1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

31

τὴν Ἀλεξάνδρου νῦν οἰκοῦμεν, τὸ σὺν ὑμῖν εἶναι τῇ φαντασίᾳ πλαττόμενοι. τοιαύτην μοι γνώμην ἐναποτίκτουσιν Ἔρωτες. κἂν πρὸς ὀλίγον ἀνενεγκὼν ἐν ἐμαυτῷ πάλιν γένωμαι, τοῖς σοῖς ἐπεντρυφῶ διηγήμασι. καὶ πάντες ἀνὰ μέρος τὰ ὑμέτερα μνημονεύουσα, ὁ μὲν τοῦ λόγου τὸ ἥμερον, ὁ δὲ τῶν τρό πων τὸ σεμνόν. ἄλλοι γλυκὺν προσωνόμασαν, ὁ δὲ τῆς γνώμης λέγει τὸ μέτριον, ὁ δέ σε φέρειν ἐπὶ τῆς γλώττης εἶπε τὰς Μούσας, καὶ πᾶς τις φιλο νεικεῖ φθάσαι τοὺς ἄλλους μόνος τὰ σὰ διηγούμενος. σὺ δὲ γράφε, τὴν ἀπου σίαν θεραπεύων τοῖς γράμμασι καὶ τὸν φέροντα τὴν ἐπιστολὴν ἡδέως ἰδεῖν καταξίωσον. 121 Νηφαλίωι Ὅσον ἡμῖν πάλαι τὸν θυμὸν ἐπαφῆκας τοῖς γράμμασι, τοσοῦτον νῦν χρηστότητι τὰς ἡμετέρας ἐλπίδας ἐνίκησας. τὸ γὰρ διορθοῦσθαι τὰ φθάσαντα καὶ παραμυθεῖσθαι τὸν εἰς φιλίαν ἀδικεῖσθαι πειθόμενον πῶς οὐ σοφοῦ τὴν γνώμην ἀνδρὸς καὶ τὸ λυποῦν θεραπεύειν εἰδότος; ἕν με μόνον τῶν ὑμετέρων ἠνίασεν, εἰ τοσοῦτον ἐμὲ πεπονθέναι δοκεῖς, ὡς καὶ δώρων δεῖσθαι μεταβαλ λόντων τὴν γνώμην, ὥς που καὶ Ἀγαμέμνων τὸν Θετταλὸν στρατιώτην. πλὴν καὶ τὰ δῶρα δέδεγμαι προθύμως, οὐ ταῦτα ζηλώσας μᾶλλον ἢ τὴν τοῦ πεπομφότος προαίρεσιν. ὁ δὲ φέρων τὴν ἐπιστολὴν τῆς ὑμετέρας εὐνοίας δεόμενος τυγχανέτω ταύτης ἐν οἷς αἰτῶν οὐ λυπεῖ. 122 Γεσσίωι ἰατροσοφιστῆι Ὁ τὴν ἐπιστολὴν ἐπιδιδοὺς ὑπὸ μητρὶ χήρᾳ τραφεὶς καὶ τὴν τῶν ἀναγ καίων ἔνδειαν αἰτιώμενος, ὅμως οὐχ ὑπὸ νεότητος ἐπαρθεὶς οὐδ' ἐν ἐξουσίᾳ τοῦ πράττειν ὅ τι θέλοι γενόμενος πρὸς ῥαθυμίαν ἀπέκλινεν, ἀλλ' ἐπανορ θοῦσθαι τὴν τύχην ἐθέλων καὶ λόγων ἐρᾷ καὶ πρὸς τὴν ὑμετέραν γλῶτταν ἐπείγεται, ἀρκοῦσαν ἀφορμὴν πρὸς εὐσχήμονα βίον ἐξ αὐτῆς ἀρυσόμενος, ὡς ἀρκοῦν ἐς ὑμᾶς ἰδεῖν καὶ τῶν λυπούντων ἔχειν τὴν λύσιν, τῇ παρ' ὑμῶν διδασκαλίᾳ τὰς πρὸς τὸ μέλλον ἐλπίδας ἐπανορθούμενος. ὅθεν τὴν ὑμετέραν γνώμην εἰδὼς καὶ ὡς πρόκεισθε τοῖς εὖ παθεῖν δεομένοις, θαρρῶν ὑμῖν προσάγω τὸν νέον, ἀντὶ μεγάλης δωρεᾶς ὕλην ὑμῖν χορηγῶν τοῦ πάλιν δύνασθαι γεωργῆσαι. 