1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

40

ἀνακόψαι δρόμον ἐπὶ μεῖζον ἀεὶ χωροῦντα καὶ πρὸς ἀκμὴν ἐπειγόμενον. νυνὶ δέ σου καὶ λίαν ἥσθην τοῖς γράμμασιν, οὐ τοὺς ἐπαίνους σκοπῶνἦ γὰρ ἀνέπτην μετέωρος τοῖς σοῖς λόγοις παντα χοῦ μεθιπτάμενοςἀλλ' ὅτι παῖδα καλεῖν ἐκ τῶν Μουσῶν εὐτυχήκαμεν. καὶ γὰρ οὕτως ἐπὶ ψευδῆ τὴν γλῶτταν κινῶν τίς ἂν γένοιο τῆς ἀληθείας ἐπειλημμένος; ἥσθην δέ σοι καὶ σαυτὸν ἐπισκώπτοντι διότι χρημάτων ἀπλήστως ἐρῶν καὶ μέχρι τῶν ἐμῶν λόγων τὴν ἐμπορίαν ἐξέτεινας. ἀλλὰ πλήρου τὴν δεξιάν, εὐτυχέστατε, καὶ μετρίως οἴσω τοὺς λόγους ὠνίους θεώμενος. πλὴν ὅρα μὴ καὶ δίκην ὑπόσχῃς, προαπαιτήσας οἴκοθεν, ὅτι μου παῖδας ἀπρεπεῖς δημοσιεύειν ἐτόλμησας. 163 Κληδονίωι Εὖγε τῆς ἐν τοῖς γράμμασι χάριτος καὶ γλώττης ἀκωλύτως ῥεούσης καὶ λέγειν δυναμένης ὅσα καὶ βούλεται. ὅπου γὰρ ἐμὲ τὸν μικρὸν ἐν λόγοις καὶ τὴν τέχνην μέχρι τοῦ σχήματος περικείμενον τοσοῦτον ἦρας ἄνω, ὡς ἀπο ρεῖν με λοιπὸν μή ποτε πρὸς ἄλλους γράφων εἶτά σου κατὰ λήθην προσ ηγορίαν ἐπέγραψας, τί οὐκ ἂν ῥᾳδίως εἴποις βουλόμενος; καί μοι δοκεῖς τοσοῦτον κεκινηκέναι τὴν γλῶτταν, δηλῶσαι θέλων ὡς ἀπαιτήσεις παρ' ἐμοῦ τὸ παιδίον οὕτω λέγειν δυνάμενον. ὅθεν μοι καὶ τοσοῦτον ἀγῶνα πεποίηκας, ὥστε μικροῦ δεῖν καὶ τὴν τοῦ διδάξειν αὐτὸν ἀνεδυόμην ὑπό σχεσιν, εἰ μή με λογισμὸς εἰσῆλθεν, ὡς τὴν τοῦ πατρὸς φύσιν λαχὼν ἐκ τῶν εἰκότων ὁ νέος νικήσει τὴν ἐμὴν διδασκαλίαν, τὸ λεῖπον ἐκ ταύτης οἴκοθεν παρεχόμενος. ὥστε σοι καιρὸς μὴ παρ' ἐμοῦ τὸ πᾶν ζητεῖν, ἵνα μὴ πρὸς τὰς εὐθύνας ἀπορῶν σιωπήσωμαι. τὴν δὲ πρὸς αὐτὸν εὔνοιαν τοσαύτην κατ επαγγέλλομαι, ὅσην ἂν αὐτὸς παρέσχες, εἰ διδάσκων ἐτύγχανες· προσ εφέλκεται γάρ με πρὸς ταύτην ὁ νέος, τῇ φύσει τὴν σπουδὴν ἐφάμιλλον παρ εχόμενος. 