1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

32

ὡραΐζεσθαι. ἀλλὰ καὶ σιωπῆς με γράφῃ, μηδὲν ἡμῖν τὸ παράπαν φθεγγόμενος. ἦ γὰρ ἂν πλείω λέγοντας εὗρες, καὶ οὐκ ἂν ἡμῖν τὸν Κοθωκίδην ἔφης τὸ τῶν αὐλῶν πάθος τοῖς σοφισταῖς ἐπισκώπτοντα. ἔρρωσο, καὶ τὸ παιδίον, καὶ ἡ γυνή. καὶ τῷ παιδὶ Ἀλεξάνδρῳ μὴ βαρὺς ἐπίκεισο, νέαν ἡλικίαν ἐπὶ πολὺ βιαζόμενος. 125 Γεσσίωι ἰατροσοφιστῆι Ὡς πικρὰ τὰ καθ' ἡμῶν τῆς τύχης βουλεύματα καὶ πρὸς δεινῆς ἀρκοῦντα τραγῳδίας ὑπόθεσιν. οὔπω παίδων οἰκτίστου τάφου πεπαύμεθα, καὶ τὴν τεκοῦσαν ἐξαίφνης ἐφέλκεταιἐκείνῃ μὲν ἴσως δρῶσα καθ' ἡδονήν, εἰ παισὶ φιλτάτοις προσέθηκεν, ἡμῖν δὲ πάθη συνάπτουσα πάθεσι καὶ τάφῳ τάφον ἐργαζομένη βαρύτερονκαὶ τῆς μητρὸς ἀπεστέρησεν, οἴμοι, παιδάρια ἔτι τῆς μητρῴας ἐξηρτημένα θηλῆς. δακρύων ὄντως ταῦτα καὶ σκηνῆς ἐπέκεινα πάθη, καὶ οἷα βεβαιῶσαι μῦθον ὡς γυνὴ δυστυχὴς ἐξ ἀνθρώπου λίθος ἐγένετο. ἦν γάρ, ὡς ἔοικε, Φρυγία καὶ βάρβαρος, καὶ πρὸς τὸ τῆς τύχης πῶμα τοῖς ἐκ φιλοσοφίας φαρμάκοις οὐ προκατείληπτο τὴν ψυχήν. οἷα δὴ τὸν μέγαν ἐκεῖνον Ἀναξαγόραν λόγος, προσαγγείλαντος αὐτῷ τινὸς τοῦ παιδὸς τὴν ἄωρον τελευτήν, εἰπεῖν εὐθέως ὡς δὴ παρεσκευασμένον ἐκ πολ λοῦ καὶ μηδὲν μέγα παθόντα πρὸς τῆς ἀκοῆς, ὡς "1ᾔδειν κἀγὼ θνητὸν γεν νήσας"2. καὶ οἶμαί γε τοῖς εἰρημένοις τεκμαιρόμενος, ὡς, εἰ καὶ τὸ γύναιόν τις ἀπήγγειλεν ἐπὶ τῷ παιδὶ κεῖσθαι, πάντως ἂν προσέθηκεν ὡς "1ᾔδειν καὶ θνητῇ συνοικῶν"2. ὅθεν ἐπαινῶ τοὺς πρώτους τραγῳδίαν εὑρόντας, ὅτι καταμαθόντες τὴν τύχην ἄνω καὶ κάτω κυκᾶν τὰ τῶν ἀνθρώπων πράγ ματα. τὴν σκηνὴν ἡμῖν ἐπενόησαν, ἀλλοτρίοις εὖ μάλα κακοῖς τὰς τῶν οἰκείων προκαταλαμβάνοντες συμφοράς. τί γὰρ δεινὸν ἐν ἡμῖν, ὃ μὴ φθάσας ὁ χρόνος ἀπέδειξε; τί δ' ἂν γένοιτο καινόν, ὃ μὴ πρὸς εἰκόνα παραπλησίαν ἀνάγεται; ἀλλ' εἴ γε φίλον ἡμῖν τῆς τύχης ὀφθῆναι κρείττοσι, πρὸς τὸν τῆς συνήθους φιλοσοφίας ὅρμον ὑποδραμούμεθα, τίνες τέ ἐσμεν σκοποῦντες καὶ πόθεν ἀφίγμεθα, καὶ τίνες ἄρα τῶν καθ' ἡμᾶς πραγμάτων οἱ λόγοι, καὶ ὡς δεθέντας λυθῆναι δεῖ πάντως, ὁπηνίκα δόξει τῷ δήσαντι, καὶ ἀποθέσθαι τὸ προσωπεῖον, ὅπερ ἡμῖν ὁ τοῦ μεγάλου δράματος περιτέθεικε ποιητής. τοῦτο γὰρ ὄντως ἡ τοῦ σαυτὸν γνῶθι παραίνεσις. τοῦτο σὸν ἔργον, ὦ σοφώτατε, καὶ τοὺς τῆς προνοίας ὡς οἶμαι λόγους συνεχῶς ἀνελίττοντος καὶ τοῖς σοφίας ἀμυήτοις καρτερίας σαυτὸν παρεχομένου παράδειγμα. ὅθεν εἰς ἑαυτοὺς ἐπανέλθωμεν, τὸ "1ἀλλὰ τί κεν ῥέξαιμι"2 λέγοντες, καὶ τὸ "1θεὸς διὰ πάντα τελευτᾷ"2. ταῦτα γὰρ σκοπῶν σαυτοῦ τε δράσεις ἄξια καὶ τὸ θεῖον παρασκευάσεις εὐμενέσι ποτὲ τὰ καθ' ἡμᾶς ἰδεῖν ὀφθαλμοῖς. 126 Ἰωάννηι ∆έδεγμαί σου τὴν φίλην καὶ γέμουσαν ὄντως ἀφροδίτης ἐπιστολήν, τῆς μὲν μακρᾶς σιωπῆς σωκρατικῶς αἰτιωμένην ἡμῖν τὸ δαιμόνιον, τὸν δὲ χαμαὶ κείμενον ἐμὲ καὶ πρὸς ὕψος ἀρετῆς ἀναβλέπειν οὐκ ἔχοντακαὶ τί γὰρ ἕτερον ἢ σοφιστήν, ὡς ἂν αὐτὸς ἐπισκώψειας; εἰς αὐτὴν φιλοσοφίαν τοῖς ἐπαίνοις ἀνάγουσαν, μᾶλλον δὲ τὴν ἀκοὴν ὑποσυρομένην, ὅπως κλαπεῖσα τοῖς μηδὲν προσήκουσιν ἐπαίνοις, ἀνάσχοιτο πράως κατηγορουμένης ῥητο ρικῆς καὶ φέροι τὰ συνήθη ταῦτα δὴ τερετίσματα, τὸ "1πολιτικῆς μορίου εἴδωλον"2 καὶ τὸ "1δήμοις ὁμιλεῖν"2 καὶ ὅσα δὴ παιζόντων ἐθέλουσι λόγοι· οὐ γὰρ εἴποιμι, φθονούντων αἰδοῖ, φιλοσοφίας καὶ Πλάτωνος. καὶ αὐτὸς δὲ οἶμαι περὶ τῆς τέχνης, ὦ σοφώτατε, τἀναντία φρονῶν σκωμμάτων ὡς ἔοικε χάριν ὄνου φασὶ σκιὰν ἐγκαλεῖς, Θρασυμάχους ἡμῖν καὶ Πώλους ἐπεισκυκλῶν καὶ ὅσα δὴ Πλάτωνος ἀνεπλάσαντο χάριτες. ἀλλὰ παῦσαι λοιπόν, ὦ λῷστε, τὰ μέγιστα τῶν πραγμάτων ἀγορεύων κακῶς. εἰ δὲ μή ... ἀλλ' εἰς ἀμείνω καιρὸν ἐπέχω τὴν ἀπειλήν. 127 ∆ιοδώρωι Τοῖς ὑμετέροις γράμμασιν ἐντυχὼν παλαιᾶς εὐδαιμονίας ἀφικόμην εἰς μνήμην, τὸν Νεῖλον ἐκεῖνον καὶ τὴν παρ' αὐτῷ τῆς ὑμετέρας θέας ἀπόλαυσιν τῇ διανοίᾳ τυπούμενος, καί μοι δακρύειν ἐπῆλθε τὴν τῆς τύχης ῥοπὴν ὡς ἄνω καὶ κάτω στρεφομένην. νῦν μὲν συνάγει τοὺς ἀνθρώπους ὡς οὐκ ἄν τις ἐλπίσειε, νῦν δὲ πάλιν διίστησιν οὓς παρ' ἐλπίδα συνήγαγεν. ἀλλὰ σοφόν τι πρὸς αὐτὴν ἐμηχανήσαντο