1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

2

οὗτος ἀκούειν. ἀλλὰ τί μοι βούλεται ταῦτα; πάντως μὲν ἤδη μανθάνεις, οὐδὲν δὲ ἧττον ὅμως εἰρήσεται. ἐμοὶ δοκεῖς ὡς ἄρα τὴν σὴν ψυχὴν ὄντως οἰκοῦσιν αἱ Μοῦσαι· εἶτα κάτοχος ὢν ταῖς θεαῖς βίον ἔχεις αὐταῖς ἀνειμένον, καὶ οὐδέν σοι θαυμαστὸν ὅ τι μὴ βιβλία καὶ λόγοι καὶ ὅσα ψυχὴν ἐπὶ τὸ κρεῖττον ἀνάγει. ἐντεῦθεν ἡμῖν ἐπεξενώθης, ἀρχὴν φιλίας ποιησάμενος πρέπουσαν οἶμαι σαυτῷ. ἀλλὰ γὰρ εἴθε μὴ τῆς ἐφ' ἡμῖν ἐλπίδος διήμαρτες, ἀλλ' ὅπερ αἰτεῖς βιβλίον, τοῦτο δὲ ἦν παρ' ἡμῖν. οὕτω γὰρ ἂν σὺ μὲν εἶχες ἀεὶ τὸ ποθούμενον, ἐμοὶ δὲ μέγιστον ἦν τὸ δοκεῖν ὑμῖν κεχαρίσθαι. νυνὶ δὲ ὄμνυμι οὐ τὴν πλάτανον τὴν Σωκρά τους ἀλλὰ τοὺς λόγους αὐτούς, μήπω γε τετυχηκέναι τοῦ κτήματος, καίτοι πλεῖστον ἤδη χρόνον ἐρῶντα. μικρὸν δὲ ὕστερονἀλλὰ σὺν Ἑρμῇ καὶ Μούσαις εἰρήσθωἐκ τῆς Ἀλεξάνδρου κομισθήσεται. τοῦτο γὰρ ἐκεῖθεν ἡμῖν οἱ προσταχθέντες ἐπέστειλαν. ὅπερ εἰ πρὸς ἔργον ἐκβαίη, ὄψει με πάν τως αὐτόματον ὑμῖν προσιόντα περὶ τοῦ μεταδοῦναι ὡς εἰ καὶ αὐτὸς λαβεῖν ἐβουλόμην. 4 Γερμανῶι Ὅσον οἱ ἀγαθοὶ λυποῦσιν ἄνδρες πεῖραν αὑτῶν παρέχοντες καὶ ἀφιστά μενοι τῶν ἐγνωκότων, νῦν ἔργῳ μαθὼν διηγοῦμαι τοῖς ἄλλοις. ὑμᾶς γὰρ ᾔδειν μὲν καὶ πρὶν εἰς λόγους ἐλθεῖν. εἰ δὲ θαυμάζεις ὁπόθεν, διδασκάλους εἶχον ὅσοι πειραθέντες ἐθαύμαζον. ὡς δὲ κἀγὼ συμμείξας ἐμάνθανον, χάριν μὲν ὡμολόγουν τῇ τύχῃ, πάλιν δὲ ταύτην ἐμεμφόμην εἰ τοσούτου γεύσασα πράγματος ἄκρῳ δακτύλῳ φασίν, εἶτα τὴν ἡδονὴν ἀφαιρήσεται. καὶ οὐ τοσοῦτον ηὔφρανε τὸ παρόν, ὅσον αἱ τοῦ μέλλοντος ἐλπίδες ἐλύπουν. ἐλογιζόμην γάρ, ὅτι δὴ θᾶττον ἡμᾶς οἰχήσῃ καταλιπών. τοῦτο δὲ καὶ γέγονε καὶ συμβὰν λυπεῖ, καὶ ἀποροῦμαι τῷ πράγματι, σὺ δὲ φιλονεικεῖς ἐπὶ τὸ μεῖζον ἡμῖν ἐξάπτειν τὸν ἔρωτα καὶ πόρρω γενόμενος. τῇ γὰρ εἰς ἐμὲ σπουδῇ καὶ τὰς ἐμὰς ἐλπίδας ὑπερβάλλων ἐνίκας. ἀλλ' εἴθε γάρ τις θεῶν εὐμενὴς ἡμῖν γένοιτο καί σε θᾶττον ὡς ἡμᾶς αὖθις ἐνέγκοι. 