1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

17

μέλλων ἀνάγεσθαι, κατέλυε μὲν παρά τινι τῶν ἐπιτηδείων, ὥσπερ εἰκός, μέχρι πλοῦς γένηται. πιστευθεὶς δὲ νόμῳ φιλίας καὶ πρὸς πολλαῖς ἑτέραις καὶ ταύτην τὴν χάριν λαβών, τοῦ ὑποδεξαμένου διώρυξε τὴν οἰκίαν, καὶ ὧν εἶχε χρη μάτων τοῦτον ἐγύμνωσε. καὶ ἵνα λάθῃ τὰ τῆς ὑποψίας, κλεὶς μὲν ἦν αὐτῷ πρὸς τὴν ἐπιβουλὴν εὐτρεπής. ταύτῃ δὲ διανοίξας καὶ ἅπερ εὗρε λαβών, πάλιν τῷ κιβωτίῳ τὸ παλαιὸν ἐπέθηκε σχῆμα. ὡς δὲ μόλις αὐτὸς ἀνήχθη, καὶ πρὸς τὰ δοκοῦντα κεῖσθαι χρεία τὸν κεκτημένον ἐκάλει, ἦλθε τὸ δρᾶμα πρὸς ἔλεγχον, καὶ τοῖς τεκμηρίοις ἀντιλέγειν οὐκ ἦν. τοιούτων καὶ Μενέλαος τῶν ξενίων ἀπέλαυσεν, ἀντ' ἀμοιβῆς τινος τὴν Ἑλένην ἀφῃρημένος. ταῦτα γράφειν ἐπήρθην, ἵνα μὴ δι' ὑμῶν πιστευθεὶς ἕτερα τοιαῦτα τὸν πιστεύ σαντα δράσῃ, καὶ μέμψηται μὲν ὑμᾶς ὁ παθών, ἐμὲ δὲ πάντως ὑμεῖς. 62 Τοῖς αὑτοῦ ἀδελφοῖσ Πάλιν ἥκει καιρὸς γράμματα πρὸς ὑμᾶς ἀπαιτῶν, καὶ πάλιν εὐτυχεῖν νενομίκαμεν. τίς γὰρ ἂν ἡμῖν γένοιτο βίος τοῦ λέγειν τι πρὸς ὑμᾶς καὶ γράφειν ἐστερημένοις; εἰ δὲ καὶ τῶν ὁμοίων τύχοιμεν παρ' ὑμῶν, Ἡράκλεις ὅσον ἡμεῖς εὐτυχήσομεν. οὐκοῦν μὴ μέλλετε πρὸς ἔργον ἄγειν τὸν πόθον, ἵνα μὴ νόμον Ἔρωτος ἀτιμάσαντες τῶν ἐκείνου βελῶν πειραθῆτε· δεινὸς γὰρ ὁ θεὸς καὶ βέλη κινεῖν καὶ τόξον αἴρειν, καὶ σκοπὸν ποιεῖται τοὺς ἀτιμάζοντας ἐραστήν. 63 Ἀθηνοδώρωι ∆εξάμενος τὸ βιβλίον ὑμῖν μὲν χάριν ὡμολόγουν εἰκότως, ἐμαυτῷ δὲ συν ηδόμην εἰ τοιούτους ὄντας ὑμᾶς πρὸς φιλίαν ηὐτύχησα. καὶ μή με βαλέτω λίθῳ τραχεῖ φθόνος, ὡς τῷ Πινδάρῳ δοκεῖ. ηὐχόμην δὲ καὶ τῇ Τύχῃ δύνασθαί μέ ποτε πρέπουσαν ὑμῖν ἀνταποδοῦναι τὴν χάριν. ἡ δὲ ταχέως δίδωσι τὸν καιρόν, οἷον σύ τε ἐβούλου κἀγὼ πάλαι ζητῶν νῦν μόλις ἐτύγχανον· τὸν γὰρ ἔχοντα τὴν καθόλου πέπεικα τοῦτό σοι τὸ μέρος ἀποδόσθαι οὗ καὶ τυγχάνεις δεόμενος. εἰ μὲν οὖν ἔλθοις ὡς ἡμᾶς, θᾶττον ἂν λάβοις τὸ κτῆμα περὶ τῆς τιμῆς τὰ μὲν πείσας τὰ δὲ πεισθείς, ὡς ὁ τῆς ἐμπορίας βούλεται νόμος· εἰ δὲ μή, αὐτὸς ἥξει πρὸς σὲ καιροῦ καλοῦντος, ὡς ἡμῖν ἐπηγγείλατο. 