1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

34

φιλήσειν ἔτι κατεπήγγελται. 132 ∆ωροθέωι Ὅσον ἐλύπεις ἀπαίρων οὐκ ἂν ἤλπισα προλαβών, εἰ μὴ τὴν πεῖραν ἔσχον διδάσκαλον. ἐξ οὗ γὰρ ἡμᾶς ᾤχου καταλιπών, οὐκ ἐπαυσάμην μετὰ σοῦ τῇ διανοίᾳ περινοστῶν καὶ λιμένας καὶ θάλατταν διαγράφων ἐν ἑαυτῷ. καὶ "1κλῦθι, Ποσείδαον γαιήοχε"2 πολλάκις εἰπὼν ἠξίουν εὐμενῆ σοι παρέχειν τὴν θάλατταν, καὶ τοῦ πλοῦ τὰς ἡμέρας ἐπὶ τῶν δακτύλων ἐτίθουν, καὶ οὕτως ὅλος ἐτύγχανον παρὰ σοί, ὡς καὶ καλέσαι τινὰ πειραθεὶς ἔλαθον πολλάκις ∆ωρόθεον προσειπών. καὶ ὁ μὲν ἐγέλα, ἐγὼ δὲ διαμαρτάνων ἠχθόμην. σὺ δὲ ἴσως, ἠγνόεις ὁπόσον ἡμῖν ἐναπέθου φίλτρον. πολλάκις δὲ προσιόντα τινὰ πόρρωθεν θεασάμενος, σέ, μὰ τοὺς θεούς, ἐδόκουν ὁρᾶν, πρὸς τὸ τῆς διανοίας βούλημα τῶν ὀφθαλμῶν ῥᾳδίως ἀπατωμένων. τῆς δὲ πλάνης μόλις ἀπήλ λαγμαι, γράμματα δεξάμενος παρὰ σοῦ καὶ θεραπεύσας τὸν ἔρωτα. 133 ∆ιοδώρωι ∆έδεγμαί σου τὰς καλὰς ἰσχάδας καὶ κρείττους, οἶμαι, τῶν Ἀττικῶν, δι' ἅς φασιν ὁ μέγας κεκίνητο πόλεμος, ὅτε βασιλεὺς ἐπῄει γῆν ἐπεμβάλλων θαλάττῃ καὶ διατέμνων ὄρος εἰς θάλατταν· δέδεγμαι δὲ καὶ ὑποδήματα καὶ λίαν καλά. πλὴν "1ἀλλ' οὐ συμβλήτ' ἐστὶ κυνόσβατος οὐδ' ἀνεμῶναι πρὸς ῥόδα"2· ἀσταφὶς γὰρ μακρὰ καὶ συμμέτρῳ στύψει τὴν ἔμφυτον παραμυθου μένη γλυκύτητα ποίων μὲν ἰσχάδων Ἀττικῶν ποίων δὲ πλακούντων, ἐφ' οὓς ἀεὶ τὴν γλῶτταν προτείνεις, οὐ κρείττων καθέστηκε; πέπομφα δὲ καὶ στρουθοὺς ἐξ ἅλμης, ἀδηφάγου γαστρὸς παραμύθιον. ἆρ' οὐ κρείττω πολλῷ τὰ ἡμέτερα; πᾶς ἄν τις, οἶμαι, τένθης φήσειε δικαστής. πλὴν ἴσως τὰς μελλούσας βλαύτας ἐρεῖς. ἐγὼ δὲ κέχηνα μὲν πρὸς αὐτάς· ἐπειδὰν δὲ πέμψῃς ... ἀλλ' οὐ βούλομαι λέγειν οἷα δὴ καὶ σκώπτειν πειράσομαι. 134 Στεφάνωι Τὴν ὑμετέραν λαμπρότητα κηρύττει μὲν ὅσα τοὺς ἀγαθοὺς γνωρίζειν ἄνδρας ἐπίσταται. ὡς δὲ τῶν πειραθέντων ἡ μαρτυρία, νικᾶται τοῖς ἔργοις ὁ λόγος καὶ τῶν πραγμάτων κατόπιν εἶναι δοκεῖ. τὴν δὲ περὶ ἐμὲ σπουδὴν ἀεὶ μεγίστῳ παραδεδωκὼς θαύματι, νῦν οὐχ ἥκιστα τοῦτο ποιῶ, ὅτεπερ ἄνδρα μοι τοσοῦτον