1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

28

τοὺς ἄλλους παραμυθούμενος αὐτὸς δεήσῃ τοῦ θεραπεύοντος. ταῦτα παίζειν ὑπήχθην πρός σε καὶ τοῖς γράμμασιν ἐνθεῖναι τὸν γέλωτα ὃν ὑπέστην ἀναγινώσκων σου τὴν ἐπιστολήν. σὺ δὲ μικρὸν τοῦ πάθους ἐνδοὺς γράφε λοιπὸν σωφρονοῦσαν ἐπιστολήν. 107 Σωσιανῶι καὶ Ἰουλίωι Οἷά μοι συνέβη δεξαμένῳ τὴν ὑμετέραν ἐπιστολήν, οὐ χεῖρον πρὸς ὑμᾶς διηγήσασθαι. πρῴην γάρ τις τὰ οὐράνια σοφὸς εἶναι βουλόμενος καὶ τέχνην ἔχων, ὡς ἔλεγεν, ἐκ τῶν ἀστέρων προλέγειν τὰ μέλλοντα, περιτυχὼν ἐξαίφνης ἐμοὶ καὶ θεὶς ἐπὶ δακτύλων τὴν ψῆφον, "1ὡς εὐτυχής"2 φησιν "1ὑπάρχων ἐλάνθανες· μέγα τί σοι καὶ λαμπρὸν ὅσον οὔπω παρ' ἐλπίδα γενήσεται"2. ἐγὼ δὲ τούτων ἀκούσας τὸν Πλοῦτον ἐφανταζόμην αὐτόν, ἀξιωμάτων ἔγεμον τὴν διάνοιαν καὶ τῆς ἐν ἐλπίσι τύχης σοβαρωτέραν εἶχον τὴν γνώμην. ὡς οὖν οὕτως ἔχοντί μοι προσιών τις ἐπεδίδου τὰ ὑμέτερα γράμματα, "1τοῦτο"2 ἔφην "1ἐκεῖνο· προῆλθεν εἰς ἔργον ὁ λόγος· χρηστὰ γάρ μοι μαθόντες μηνύειν πρὸ τῶν ἄλλων ἐπείγονται. τί γὰρ ἂν καὶ παθόντες οὕτω νῦν παρ' ἐλπίδας ἐπέστελλον"2; ὡς δὲ τοῖς ἔνδον ἐντυχὼν κάλαμον ἀνέγνων ἀπόβλητον καὶ ἐμπορίαν ἀτιμοτάτην, "1ἰοὺ ἰού"2 πρὸς ἐμαυτὸν ἔφην, "1παρ' ἐλπίδας εὐτύχηκα. τὸ δὴ λεγόμενον, "ἀφ' ἵππων ἐπ' ὄνους" μεταβεβήκαμεν. πάντα μὲν οἴμοι καινίζειν οἶδεν ἡ τύχη, ἀλλ' οὔποτ' ἂν ἤλπισα καλάμων γενέσθαι πρατὴρ ὑπὸ καλύβῃ καθήμενος. ταῦτά μοι Ζεὺς ὡς ἔοικεν ἀνατέλλων χαρίζεται."2 καὶ γέλως διὰ τῶν ἀκουόντων ἐπέτρεχεν ἐπ' ἐμοὶ καὶ "1δέχου τὸν ἄνδρα"2 φησί "1καὶ τὸν ὄρνιν τοῦ θεοῦ"2. 108 Νηφαλίωι Οὐ τὰς τυχούσας ἡμῖν φροντίδας ἐμπεποίηκας, μήτε παρὼν κατὰ τὰς πρὶν ὑποσχέσεις, μήτε τὴν αἰτίαν διὰ γραμμάτων μηνύσας, ὡς ἡμῶν λοιπὸν καὶ πρὸς ἀτόπους ἐννοίας χωρεῖς μή τι γέγονε τῶν ἀπευκταίων ὑμῖν. νυνὶ δὲ καὶ φήμη τις ἐπετάραξε λέγουσα μὲν ἃ δὴ καὶ λέγει. γένοιτο δὴ φήμη καὶ πλέον φέροι μηδέν. εἰ οὖν τί σοι μέλει πρὸς εὐθυμίαν ἄγειν ἡμᾶς, τὴν γοῦν ἐκ τῶν γραμμάτων παραμυθίαν ἀπόδος. 