1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

36

Κυριακῶι Ὅσον οἱ παῖδες τοῖς πατράσιν ὀφείλουσι χάριτας οὐκ ἔστιν εἰδέναι πρὸς ἀξίαν, εἰ μή τις καὶ αὐτὸς παίδων ὑπάρχει πατήρ. τότε γὰρ ἐξ ἧς ἔχει πρὸς τοὺς παῖδας στοργῆς εἴσεται πάντως ὁποῖοι πρὸς αὐτὸν ὑπῆρξαν οἱ φύσαν τες. πλὴν ὅσοι ταῖς Μούσαις ἀνάκεινται καὶ πρὸ τῆς πείρας λόγῳ τἀληθῆ διακρίνουσιν. ὅθεν σε τοιοῦτον περὶ τοὺς τεκόντας προσήκει γενέσθαι, οἳ τάχα τῶν ἄλλων πλέον εἰς εὔνοιαν συνεισφέρουσι. διό με καὶ πρὸς τὴν παροῦσαν ἐπιστολὴν κεκινήκασι, μισθὸν αἰτοῦντές σε πατρικὸν τὸ μὴ καταισχῦναί σε, τοιοῦτον γενόμενον οἷον αὐτοί τε βούλονται καὶ θεὸς εἰς πέρας ἐνέγκοι. τότε γὰρ αὐτοῖς καὶ θάνατος ῥᾴων, ἐπισταμένοις οἷον διά δοχον τοῦ γένους ἀπέλιπον. 143 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Ὁ ταύτην πρὸς ὑμᾶς λαβὼν τὴν ἐπιστολὴν πατρὸς Ἀγαθοῦ πέφυκε, τοῦ τὰ χρηστὰ τιμῶντος καὶ ἐν πᾶσι δικαίοις γνωριζομένου. εἰς ἐμοῦ δὲ φοιτήσας ὁ νέος φύσεώς τε ῥώμην ἐπεδείξατο καὶ προθυμίαν ἀοκνοτάτην. καὶ νῦν πρὸς βασιλέως ἀνήχθη, προσλαβεῖν τοὺς νόμους βουλόμενος, ὅπως προέλθῃ ῥήτωρ, τὴν πολιτείαν φέρων τῷ σώματι καὶ τῇ γλώττῃ τοὺς λόγους προ βεβλημένος. οὐ δὴ δίκαιον τὴν τούτου πρὸς ὑμᾶς ἄφιξιν παραδοῦναι σιγῇ, οἳ τοὺς παρ' ἐμοῦ τετελεσμένους ἴσα ποῦ καὶ παῖδας νομίζοντες καὶ εἰς τοῦ τον εὔνοιαν οὐ τὴν τυχοῦσαν ἐνδείξεσθε. 144 Ὠρίωνι Τοὺς ἀγαθοὺς τῶν φίλων ἀπόντας μᾶλλον ἐλέγχειν οἶδεν ἡ πεῖρα. κρίσις γὰρ εὐνοίας οὐ τὰ παρόντα τιμᾶν· τοῦτο γὰρ ἔσθ' ὅτε ποιήσειεν ἄν τις, καθάπερ ἐπὶ σκηνῆς ὁ τῶν ἀγαθῶν τὸ πρόσωπον περικείμενος ὃ μὴ πέφυκεν ὑποκρίνεται. εἰ δέ τις τῷ τόπῳ διεστὼς εἰς ἓν χωρεῖ τῇ σπουδῇ καὶ τῇ γνώμῃ συνάπτεται, οὗτος ἐκεῖνος ὁ φιλίας νόμον περιστέλλειν εἰδώς. τοιοῦτος ἡμῖν προῆλθες, ἀρετῇ τῶν δευτέρων τὰ φθάσαντα παρελθών. εἰ δὲ καὶ πατέρων εἰκόνες οἱ παῖδες, εἰκότως ἄρα με καὶ φήμη κομίζει μετάρσιον διὰ παιδὸς ἀγαθοῦ σμικρὸν πατέρα μείζω ποιοῦσα δοκεῖν καὶ πανταχοῦ, καθάπερ ἔφης, ταῖς πόλεσι παραπέμπουσα. ἀλλά μοι περιέποις τὴν ἀρετήν, ἣν παρ' ἐμοὶ τῶν λόγων, ταύτην ἔχειν περὶ τοὺς νόμους σπουδὴν καὶ φύσιν ἐπιδεικνύμενος. 