ἔπεισεν ἐπὶ μικρότατον μῆκος ὁδοῦ θεῖναι, ὡς εἰ καὶ ψιλοῖς ἐχρήσατο γράμμασιν, οὐκ ἂν ἔσχον ἀντιλέγειν κελεύοντι. οὕτω δέ μοι βαρὺ φορτίον ἐπέθηκεν αἰδουμένῳ τὴν ἄφιξιν καὶ τοῦ παντὸς βίου τὴν ἀρετὴν καὶ ὅσα προλαβοῦσα κηρύττει φήμη βεβαιωθεῖσα τῇ πείρᾳ, ὥστε μικροῦ δεῖν ὡς εἶχον σχήματος εἱπόμην, μηδὲ τοῖς οἰκείοις χαίρειν εἰπών. ἀλλά μέ τις ἔννοια μόλις ἐπέσχεν ὁρμῶντα, λογιζόμενον τὸ μηδὲν ὑπερορᾶν πατρίδος ἐν ᾗ πρῶτον εἶδον τὸν ἥλιον, καὶ ὡς καλὸν τὰ πρὸς ταύτην δίκαια φυλάττειν ἢ πολὺ κεκτῆσθαι χρυσίον, καὶ ξένους τοσούτους δι' ἐμὲ παρόντας ὑπεριδεῖν. 135 Πέτρωι Ὁ καλὸς Ἐπιφάνιος τοῖς ὑμετέροις γράμμασι πλείστην ἐπαγόμενος εὔνοιαν συνέστη μὲν οὕτως ἐμοί, σπουδὴν δὲ πᾶσαν ἐπεδείξατο λογικήν, μηδὲν τῶν ὅσα φέρει νεότης ἐπιδεικνύμενος, ἀλλ' ὅλον αὐτὸν τοῖς λόγοις διδοὺς καὶ τῇ μελέτῃ προσκαρτερῶν. ὃ δὴ καὶ τεκμήριον εἶναι δοκεῖ τοῦ τὴν κατηγορίαν πεπλάσθαι καὶ ψευδὲς εἶναί που τὸ πάλαι θρυλούμενον. ἀργούντων γὰρ ἐκεῖνα καὶ διανοίας ἐξ ἀλόγου σχολῆς ἐφ' ἃ μὴ δεῖ φερομένης. Ἰσοκράτει δέ τις πειθόμενος καὶ καταναλίσκων "1τὴν τοῦ βίου σχολὴν εἰς τὴν τῶν λόγων φιληκοΐαν"2, οὐ δίδωσι τῷ συκοφάντῃ λόγον ὡς εἰκότως ἄρα κατηγορεῖ. κἂν γὰρ αὐτὸς σιγᾷ, τὸν βίον ἔχει πρὸς ἀπολογίαν ἀρκοῦντα. γένοιτο δὲ καὶ τὸν νέον μᾶλλον ἐπὶ τούτῳ μὴ διαμαρτάνειν ἐλπίδος. 136 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Ὁ θαυμαστὸς Τιμόθεος ὁ ταύτην φέρων τὴν ἐπιστολὴν τοῦ μὲν ἀλλήλοις γράφειν ἐπὶ τοῦ παρόντος ἐστὶν ἀρχή, πατρὸς δὲ τυγχάνων ἐπιεικοῦς καὶ λίαν ἀπράγμονος ἐν ἑαυτῷ περιφέρει τὸν φύσαντα, τὴν τῶν τρόπων εὐ γένειαν ἐπὶ τοῦ προσώπου δεικνύς· ἐρυθριᾷ γοῦν ἑτοίμως, κἄν τις αὐτὸν ἐπαινῇ κἂν ἀποβλέπειν μόνον ἐθέλῃ. οὗτος ὅτου δὴ χάριν τὴν βασιλίδα πόλιν κατείληφε, καὶ δεῖται τῆς ὑμετέρας ῥοπῆς, ἐν οἷς ἂν δύνησθε συμμαχίαν ἄλυπον χορηγούσης. τοῦτο δὲ ποιοῦντες ἀνδράσιν ἔσεσθε κεχαρισμένοι χρη στοῖς, οὗ μεῖζον οὐδὲν τοῖς τιμᾶν ἐγνωκόσι τὴν ἀρετήν. 137 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Τὸ παρὸν ὡς ἔοικεν ἔτος