123 Φιλίππωι ἀδελφῶι Μόλις ἡμᾶς ἀμηχανοῦντας μετέβαλες, γράψας ὡς ᾄδειν ἐθέλεις ὑμέναιον. καὶ παίδων γενέσθαι πατήρ. πολλὴ γὰρ ἐπιδραμοῦσα φήμη ἄλλους ἀλλα χόθεν ἐπήγετο λόγους, καὶ πάντων διηγουμένων σιωπῶντες ἡμεῖς ἠκροώ μεθα, τῶν ἡμετέρων ἀγνοοῦντες τὰ μέγιστα καὶ τοῖς πυνθανομένοις παίζειν δοκοῦντες, ὡς ἀγνοεῖν ἐπίτηδες προσποιούμενοι. νυνὶ δὲ τοῖς γραφεῖσιν ἡσθείς, ἡδέως ἂν εὐθὺς Περσεὺς ἐγενόμην ὑπόπτερος, καὶ τοῦ πελάγους ὑπερπτὰς καὶ πρὸς ὑμᾶς ἀφικόμενος παστάδα κατεῖδον ἱερὰν καὶ τὸ πάντων ἥδιστον θέαμα, νυμφίον ἐκ φιλοσοφίας ἐρωτικόν, κἂν ὑλικόν τις αὐτὸν ὀνο μάζῃ, φιλοσόφως ἀποκρινόμενον ὡς κοσμεῖν ἔδει τὴν γένεσιν, ἔρανον ἀνθ' ἑαυτοῦ χορηγοῦντα καὶ τὰ εἰκότα πρὸς ταύτην ἀφοσιούμενον. ἑάλως δ' οὖν ὅμως, ὦ βέλτιστε, καὶ ὀψέ ποτε τὰ τῶν Ἐρώτων μανθάνεις τοξεύματα, ἥ τε νύμφη καλή φασι, νὴ τὰς Χάριτας, καὶ ἱκανὴ φιλοσοφίας παρατρέψαι τὸν ἐραστήν. πατὴρ μόνον γίνου "1παίδων ἐπ' ἀρότῳ γνησίων"2, ἡ κωμῳ δία φησί, καὶ θᾶττον ἐξ ὑμῶν ἴδοιμι παῖδα διὰ τῆς θέας τὸν πατέρα κηρύτ τοντα, μᾶλλον δὲ πραότητι καὶ μεγαλοψυχίᾳ, καὶ ταῖς ἄλλαις ἀρεταῖς παραπλήσιον. 124 Ἱερωνύμωι Ὡς μεγάλα τῷ Νείλῳ φρονεῖς, καὶ ἀντεξάγεις ἡμῖν εἰς μέσον ἄγων τὴν Αἴγυπτον, ὥσπερ Ἐλούσης τῆς φιλτάτης εἰς λήθην ἐλθών. ὡς καὶ σοφιστικὰ δέ σου τὰ γράμματα, καὶ τὸν Γοργίου τῦφον ἐδόκουν ὁρᾶν. ὕειν γὰρ τὸν Νεῖλον ἔφης ἐκ γῆς, εἴ τί με μὴ τῶν ῥημάτων παρέλαθε, καὶ πλωτὴν ποιεῖν τὴν πάλαι βατήν. τί δέ γε τοῦτο πρὸς σὲ τὴν Ἑρμοῦ κατοικοῦντα, ἣν οὔτε Ζεὺς ὑέτιος ἐφορᾷ καὶ παρατρέχων ὁ Νεῖλος εἰς ἑτέραν ἐπείγεται; τί δὲ καὶ ψευδῶς ὀπωρίζεσθαι φής; πλὴν εἰ μὴ τοὺς ὄφεις ὀπώραν καλεῖς καὶ σκορ πίων ὅσον γε πλῆθος. ὑφ' ὧν τινος ὡς ἔοικε πάλαι πληγεὶς καὶ ἰοὺ ἰού φασι κεκραγώς, εἶτα μεταξὺ τράπεζαν τρυφῶσαν ἰδών, ὅλος ἐπ' αὐτὴν ἐφέρου, τῷ σκορπίῳ χαίρειν λέξας, τουτὶ τάχα που τὸ κωμικὸν πρὸς τοῦτον εἰπών "1μηδὲ γὰρ θανών ποτε σοῦ χωρὶς εἴην"2. ταῦτα γράφειν ἐχρῆν, οὐκ ἀλλο τρίοις ἀγαθοῖς