164 Γεσσίωι Τῆς μέχρι νῦν, ὦ λῷστε, πρὸς τὸ γράφειν ὁρμῆς Σωκρατικῶς εἰπεῖν δαι μόνιόν τι πέφηνεν ἐναντίωμα, νοσήμασιν ἡμᾶς ἐξ ἄλλων ἄλλοις περιβάλλον, οἷα δὴ συμβαίνει τῆς παρούσης ἡμᾶς ἀπολαύειν ζωῆς. μυρίων γὰρ ὄχλος κακῶν τὸν τῶν ἀνθρώπων οὐκ οἶδ' ὅπως ἐκληρώσατο βίον· καὶ τὸν μὲν πενία παρενοχλεῖ, τὸν δὲ πάθη παρατείνει ψυχῆς, ἄλλῳ διάκειται τὸ σῶμα κακῶς, ἕτερος παιδίον οὐκ ἔχων θρηνεῖ, ὁ δὲ τοὺς ὄντας ὀδύρεται. καὶ τί δεῖ λέγειν γυναικῶν καὶ παίδων ἀποβολήν, ἅπερ ὑμῖν οὐχ ὡς ἔδει γνῶναι τῇ πείρᾳ παρέσχεν ἡ πεῖρα; καὶ μακρὸν ἂν εἴη τῷ λόγῳ περινοστεῖν ἃ πρόκει ται τῇ θέᾳ καὶ δείκνυσιν ἡμῖν ἐπὶ τῶν ἔργων ὁ βίος, οὕτως ἄγοντος τοῦ θεοῦ τὰ ἡμέτερα, ἐμοὶ δοκεῖν, ὅπως ἀβουλήτων πλήθει περιπεσόντες τῶν ἐπὶ γῆς μηδαμῶς ἀντεχώμεθα μηδὲν ἐχόντων ἑστηκὸς καὶ ἀκίνητον, ἀλλὰ καταλιπόντες τῶν συμφορῶν τὸ χωρίον πρὸς ἑτέραν ζωὴν ἐπειγώμεθα, ἐπ' αὐτὸν ἀναπτάντες τῇ διανοίᾳ τὸν οὐρανόν, εἰ καὶ μένειν ἔτι τὸ σῶμα βιάζεται, μηδὲ θρηνῶμεν τὸν ἀπελθόντα τῶν ἐντεῦθεν δεσμῶν φανέντα μόγις ἐλεύθερον. ἐπαινῶ γὰρ τὸν εἰπόντα, ὅστις ποτὲ ἦν ὁ τοῦ λόγου τούτου πατήρ, ὡς "1ἀρχῆθεν μὴ φῦναι τοῖς ἐπὶ γῆς ἄριστον, φύντα δ' ὅτι τάχιστα πύλας Ἀΐδαο περῆσαι"2. ὅπερ ἡ σκηνὴ παρασπάσασα δεῖν ἡμᾶς φησὶν ἐπὶ σύλ λογον ἰόντας "1τὸν φύντα θρηνεῖν εἰς ὅσ' ἔρχεται κακά"2. τί οὖν ἔτι θρηνοῦμεν ἐκ τῆς τοῦ βίου ζάλης ἀσφαλῶς τοὺς φιλτάτους προπέμψαντες, πρὶν ἐν πείρᾳ γενέσθαι τῶν ἐντεῦθεν κακῶν, τί δὲ πρὸς τὸ δοκοῦν ἡμῖν τὸ θεῖον εἶναι βουλόμεθα, δέον τοῦτο κρίνειν καλόν, ὅπερ ἂν ἐκείνῳ δοκῇ; τοιοῦτος ἦν ὄντως ὁ τὸν πολὺν ἐκεῖνον Πυθαγόραν ἐζηλωκώς, ὅστις γε δὴ πρὸς τὸν ἐν εὐχῆς εἰπόντα μέρει "1δῴη σοι ὁ θεὸς ἅπερ ἂν τύχῃς βουλόμενος"2, "1εὐφήμει"2 φησίν, "1ἀλλὰ βουλοίμην ἅ γε δίδωσι"2. πολλὰ γὰρ ἡμῖν γενέσθαι πολλάκις εὐξάμενοι, εἶτα μὴ τυχόντες, ἔγνωμεν ἐκ τῶν ἔργων ὡς δεόντως οὐ γέγονε, πολλῶν δὲ καὶ κατὰ γνώμην δῆθεν τυχὼν μικρὸν ὕστερον ἐμεμψάμην τὴν τύχην ὅτι καὶ γέγονεν. οὕτως ἄρα πρὸς μικρὰ βλέποντες ἄνθρωποι τὴν φύσιν οὐκ ἔχουσι διαρκῆ, καὶ ἅπερ ἂν μέλλῃ καθάπαξ λυσιτελεῖν ἠγνοήκαμεν. τοιγαροῦν παραχωρεῖν ἀνάγκη τῷ κρείττονι σοφῶς ἄγοντι τὰ ἡμέτερα, κἂν ἡμῖν ἀγνοῆται τὰ δόγματα. 165 Μουσαίωι Ὁ λογιώτατος Παλλάδιος χρυσὸν