγών, καὶ ζητήσεις ἀνθ' ἱερέως νυμφίος ὀφθῆναι καλός. καὶ πάλιν, ἂν οὕτω τύχῃ, μνηστεύσεις κόρην, καὶ τοῦ γάμου παρόντος πρὸς ἱερωσύνην σχήσεις μεταπηδῶντα τὸν ἔρωτα. ἀλλὰ παῦσαί ποτε κύκλῳ φερό μενος, τὴν πεῖραν ἔχων διδάσκαλον, ἵνα μὴ πάλιν † μὴ γνῶν ὑποβόλων καὶ σῶν σπαδίκων ἀκούσω καὶ ὅσα νῦν ἡμᾶς ἐξεπαίδευσεν. 113 Ἱερωνύμωι καὶ Θεοδώρωι Τὴν ὑμετέραν σοφίαν ἔγνων μὲν καὶ πάλαι πανταχοῦ τῷ λόγῳ προ λάμπουσαν, καὶ ὃν ἡ θέα μὴ παρέσχεν, ἥ γε φήμη χαρίζεται, κοινῷ βοῶσα κηρύγματι τὸν πάππον ὑφηγήσει νόμων ἐπιγραφόμενον, τὸν πατέρα γλώτ της χάριτι πρὸς τὴν τῶν νόμων αὐστηρίαν τὴν ἀκοὴν ὑποσύροντα, καὶ ἐκ τούτων ὑμᾶς πάντα φέροντας, ἅπερ ἐκεῖνοι προλαβόντες ἐκ μέρους ἐνεί μαντο. ὃν οὖν ἔγνων πρῶτον τῷ λόγῳ, νῦν τῇ πείρᾳ μαθών "1εὐδαίμων"2 ἔφην "1ἡ πόλις ἐν ᾗ γένος οὕτω σεμνὸν καὶ παῖς ἐκ πατρὸς τὴν ἀρχὴν δια δέχεται· εὐδαιμόνων δὲ πατέρων παῖδες, ὅσοι τοῦ βίου τὰς ἐλπίδας ἐφ' ὑμῖν ἐποιήσαντο"2. ἀλλ' εἴθε πως ἐδυνάμην συνεῖναι καὶ τῆς σῆς ἐμφορεῖσθαι παιδεύσεως. ἀλλὰ μέγα τοῖς ἀνθρώποις εἰς πόθον ἐστὶν ἡ πατρίς, καὶ μάρ τυς Ὀδυσσεὺς τὴν Καλυψὼ παριδών, ἵνα τὴν Ἰθάκην θεάσηται· πρὸς δὲ οὐ θεμιτὸν εἶναί μοι δοκεῖ τόπον ἀλλότριον παρὰ τὸν τοῦ δικαίου σφετερίσα σθαι λόγον. τοιγαροῦν σώζοισθέ μοι τὰ συνήθη παρ' ἐμοῦ προσκυνούμενοι. 114 Ἑρμείαι Τὸ ὑμέτερον μέγεθος διὰ τῶν πρὸς ἐμὲ γραμμάτων ἰδὼν ὑμᾶς μὲν εἰκότως τῆς γνώμης ἐθαύμασα, τῇ δὲ Βηρυτίων συνήδομαι πόλει εἰ τοιοῦτον ἔχει προβεβλημένον, ὡς ἀρετῆς καὶ λόγων ποιεῖσθαι φροντίδα, καὶ ταῦτα τοῦ καιροῦ τὴν ἐναντίαν ἐλαύνοντος. ἀλλ' ὄναιο καὶ σὺ σαυτοῦ καὶ τῆς σῆς προνοίας ἡ πόλις. ἐμοὶ δὲ βαρὺ πατρίδος ὑπερορᾶν ἐξ ὑμῶν λαβόντι παρά δειγμα. εἰ γὰρ ὑμεῖς πάντα μηχανᾶσθε κοσμεῖν τὴν ἐνεγκοῦσαν οἰόμενοι, πῶς ἂν ἔχοι καλῶς ἐμοὶ μὴ ταῦτα ποιεῖν ἐφ' οἷς ὑμᾶς ἐπῄνεσα πράττοντας; ἀλλὰ καὶ εἰσποιεῖν ἐμαυτὸν εἰς τόπον ὃν εὐτύχησεν ἕτερος, τῆς λογικῆς καταστάσεως ἀλλότριον εἶναι δοκῶ. ἀλλ' εὐτυχοίης, ὦ ἄριστε, τῆς εἰς ἐμὲ καὶ τὴν πόλιν αὐτὴν προαιρέσεως. 115 Ὠρίωνι Περιττὸν οἶμαι γράφειν πρὸς ἄνδρα τὴν πρὸς ἡμᾶς λοιπὸν ὀνειροπολοῦντα καταγωγήν, ὅπως ᾄσῃ τὸν ὑμέναιον καὶ γένηται νυμφίος παρθένου καλῆς· δίκαιον γὰρ ἐρῶντι χαρίσασθαι τῆς ἐρωμένης τὸν ἔπαινον, δι' ἣν ἀπὼν τῷ σώματι ἐρωτικὰ τῇ καρδίᾳ πηδᾷς καὶ πρὸς ἡμᾶς ἀνεπτόησαι, καὶ τὰ παρ όντα σοι μικρὰ τῆς παρ' ἀνθρώποις εὐδαιμονίας ὄντως γνωρίσματα, μόνη δέ σοι πόλις τὸ τῶν σῶν παιδιῶν χωρίον εἶναι δοκεῖ καὶ τοῦ Βυζαντίου τάχα σεμνότερον. καὶ δέδοικα μὴ τοῦ πόθου πολλοῦ ῥεύσαντος μηδὲ τοῖς φίλοις χαίρειν εἰπὼν ἐξαίφνης στέλλῃ πρὸς ἡμᾶς, τοῦ πλοῦ τὸ μῆκος μεμ φόμενος. ἀλλὰ ταῦτα μὲν παιζόντων· ἐπανήκοις δέ ποτε σώφρονι λογισμῷ πρὸς παίδων γονὴν ἐπειγόμενος. 116 Ἀνατολίωι Πολλά μοι καὶ λαμπρὰ τὰ συνιστῶντα τὸν νέον. πρῶτον καὶ μέγιστον τῆς ὑμετέρας θεοσεβείας τὰ γράμματα, εἶτα πατὴρ ἀγαθός, ἐκ