145 Εὐδαίμονι Τὸν λογιώτατον Ἱέριον τὸν τῆς Ἰταλῶν παρ' ἡμῖν προβεβλημένον φωνῆς καὶ τρόποις ἀγαθοῖς μᾶλλον ἢ παιδείᾳ κοσμούμενον οὐκ ᾠήθην δεῖν τὴν πρὸς ὑμᾶς ἰόντα παραπέμψαι σιγῇ. καλὸν μὲν γὰρ ἂν παρόντων ὑμῶν ἀπο λαύειν ἀεί· δεύτερος δέ φασι πλοῦς τοῖς ἀποῦσι διὰ γραμμάτων προσομιλεῖν. πλὴν εὐδαίμονες ὄντως οἷς διέπεις τὰ δίκαια, καθάπερ τινὸς τρίποδος τῆς σῆς ἐξηρτημένοι φωνῆς καὶ καινὸν ὄντως θέαμα τὴν ∆ίκην αὐτοῖς ἐπανελ θοῦσαν ὁρῶντες, ἣν προλαβὼν ὁ χρόνος ἠμαύρωσε. περιττὸν δὲ λέγειν ὡς εὖ ποιήσεις ἐν οἷς ὑμῶν δεῖται καὶ τὸν τὴν ἐπιστολὴν ὑμῖν κομισάμενον. ᾧ γὰρ βίος οἱ λόγοι, πῶς οὐ τιμήσει τοὺς τῶν λόγων πατέρας ἰδών; ἡκέτω τοίνυν ἀγγέλλων ἅπερ ἀκούειν εὐχόμεθα, ὡς νικᾷς τῇ πείρᾳ τὴν φήμην, καὶ μείζω δίδως ἤπερ οἱ λαμβάνοντες βούλονται. 146 Νηφαλίωι Σὺ μὲν ἐν πλήθει χρημάτων τὴν ἀπορίαν θρηνεῖς, ἐγὼ δὲ τὰ χρήματα καὶ τοὺς πλουτοῦντας περιφρονῶ, καίτοι πενίᾳ θαυμαστῇ συνεχόμενος. οὕτως ἄρα τὸ πένεσθαι καὶ πλουτεῖν ἡ γνώμη ποιεῖ, οὐ χρήματα παρὰ τῆς τύχης τῇδε κἀκεῖσε πλανώμενα. τοιγαροῦν παῦσαι μικροψύχως ἡμῖν ὀδυρόμενος, μηδὲν μέγα νομίζων, πλὴν εἰ μή τι φέροι πρὸς ἀρετήν. ὅ τι γὰρ μὴ τοιοῦτον, ἀλλότριόν τέ ἐστι καὶ πρὸς ἀπάτην ἐφέλκεται. ὅθεν οἱ φρονεῖν εἰδότες ὥσπερ τινὰ μέθην καὶ φλυαρίαν ταῦτα ἀποσεισάμενοι, τὴν γῆν καταλιπόντες τῇ γῇ, μεταρσίῳ γνώμῃ περιπολοῦσι τὸν οὐρανόν, τὰς αἰσθήσεις καὶ τὴν ὕλην καὶ τὸ τῆς πλάνης χωρίον ὥσπερ τινὰ χαλεπὴν διανηξάμενοι θάλατταν. 147 Μουσαίωι ∆έδεγμαι τὴν βίβλον, ποθεινοτέραν μοι γενομένην, ὅτι ταῖς ὑμετέραις ἀνα ληφθεῖσα χερσὶ τάχα τι καὶ μουσικὸν ἐπεσπάσατο, ὡς τὸν κεχρημένον λοι πὸν ὀξυτέρας οἶμαι τῆς διανοίας αἰσθάνεσθαι, οὐχ ἧττον ἢ Σωκράτης, ἡνίκα δὴ παρὰ τὸν Ἰλισσὸν ἐκαθέζετο, ἔνθα καὶ Νυμφῶν ἱερὸν καὶ Πανὸς ἐνδιαίτημα. ἀλλ' εἴθε μὴν καὶ τὰς ἄλλας βίβλους λαβὼν τοιαύτας ἐργάσαιο, ὥστε με κατὰ μέρος ἑκάστῃ προσβάλλοντα