109 Σιλανῶι ... παρῆν ἀντὶ σωφροσύνης ἀσέλγεια, ἀντὶ παστάδος οἱ θρῆνοι, ἀντὶ νομίμου πειθοῦς βία καὶ ξίφος αἰρόμενον. εἰ μὲν οὖν τῶν ἐπὶ πλούτῳ τις ἢ καὶ δυναστείᾳ ... ἐτύγχανεν ὁ ταῦτα τολμῶν, δεινὸν μὲν καὶ τότε πῶς γὰρ οὐ δεινὸν ἐν πολιτείᾳ καὶ νόμοις αἰχμαλωσίας ἡμῶν ἀρχόντων, ὦ Ζεῦ; ἦν δ' ἄν τις ὅμως παραμυθία τῷ πράγματι. νυνὶ δὲ τῶν συμφορῶν ἐστι τὸ κεφάλαιον, ὁ γὰρ ταῦτα τολμήσας οὐδ' ὅθεν ἐστὶ ῥᾳδίως γιγνώσκε ται, ἡμῖν δὲ τὸ πάθος καὶ μάλα κατέστησε γνώριμον. ἀλλὰ στῆσον, ὦ σοφώ τατε, τοῖς πεπονθόσι τὸν θρῆνον· ἀπόδος κόλποις μητρὸς θυγατέρα, ἵνα γνῶσιν οἱ παροινοῦντες ὡς ἔστι ∆ίκη καὶ πλημμελοῦντας μετέρχεται. δεῖξον τοῖς σωφροσύνην τιμῶσιν ὡς ἐστι νόμων ὄφελος ἄνδρες ἐν ἀρχῇ κακίας στρατηγεῖν ἐπιστάμενοι. 110 ∆ιοδώρωι Σὺ μὲν ἡμῶν σκώπτεις τὴν σιωπήν, ἐγὼ δέ σου τὴν ἀλαζονείαν φέρειν οὐκ ἔχω, δι' ἣν ἴσως οἴει τις εἶναι σεμνός, ἢν ἡμῖν διὰ πλείστου φανῇς, καί που λόγον πολλάκις ἐμβάλῃς ἡμῖν "1πότε πρὸς ἡμᾶς ὁ καλός, ὁ τὴν θέαν ἡδύς, ὁ τὰς Σειρῆνας ἀποκρύπτων ταῖς ἡδοναῖς, ὁ τὴν πατρίδα παρορῶν ἵνα σώσῃ τὴν Καίσαρος;"2 τοιαῦτα λογοποιεῖν ἡμᾶς ἡγῇ τῇ μελλήσει κατα τείνων ἀεί, καὶ παρὰ σαυτῷ πάντως γνωμολογεῖς, ὡς τὸ σπάνιον ἀεὶ τοῖς ζητοῦσιν ἐπιτείνει τὸν πόθον. ὅθεν ἡμᾶς παρορᾷς. καὶ οὐ τοῦτο δεινόν, καίπερ ὂν τοιοῦτον, ἀλλὰ καὶ τὰς πατρίους πανηγύρεις ἐν οὐδενὶ λόγῳ ποιῇ. ἀλλὰ πολλάκις ἐμβαλὼν ἐλπίδας ὡς ἥξεις, εἶτα πάλιν ἀνέδυς καὶ δι εψεύσμεθα. ὥστε δέδοκται καὶ πρεσβείαν πέμπειν ἡμᾶς καὶ καλεῖν τὸν εὐερ γέτην. οὕτω γὰρ χαίρεις λεγόμενος. ἀλλὰ φάνηθι μόλις, ὦ λῷστε, τὴν μεθ' ἡμῶν ἐπιτελέσων πανήγυριν. εἰ δὲ τὴν πρεσβείαν περιμένεις, ὥρα σοι κατα μένειν ἐκεῖ. τῶν γὰρ καλούντων οὐδείς. 111 ∆ιοδώρωι Τὸν εὐλαβέστατον Τιμόθεον τὸ μὲν σχῆμα πρὸς ἡσυχίαν καλεῖ, τὰ δὲ τῆς τύχης λυπηρὰ τὴν ἀνάγκην ἐπάγοντα καὶ τὴν πρὸς ὑμᾶς ἰέναι κελεύει. τούτῳ γάρ ἐστι πατὴρ ἐκ μεταβολῆς ἀπορῶν, ἀδελφοὶ δὲ πλήθει καὶ χρόνῳ λυποῦντες· πολλοὶ γὰρ ὄντες καὶ τὴν ἡλικίαν βραχεῖς εἰς τὰς τοῦ πατρὸς χεῖρας ὁρῶσιν. ἐντεῦθεν χρῆσται μὲν πολλοί, ἀλλὰ πλὴν