5 Ἰωάννηι Εἰ τῆς περὶ φίλους ὀλιγωρίας ἦσαν γραφαί, καί μέ τις εἰσῆγεν εἰς δικαστή ριον αὐτὸ δὴ τοῦτο κατηγορῶν, ὡς ἀδικοίην οὐ μετρίως, ἐν οὐδενὶ φίλον ποιούμενος, οὐκ ἂν ἄλλως ᾤμην τὴν νικῶσαν λαβεῖν ἢ σὲ παρεχόμενος μάρτυρα τὸν νῦν οἶδ' ὅπως ὀφθέντα κατήγορον· οὕτω μοι παρ' ἐλπίδας ἐξέβη τὰ παρὰ σοῦ, εἰ βραχύ τί σε πρᾶγμα διστάζειν ἐπ' ἐμοὶ παρεσκεύασεν. ἐγὼ γὰρ οἶδα καὶ μὴ φίλους πυκνὰ δὴ τοῖς γράμμασι βάλλοντας, ὅταν λανθάνειν ἐθέλωσι, καὶ φίλους σιωπῶντας, ὁπότε τῇ μνήμῃ τῶν ἀπόντων ἀρκούμενοι πρὸς ἑτέρους ἠσχόληνται. οὔκουν οὔτε τὸ γράφειν εὐνοίας, οὔτε τὸ σιωπᾶν ἐγκλήματος, μὴ τῆς γνώμης βεβαιούσης ἑκάτερα. οὐκοῦν ταῦτα παρεὶς ἐκεῖνα δὴ σκόπει, εἰ μηδέν μοι τῶν ὑμετέρων δίδωσι λήθην, εἰ διὰ παντὸς ἄγω λόγου καὶ θαύματος ὥσπερ ἐπὶ τῇ μνήμῃ κοσμούμενος, εἰ τὸν Ἰωάννην εἰπὼν τὸν γλυκὺν πάντως τῷ λόγῳ προσέθηκα. ταῦτα σκοπῶν ἀγαπήσεις σιωπῶντα μᾶλλον ἢ φθεγγόμενον ἕτερον, εἰ καὶ τὸ ∆ωδώνης αὐτῷ χαλκεῖον ἐπὶ τῆς γλώττης ἠχεῖ. ἀλλ' ὅπως μὴ ταύτην ἀπολογίαν ἔχειν ἡγούμενος σιωπήσῃς· εἰ δὲ μή, τἀναντία φθεγξόμεθα. 6 Ζαχαρίαι ἀδελφῶι Τὰ κατὰ τὸν ἄριστον τόνδε βουλόμενος ὑμῖν διηγήσασθαι δέδοικα μὴ μάτην ἐνοχλεῖν δόξω, παρ' εἰδόσι τοὺς λόγους ποιούμενος. ἴστε γὰρ οἷος μὲν αὐτὸς καθέστηκεν, ὡς, τὸν ὅλον βίον ἀναθεὶς τῷ θεῷ, πᾶσιν ἀπεχθάνεται τοῖς ἀνθρωπίνοις, ἔχεται δὲ τῆς ἄνωθεν ἐλπίδος, καὶ διὰ τοῦτο πρόκειται τοῖς ἀδικεῖν βουλομένοις, καὶ πρὸς τὸ παθεῖν ἐστιν ἐπιτήδειος. ἴστε δὲ καὶ τόνδεἀδελφὸν γὰρ τοῦτον προσαγορεύειν αἰσχύνομαιὡς μίαν ἀρετὴν ἡγεῖται τὸ πᾶσαν ἐκπληρῶσαι κακίαν, παριδὼν ἀδελφὸν τοσούτου χρόνου οὕτως τῷ λιμῷ πιεζόμενον, οὐκ οἴκοθεν χορηγήσειν μέλλων ὃ παρ' ἀνδρὸς εὖ φρονοῦντος ἔδει γενέσθαι, εἰ καὶ πρὸς τοῦτο ἐκάλει καιρός. νῦν δὲ οὐ τόδ' ἐστὶν ἔγκλημα, διότι τὸ πρέπον τοῖς ἄγαν σωφρονοῦσι παρέλιπεν, ἀλλ' ὅτι καὶ τῶν μὴ προσηκόντων γενόμενος ἐραστὴς ἀφῄρηται ταῦτα, καὶ λοιδορεῖται τούτῳ πυκνῶς, πληγάς τε πολλάκις ἐπέτεινε. καὶ νόμον τὴν αὑτοῦ γνώμην ἡγούμενος, ἴσως τὴν φύσιν ἐμέμψατο, ὅτι πλέον οὐδὲν εἰς πονηρίαν ἐξεῦρεν. ὅθεν οὐ μέχρι