64 Σοσιανῶι Ὁ θαυμάσιος Ἀλφαῖος ἀπήγγειλέ μοι τοιοῦτόν σε περὶ αὐτὸν γεγενῆσθαι, οἷον αὐτὸς μὲν ἐβούλετο, ἐγὼ δὲ προσεδόκων, σὲ δὲ προσῆκεν ὀφθῆναι. ἐγὼ δὲ τούτων ἀκούσας ἥσθην μέν, πῶς γὰρ οὐκ ἔμελλον; οὐ μὴν ἤδη μοι καὶ θαυμαστὸν ἐδόκει τὸ πρᾶγμα· εἰ δὲ βούλει, καὶ προλαβὼν διηγούμην ὑπογράφων οἷος περὶ τοῦτον ἐγένου, ὡς ἐκεῖνον ἀποροῦντα λοιπὸν ὅ τι καὶ λέγοι ἅμα γέλωτι σιωπᾶν καὶ εὐδαίμονά με τῆς φιλίας ἀποκαλεῖν. ἀλλ' ὅπως τὴν ἴσην σπουδὴν εἰσενέγκῃς περὶ ὧν ὑμῶν ἐδεήθη παρών, ὅπως αὐτὸς μέν μοι χάριν εἰδείη, ἀμφότεροι δὲ πάλιν ὑμῖν. 65 Ζαχαρίαι Τὴν παρ' ὑμῶν ἐδεξάμην ἐπιστολήν, ὅπερ ἔδει μὲν καὶ πάλαι γενέσθαι, ὅμως δ' οὐδὲ νῦν γενόμενον ἀπήμβλυνέ τι τῆς χάριτος. τοιοῦτόν τι τῶν ἐρώντων τὸ πάθος· ἐπειδὰν μὲν ἀτυχῶσι, δυσχερὲς αὐτοῖς τὸ πρᾶγμα δοκεῖ καὶ φέρειν οὐ δύνανται· ἡνίκα δὲ λάβωνται τοῦ ποθουμένου, ὡς μηδὲν παθόντες τῶν προλαβόντων πόνων ἐπιλανθάνονται. ἀλλ' ὅπως μὴ νῦν τοῦτο μαθὼν πρίν τι γράφειν αὖθις ἡμᾶς ἀνιάσῃς τῇ σιωπῇ· οὐδὲ γὰρ βουλοίμην ἔγωγε πολλὰ παθὼν εἶτα πάλιν εὐφραίνεσθαι. οὐδὲ γὰρ ἂν οἱ ∆ελφοὶ ὅλως αὐτῶν ἀπεῖναι τὸν Πύθιον ἕλοιντο, εἰ καὶ παρόντος εὐθὺς ἑορτὴν ἄγουσι τὴν ἐπιδημίαν Ἀπόλλωνος. 66 Νεστορίωι ∆ιεψεύσθημεν ἐλπίδος μακρᾶς μὲν καὶ τῷ χρόνῳ λυπούσης, ὅτι μὴ τὸ πέρας ἐδέχετο, ηὔφραινε δὲ ὅμως καὶ μετριωτέρους ἐποίει· τὴν γὰρ σὴν ἐπιστολὴν εἰς μνήμην ἄγουσα παρεῖχεν ἐννοεῖν ὅτι δὴ θᾶττον ἡμῖν ἐπαν έλθοις. νυνὶ δὲ καὶ τῆς ἐλπίδος αὐτῆς ἐκπεσόντες πῶς ἂν ἔχοιμεν φέρειν μετρίως; ἀλλ' ὦ Τύχη, Τύχη, τραγῳδήσω γάρ τι μικρὸν εἰς παραμυθίαν τῆς λύπηςτί σε τοσοῦτον εὐφραίνομεν ἀνιώμενοι; ὤφελες γὰρ ἢ μὴ συναγαγεῖν εἰς πόθον ἀνθρώπους ἢ γοῦν ἀπολαύειν ἀλλήλων ἐᾶν καὶ μὴ χωριζομένοις ἐφήδεσθαι. ἀλλὰ γὰρ ξένον οὐδέν, ὦ φίλε Νεστόριε, ἀνθρώπους ὄντας ἡμᾶς τοιούτων πειρᾶσθαι, ἀλλ' ὑποκύπτειν δεῖ τὸν αὐχένα καὶ ζυγὸν ἀνάγκης ὑπομένειν ἑκόντας· οἱ γὰρ ἑκούσιοι πόνοι τοῖς κάμνουσι μετριώτεροι. 67 Νηφαλίωι Εἰς ὅσον ἥκει τῆς ἀπορίας ὁ