1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

15

Στρατοκλῆς "1ἠδίκουν, εἰ δυοῖν γοῦν ἡμέραιν ἡδίους γεγόνατε δι' ἐμὲ καὶ κέρδος ἦν τὸ δοκεῖν;"2 ἀλλ' ἐπειδὴ μητρὸς πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον τῷ Πινδάρῳ δοκεῖ, ἴδοι σε θᾶττον ἡ πατρίς, καὶ μετ' ἐκείνην ἡμεῖς. 53 Φιλίππωι ἀδελφῶι Ἰδού σοι πάλιν ἐπιστολὴ παρ' ἡμῶν, καὶ πάλιν εὖ οἶδ' ὅτι σιγήσεις. καὶ εἴ μοι δοίης συγγνώμην ἀχθομένῳ λέγειν, μεταβέβληταί σοι πρὸς ἀλαζονείαν ὁ τρόπος, καὶ οὐκ ἐθέλεις μένειν οἷος ἦσθα καὶ πρότερον. ἀλλ' εὖ γε ὅτι μὴ τὴν τοῦ Βοσπόρου διέπλευσα θάλατταν καὶ βασιλέως πόλιν ἀφῖγμαι· ἴσως γὰρ ἂν κἀγὼ βασιλέα τὸν μέγαν ὁρῶν καὶ τὴν τῶν ὑπάτων στολὴν καὶ ἀρχὴν δή τινα μεγίστην καλουμένην καὶ τὰ σεμνὰ δὴ ταῦτα τὰ παρ' ὑμῖν, εἴτε πράγματα βούλει λέγειν εἴτε ὀνόματα, ἐπῆρα τὴν ὀφρῦν καὶ νεανικὸν ἐφρόνουν πρὸς τὴν τῶν ὁρωμένων ἐπαιρόμενος τύχην, καί μοι τὰ πάλαι φίλα λῆρος ἐδόκει. ὅπου γὰρ σὺ τούτοις ἑάλως, οὐκ ἂν εἴποιμι ῥᾳδίως ὡς διέφυγον ἂν τὸ μὴ οὐ ταὐτὰ παθεῖν, εἰ μή μέ τις ἄρα λογισμὸς ὑπεισῆλθεν ὡς οὖ ταὐτόν, ὦ λῷστε, γνώμη καὶ τύχη, ἀλλ' ἡ μὲν ὡς ἂν αὐτῇ δοκῇ φέρεται καὶ μεταπίπτει πολλάκις καὶ γελᾷ τὰ ἡμέτερα, τῆς δὲ κύριον εἶναι προσήκει τὸν σωφρονοῦντα, καὶ μήτε αἰρομένῃ συναναστῆναι μήτε πιπτούσῃ συμ μεταβάλλεσθαι. 54 Ζαχαρίαι ἀδελφῶι Τίς ἂν γενοίμην ἐραστὴν καὶ ἀδελφὸν κατηγοροῦντα λαβών, καὶ μηδὲν ἔχειν οἰόμενον ὅ τι καὶ λέξωμεν; τί γὰρ δὴ φής; ῥήτορες ἡμεῖς καὶ θυγατέρων πατέρες πολλῶν· τὰς γὰρ ἐπιστολὰς οὕτως ὀνομάζειν ἐδόκει. "1ἀλλ' ἦν"2, φής, "1πάλαι ταῦτα· νῦν γὰρ οὐκέτι"2, ἀλλ' ὑβρισταί τινες ἡμεῖς καὶ θεσμὸν ἀτιμάζοντες ἔρωτος. ἀλλ' εἰ μὲν ἦν τις ποιητικός, τὸν Ἀπόλλω δήπου καὶ τὰς Μούσας ἐκάλουν ἄν, "1δοίητέ μοι"2 λέγων "1εἰπεῖν καὶ πεῖσαι καὶ μὴ ἄδικον φανῆναι τὰ παιδικά· νυνὶ δὲ μιμήσομαι γοῦν τι ποιητικὸν "1καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι, θεοὶ δ' ἐπιμάρτυρες ἔστων"2, μὴ οὕτως ἔχειν τὰ καθ' ἡμᾶς ὥς που καὶ λέγεται, ἀλλὰ γὰρ ἔτι φιλίας ἡμῖν αἰδὼς καὶ μνήμη φιλτάτων. τίς οὖν, φής, ἡ σιγή; δέδοικα