1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

20

δὲ πρᾶον ἐκεῖνο καὶ ἥμερον, ὅ σοι μόλις ἐνεποίησα τὸ πρότερον, καὶ τὰς ἐπὶ σοὶ τοῦ προκόψειν ἐλπίδας φροῦδα πάντα πεποίηκας. νῦν ὡς εἰκὸς ὄρειος γέγονας καὶ οἷον ὁ τῆς χώρας βούλεται νόμος. τοιαῦτα παρὰ τῆς τύχης ἀπέλαυσας ὁ παρὰ τὴν πενίαν πάλαι φιλοσοφῶν. ὅθεν ἐμφιλοχωρεῖς τῇ πατρίδι καὶ σκοπεῖς οὐχ ὅθεν ἔσῃ σοφώτερος, ἀλλ' ὅθεν ἂν ἴδοις κομῶντα τὰ λήια. ἐγὼ δέ σε ποθῶν τοὺς Ἔρωτας μέμφομαι, εἰ μὴ δύνανται ψυχὴν μίαν ἀντερᾶν ποιῆσαι τῶν οὕτω ποθούντων. 76 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Τὰ ὑμέτερα γράμματα καὶ τὴν εἰς ἡμᾶς εὔνοιαν ἐδήλου καὶ γνώμης οὐκ ἀπήλλακτο σώφρονος, ἑκάτερον δὲ τῇ τοῦ ἑτέρου προσθήκῃ καθαρὸν ὑπεφαίνετο· οὔτε γὰρ ὡς ποθοῦντες ἁπλῶς οὕτως ἔχειν ἡμᾶς ἐβουλήθητε, ἀλλ' εἰ μὴ καὶ τὸ συμφέρον προσείη περιττὴν ἡγεῖσθε τὴν θέαν, οὔτε τῷ τοῦ μέλλοντος ἀδήλῳ περιδεεῖς γεγονότες τὴν πρὸς ὑμᾶς ἰέναι πάλιν ἀπηγο ρεύσατε, ἀλλ' ἦν καινὸς ὁ τρόπος τῆς συμβουλῆς καὶ ῥητορικῇ πρέπων ἐννοίᾳ, οὔτε τὸ καλοῦν ἔχων θρασύ, καὶ τὴν ἀποτροπὴν ὑφορώμενος. ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ κόμπου καὶ πραγμάτων ἐρᾶν καὶ τὴν ἑτέρων εὐδαι μονίαν ζηλοῦν, ὥστε καίπερ οὐ κατὰ νοῦν πράξας ἐνταῦθα, τοσοῦτον ὅμως ἐκαρτέρησα χρόνον. καὶ νῦν ἐπειδήπερ ἐπαγγέλλονταί μοι ποιήσειν τὰ μέτρια, οὐχ ἕρμαιον ἡγοῦμαι κούφαις ἁπλῶς ἐλπίσι βασιλέως πόλιν ἰδεῖν, καὶ ταῦτα τῆς ἡσυχίας ἐρῶν καὶ μίαν ταύτην εὐδαιμονίαν ἡγούμενος καὶ τοῦ Βυζαντίου πρὸς ἔννοιαν ὅλως ἐλθών, ὅπως ἐφόδιον εὕροιμι τοῦ ποτὲ πραγμάτων ἔξω γενέσθαι καὶ θειοτέρας ἀπολαῦσαι ζωῆς. πλὴν οὐκ ἐρῶν τῶν πραγμάτων τίθεμαι τὸ δοκοῦν. οὐδὲν γὰρ αἱρετὸν ὃ μὴ θεοῦ δέχεται νεῦμα, καὶ μὴ γινόμενον ἕκαστον τὸ μὴ θεὸν ἔχειν ἐπαινοῦντα δηλοῖ, ὥσπερ κἄν τι γένηται μὴ πάθει συνεζευγμένον, θεῷ πάντως ἐδόκει καὶ γέγονε. καὶ οὔτε τι μὴ δοκοῦν ἔστι γενέσθαι οὔτε γεγενημένον μὴ δοκεῖν, ὥστε εἴ τι τῶν ἐπηγγελμένων προβαίη, μένειν ὡς ἔοικε δεῖ, καὶ ἀντιλέγειν οὐκ ἔχω. εἰ δὲ λόγοι ταῦτα καὶ οἴχεται ἡ τῶν μὴ γενομένων ἀνάγκη, τὴν τοῦ θεοῦ δείκνυσι ψῆφον ὡς ὑμᾶς ἰέναι κελεύουσαν. εἰ γὰρ μή, ταῦτα πάν τως ἂν ὑπῆρξεν ἐφ' οἷς με μένειν ἐχρῆν. 