1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

33

φάρμακον, ἐπιστολαῖς ἀνακοινοῦντες τὸν πόθον καὶ τὴν παρουσίαν τρόπον τινα τοῖς γράμμασι μηχανώμενοι. 128 ∆ιοδώρωι Τὸ πολυθρύλητον δεξάμενος πρόσταγμα, περὶ οὗ πάλαι πάσας ἀφῆκα φωνάς, σιωπὴν ἦγον, οὐ μετὰ τὸ τυχεῖν ἀμνημονεύσας τῆς χάριτος, οὐδὲ τῆς Γεροντίου μούσης κληρονομῶν· μόνοις γὰρ ὑμῖν τὸ πλεονέκτημα παρέσχεν ἡ τύχη. καὶ τίς μὴ ἐκεῖνον ἰδὼν δι' ὑμῶν ἀποπληρώσει τὸν πόθον; ὥσπερ δι' ἀκριβοῦς εἰκόνος πρὸς τὸ παράδειγμα καλῶς ἀναγόμενος; σιωπῇ τὴν χάριν ἐτίμων, ἵνα μὴ λέγων ἔλαττον οὗ βούλομαι τύχω φθεγξάμενος. καί σοι κείσεται χάρις ἀνάγραπτος παρ' ἐμοὶ μᾶλλον ἢ παρὰ Πέρσῃ βασιλεῖ τιμᾶν εἰδότι προδοσίαν καὶ Παυσανίαν μηδίζοντα, εἰ καὶ τὰ μάλιστα τυχεῖν πάντως ἐθέλων, ὦ βέλτιστε, καὶ πρὸς ἔργον ἐνέγκας τὴν γνώμην, ἐλεεινὴν ὑπὲρ ἡμῶν ἀφῆκας φωνὴν καὶ πόρρω λίαν ἡμετέρου φρονήματος· παρὰ γὰρ αὐτῷ τῷ δικαστῇ πτωχοὺς ἡμᾶς ἀπεκάλεις. ἐφ' οἷς ἠγανάκτησα μάλιστα, εἰ τοσοῦτον κέχηνας πρὸς τὴν ὕλην, φιλοσοφίας ὕψους ἀποπεσών, ὡς χρη μάτων χάριν ἀγεννῆ καὶ ταπεινὰ προσφέγγεσθαι ῥήματα, καὶ μήτε τὴν ἐμὴν ἀξίαν σκοπεῖν. μήτε τὸν σοφώτατον ∆ιογένην, ὃς ἐν ψιλῇ τῇ πήρᾳ τὸν μέγιστον πλοῦτον ὡρίζετο. ἀλλὰ γενοῦ μόλις ἐλεύθερος, σμικρόν τι χρῆμα πρὸς τὴν ἀρετὴν τὴν οἰκουμένην ἡγούμενος. 129 ∆ιοδώρωι Τοῖς περὶ φιλίαν ἐσπουδακόσιν ἀρκεῖν ἡγοῦμαι τὴν εὔνοιαν καὶ τὸ ταῖς τῶν συνήθων χρείαις ὑπουργεῖν ἑτοιμότερον, τὸ δὲ καὶ προσαναλίσκειν οἴκοθεν οὔτ' ἄλλως δίκαιον οὔτε τῷ δεξαμένῳ τὴν χάριν καλόν. ὁ γὰρ ἅπαξ ζημιωθεὶς περὶ δευτέραν χρείαν καθέστηκεν ὀκνηρότερος. ὅπερ εἰ καὶ μὴ πάθοιτε, νόμῳ φιλίας ἀεὶ βεβαιούμενοι, ἀλλ' οὖν ἐγὼ τοῦ γράφειν ὑπὲρ τῶν δοκούντων ὑπ' αἰδοῦς ἀνακόπτομαι. ὅθεν εἴ με βούλεσθε τῇ πρὸς ὑμᾶς παρρησίᾳ χαίρειν ἀεί, οὐκ ὀκνήσετε χρέος λαβεῖν ὀφειλόμενον. 