μή τις ἄδικος τύχη ταῖς ἐμαῖς ἐπικωμάζῃ γοναῖς, καὶ πρὸς σὲ τὰς ἐμὰς παῖδας ἐπειγομένας ἄλλην ἄλλοτε φέρῃ· καί που ξένων ταύτας ἠνέγκαντο χεῖρες, ἀγνοούντων τίνες αὗται καὶ πόθεν. ἀλλὰ γὰρ ἀτυχῶν ἐπὶ ταύταις καὶ ἀγνώμων ἐδόκουν καὶ κρίνομαι. τὰς μὲν οὖν ἄλλας τί ἂν ἀνιῷτό τις λέγων; ἀλλὰ χθές που καὶ πρῴην ἐστάλη τις ὡς σέ, τοὺς ἐμοὺς ἀγῶνας διηγουμένη, καὶ νῦν, ὡς ἔοικε, ξένη τις πλανᾶται καὶ ἔρημος. ἀλλ' ἥκοι ποτὲ χεῖρας εἰς σάς, καὶ εὐφραινοίμην ἀκούσας. τὰ δὲ σὰ ῥόδα λαβὼν ἥσθην ἐπὶ τούτοις οὐχ ἧττον ἢ Ὀδυσσεὺς τὴν Ἀλκίνου φιλοτι μίαν ὁρῶν· ἐκεῖ μὲν γὰρ τὸ λαβεῖν εἶχε μόνον τὴν ἡδονήν, παρ' ἡμῖν δὲ ἄμφω, ὅτι σὺ μὲν δίδως, ἐγὼ δὲ λαμβάνω. 55 Ἐπιφανίωι Ἔτι σιγᾷς; ἔτι τῶν ἀπερριμμένων ἡμεῖς, οὐδέ σε παλαιῶν ἐρώτων ὑπεισῆλθεν οὐδέν; νηλεὴς σύ γέ τις καὶ ἀμείλιχος. ἀνάλαβέ μοι τὴν μνήμην, ὡς οὐκ ἐπὶ τοιαύταις ἡμῶν ἀπῆρας ἐλπίσιν, ἀλλ' ἐδάκρυες μὲν οἴμοι καὶ μόλις ἀπήρχου, γράψειν δὲ ὡμολόγεις μικροῦ δεῖν καὶ πρὶν ἐπιβῆναι τῆς γῆς. νυνὶ δὲ οἴχεται μὲν ἐκεῖνα, σιωπᾷς δὲ μόνον, ἡμῶν δὲ λόγος οὐδείς. εἰ δὲ σιωπήσεις ἔτι, ἀναβοήσομαί τι τραγικόν, "1ἰὼ Ζεῦ"2 λέγων καὶ Φιλία καὶ Λόγοι, "1ἠδίκησθε μὲν ὑμεῖς, ἠδίκημαι δὲ ἐγώ. ὁ δὲ ἀδικῶν ἦν ὅτε φίλον ἐκάλει. νῦν γὰρ οὐκέτι"2. 56 Ἰωάννηι Εἰ τὴν φιλίαν ἐψευσμένην δείκνυσι τὸ σιγᾶν, ἀνάγκη μέχρι λόγων αὐτὴν ἀεὶ συνεστάναι, εἴ γε τούτων ἀπόντων ἐλέγχεται. οὐκοῦν λείπεται καὶ τὸν δυσμενῆ φίλον ἡγεῖσθαι, μόνον εἰ φθέγγοιτο. ἀλλὰ μὴ τοιοῦτοι κριταὶ φιλίας ἡμεῖς. τί γὰρ κωλύει καὶ σιωπῶντα τῇ μνήμῃ τοὺς φίλους ὁρᾶν; ὅπερ ἡμῖν καὶ νῦν ἐστὶ καὶ οὔποτε παύσεται. λογισώμεθα δὲ μᾶλλον ὡς οὐ δέδοται πάντα πράττειν ὡς ἕκαστος βούλεται, αἱ ἔξωθεν δὲ φροντίδες τοῦ βίου καὶ τὸ τοῦ μέλλοντος ἄδηλον ἐπικρατοῦσιν ἔσθ' ὅτε τοῦ λογισμοῦ, καὶ τὰ μὲν ἄγει, ὁ δὲ δουλεύει καὶ πείθεται. κἀμοὶ τοίνυν, ἐπειδὴ τοῦ διδάσκειν ἐπέβην, ἀγῶνές τε συνεχεῖς καὶ αἱ περὶ τούτων φροντίδες ἐξ ἀρχῆς τε ἐπ έθεντο καὶ μέχρι νῦν οὐκ ἀπέλιπον. ταῦτα μᾶλλον ἐχρῆν ἐνθυμεῖσθαι ἢ ἐπὶ μικροῖς ὑποπτεύειν ὡς ἦμεν ἀγαθοί ποτε πρὸς φιλίαν καὶ νῦν ἤδη