77 ∆ιοδώρωι Ὤιμην σε τὴν τῶν μαρτύρων παρ' ἡμῖν ἐπιτελέσαι πανήγυριν καὶ διδόναι μόλις ἡμῖν εὐτυχῆσαι τῇ θέᾳ· σὺ δὲ κἂν ὄναρ ἴδῃς τὸν Μαϊουμᾶν, ὡς ἔοικε, δυσχεραίνεις καὶ τὸν οἰωνὸν δεδιὼς ἀποφράδα τὴν ἡμέραν καλεῖς. οὕτω σοι πάλαι καὶ πόρρωθεν τὸ μῖσος ἐνέστακται, ὡς διὰ τοῦτο μηδὲ τοὺς φίλους ἐθέλειν ὁρᾶν, καὶ διελέγχεις τὸν χρόνον αὔξειν τὸν θυμὸν μᾶλλον ἢ διελέγχειν εἰδότα. ταῦτα προὔλεγον ἀεί, ταῦτα καὶ γέγονεν. ὁρῶν γάρ σε διὰ τοὺς λυποῦντας καὶ τὸν τόπον ἀποστρεφόμενον, "1ἰοὺ ἰού"2 πολλάκις ἔφην, ὡς "1ἅπαξ ἡμῶν ἀπαλλαγεὶς οὐκ ἐθελήσεις αὖθις ὁρᾶν"2. ἀλλ' οὐδὲ Ἀχιλλεὺς τοσοῦτον χρόνον ἐθυμοῦτο τοῖς Ἀχαιοῖς, ἀλλὰ λυπήσας ἀπὼν εἶξεν αὖθις ὡς ἔδει καὶ μετεβάλετο. χάριν δ' οὖν ὅμως οἶδα τῇ Τύχῃ ὅτι μὴ Θέτιν ἔχεις μητέρα· πάλαι γὰρ ἂν ηὔξω καὶ ἀπολώλειμεν. 78 Εἰρηναίωι Τοῖς περὶ Ζώναιον τὴν ἐμὴν εὔνοιαν ἐνεποίει, τὸ μὲν πρῶτον ὑμεῖς, μετὰ δὲ τὴν πεῖραν τῶν νέων ἡ φύσις. καὶ τῶν πρώτων διὰ σὲ τυχόντες, τὸ τελευ ταῖον οὕτω μοι δι' αὑτοὺς ἐνεποίουν τὸν ἔρωτα. κοσμεῖ γὰρ αὐτοὺς τὸν μὲν τρόπον σπουδή, τὴν δὲ σπουδὴν οὐκ ἐλέγχειν οἶδεν ἡ φύσις, ὥστε εἰ μὴ προμηνύσας ἔτυχες, ἴσως ἂν ἐμαντευσάμην ὡς πρὸς σὲ τὸ γένος συν άπτουσι, τῷ χαρακτῆρι τῆς φύσεως στοχασάμενος. ἀλλ' εὖ γε τοῦ σοῦ γένους εἰ τὰ τοιαῦτα τίκτειν ἐπίσταται. τὴν μὲν οὖν ἐμὴν γνώμην ἐρρωμένην ἴσθι τοῖς νέοις· εἰ δὲ καὶ δύναμιν ὑπουργοῦσαν ἔχω τῇ προθυμίᾳ θεῶν ἐν γούνασι κείσθω. 79 Εὐσεβίωι καὶ Ἠλίαι Ἐγὼ καὶ παρόντας ὑμᾶς ἡδέως ὁρῶν καὶ ἀπόντων ἀεὶ μεμνημένος οὐκ ᾠήθην δεῖν σιγῇ τὸν καιρὸν παρελθεῖν· ἀεὶ μὲν γὰρ ὑμῖν ἐπιστέλλειν ἡδύ, τὸν δὲ κοινὸν παῖδα μὴ μετὰ γραμμάτων προπέμπειν οὔτ' ἂν ὑμεῖς ἐπῃνέ σατε, κἀγὼ ποιεῖν ᾐσχυνόμην. ἕως μὲν οὖν μοι παρῆν, σπουδῆς αὐτῷ χάριν ἐδόκουν καὶ φύσει γεγονέναι πατήρ· νυνὶ δὲ τὴν ἐξ ἡμῶν ἰόντι μόνον εὔχεσθαι δύναμαι διηγουμένων ἄλλων ἀκούειν, ὡς οἷον ἐβούλου τὸν νέον θεὸς ἐπ ένευσεν