130 Μαρκέλλωι Τῶν παρόντων γραμμάτων οὐ θράσος αἴτιον, οὐδὲ τὸ μὴ μένειν ἐπὶ τῶν οἰκείων ὅρων εἰδέναι, ἀλλ' ἀνὴρ θεῷ τε φίλος καὶ πάσης ἀνάπλεως ἀρετῆς, ὃν οὐ πέπεικε τὰς πρὸς ὑμᾶς ὑποσχέσεις ὑπερορᾶν οὐ τὸ νῦν ἐξ Αἰγύπτου μόλις ἐλθεῖν, οὐ φροντιστήριον εὐπρεπές, οὐ χειμὼν ἀπειλούμενος, οὐ πέλα γος ἐμποδών, οὐχ ὁδοιπορία μακρά, ἀρετὴν δὲ μίαν εἰδὼς τὸ πληροῦν ἔργῳ τὰς ὑποσχέσεις καὶ πρὸς ἅπαντας ὁμοίως γίνεσθαι παραπλήσιον, ὅλος ὁρᾷ πρὸς ὑμᾶς. ἀλλὰ καὶ θᾶττον ἰέναι παρ' ἡμᾶς καταγγέλλεται, καὶ πέπεισμαι ῥᾳδίως, ἐκ τῶν πρὸς ὑμᾶς ὑποσχέσεων τὴν πεῖραν λαβών. ὑπόλοιπον τοίνυν ὑμῖν κρατεῖσθαι, καὶ πρέπον ἂν εἴη μὴ κρατεῖν ἐθέλειν ἄνδρα μηδὲν οὕτω δεινὸν ἡγούμενον, ὡς τὴν τοῦ παραβαίνειν ἀνάγκην ἅπερ ἐπήγγελται. πέμπε τοίνυν τάχος τὸν ἄνδρα τὴν ὑμετέραν φιλανθρωπίαν πρὸς ἡμᾶς ἀφηγούμενον. 131 Σαβίνωι Σὺ μὲν ὡς ἐπ' ὀνείδει πενίαν προφέρεις ἐμοί, καὶ θηρίον ἐξωλέστατον εἶναί σοι τὸ χρῆμα δοκεῖ, καί, τὸ δὴ μέγιστον, Ἶρος ἐγὼ παρὰ σοὶ καὶ τῶν καθ' ἡμέραν ἴσως ἐπιδεής· καὶ τί γὰρ οὐκ ἂν εἴποις ἀρετῆς ὁμοῦ καὶ φιλοσοφίας ἐκπεπτωκώς, ἐλεῶν μὲν ἅ γε θαυμάζειν ἐχρῆν, μεγάλων δέ τινων ἐστερῆσθαι νομίζων τὸν ὑψηλόν τε καὶ κοῦφον καὶ μὴ τῷ βάρει τῆς ὕλης πρὸς τὰ κάτω φερόμενον; τῇ γαστρὶ γὰρ τὴν εὐδαιμονίαν μετρῶν καὶ δόξαις ἀνθρώπων προσκείμενος ἐκμισθοῖς μὲν εἰς ἃ μὴ θέμις τὴν γλῶτταν, κυκᾷς δὲ τὰ δικαστή ρια, πάρεργον δέ σου τῆς ἀπάτης οἱ δήμιοι. πλουσίων δὲ θύρας ἀράττεις, κἄν τις ἑστιᾶν οἶδε καλῶς, ἀπεῖπεν ὑπὸ σοῦ θαυμαζόμενος. ἑορτὴ δέ σου λαμπρὰ ἐσθὴς ποικίλη καὶ βάδισμα σοβαρὸν καὶ βλέμμα τῇδε κἀκεῖσε χεόμε νον, καὶ πανταχοῦ σοι τὰ ὦτα, καθάπερ ὁ Μίδας, εἴ πού τι φθέγξαιτο γύναιον τὴν σὴν σκηνὴν ἐκπληττόμενον. ἀλλὰ μέχρι δὴ τίνος ὕπνῳ μακρῷ πεδη θεὶς οἷά τις Ἐνδυμίων πρὸς ἀρετὴν οὐκ ἀνίστασαι; παῦσαι λοιπὸν πρὸς τὸ σωμάτιον κεχηνὼς καὶ κατὰ σαυτοῦ τρέφων τὸ δεσμωτήριον. παῦσαι χρυ σίον ὀνειροπολῶν καὶ ἀργύρου πλῆθος ἀεὶ φανταζόμενος καὶ πολλὰς ἀρχὰς τῇ διανοίᾳ περινοστῶν. τὰ ἔνδον οἷα μηδενὶ τῶν φίλων. ἀλλ' αὐτομόλησον πρὸς ἡμᾶς εἰ δοκεῖ, καὶ τὴν κοινὴν θεὸν τὴν Πενίαν προσκύνει καὶ φιλοῦσαν ἐπίγνωθι. καὶ γὰρ σὲ περιέπει μᾶλλον ἤπερ ἡμᾶς, καὶ