1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

207

ποιεῖν ἐκεῖνον καὶ κακὸν βούλοιτο. Ταῦτα λέγοντες ἔπειθον καί, ὅρκους ταμόντες ἦ μὴν καὶ γαμβρὸν γενέσθαι τοῦ βασιλέως τὸν Ἰωάννην καὶ μετὰ πλείστων τῶν ἀγαθῶν ἐπανήξειν, καλῶς καὶ τῶν περὶ ἐκεῖνον δεχθησομένων, μακρᾶς νηὸς ἐπιβάντες, ἐς πόλιν κατήγοντο. Ἐπεὶ δὲ ὁ βασιλεὺς μὲν ἔτυχεν ἐπὶ τοῦ παρόντος ἀπών, διατρίβων ἐν Λοπαδίῳἐκεῖ γάρ, τὰ κατὰ Σάγγαριν διελθὼν καί γ' ὡς ἦν κατασφαλι σάμενος, ἔστησε τὴν πορείαν, ὡς ἐκεῖθεν κατοχυρώσων καὶ τὰς κατὰ τὴν Ἀχυράους ἄκρας, ἐκεῖνος δὲ τῶν ὁρίων τῆς Ῥωμαίων ἐπιβαίνων, βουλὴν καὶ οἱ πρέσβεις εἰσάγουσι τοῖς ἀμφὶ τὸν Ἰωάννην ἀποθέσθαι τοῦτον τὰ ἐρυθρὰ καὶ πεδίλοις μέλασιν ὑποδήσασθαι, ὡς δὴ παντὸς εὐθὺς παρὰ βασι λέως γενησομένου τοῦ κατ' αὐτὸν ἀξιώματος. Ἦν γὰρ συγκείμενον σφίσι καὶ τὰ τῆς δεσποτείας ἐκεῖνον ἀμφιβαλλόμενον σύμβολα, ἅμα τῷ παῖδα γενέσθαι, περιφανῶς ἐσαῦθις κλεΐζεσθαι. Τὸ δ' ἐπ' ἐρυθροῖς μεταλαμβάνειν τὰ ἐκ πορφύρας δίχροα μὴ καὶ ὅλως ἀπρεπὲς ᾖ, πρὸς τῷ καὶ ἄλλως δυσχερὲς φανῆναι τῷ βασιλεῖ. Ταῦτα λέξαντές τε καὶ πράξαντες, τῇ πόλει προσίσχουσι καί, κατὰ τὸν λιμένα τὸ Κέρας ἀποβάντες νηός, ξεναγοῦνται πολυτελῶς ἔν τισι τῶν κατὰ τὴν πόλιν οἰκήμασι. Καί γ' ἐφ' ἡμέραις τὸν ἀπὸ τῆς θαλάσσης ἀποσκευασά μενοι θόρυβον, ἐντολὰς δεξάμενοι βασιλέως, πρὸς τὸ Λοπάδιον γίνονται· 659 καὶ δή, τὰ εἰκότα φιλοφρονηθέντες, ἅμ' αὐτῷ βασιλεῖ, πλῷ χρησάμενοι, τὴν πόλιν καταλαμβάνουσιν. Ἤπειγον γὰρ αὐτὸν τοῦτο μὲν οἱ γάμοι τῆς θυγατρός, τοῦτο δὲ καὶ ἐκ δύσεως Τόχαροι ἀγγελθέντες ἐξέρχεσθαι, οὓς αὐτὸς βασιλεύς, Νογᾶν ἀξιώσας κατὰ τοῦ σεβαστοκράτορος Ἰωάννου, ἐκείνου πέμψαντος, ἐξεδέχετο. Τῷ τέως γοῦν, μηνὸς γαμηλιῶνος λήγοντος ἐπιστάς, τοὺς γάμους ἐτέλει τῇ θυγατρί. Ὅλον δ' ἐλαφηβολιῶνα διαγαγών, ἐξήρτυε τὰς δυνάμεις καὶ πρὸς ἔξοδον ἡτοιμάζετο.

λεʹ. Ὅπως ὁ βασιλεὺς μετεκαλέσατο Τοχάρους κατὰ τοῦ σεβαστοκράτορος Ἰωάννου. Τῷ γὰρ σεβαστοκράτορι Ἰωάννῃ οὐκ ἦν ἠρεμεῖν, ἀλλὰ καὶ αὖθις σπονδὰς ἐκείνας συγχέας, ἐπεχείρει τοῖς μὴ προσήκουσιν. Ἄλλως δ' ἐπισχεῖν αὐτὸν τῶν βουλευμάτων βασιλεὺς οὐκ ἔχωντὸ γὰρ θερμουργὸν ἐκείνου καὶ αὔθαδες μέχρι καὶ ἐς ἀποκήρυξιν ἐκεῖνον ὡς ἀποστάτην ἐτίθει, εἰ μή γε, Τοχάρους ἐπαγαγών, πᾶσαν μὲν τὴν ἐκείνου ληΐσεται, αὐτὸν δ' ἐν στενῷ καταστήσει πραγμάτων τε καὶ ἐλπίδων, εἰ τέως διαδράσει τὸν κίνδυνον, ταῦτ' ἐπὶ νοῦν στρέφων, Τοχάρους ἐπῆγεν. Εὔκαιρον δ' εἶχε καὶ τὸν ἐφεστῶτα χειμῶναχειμῶνος γὰρ καὶ σύνηθες ἐκείνοις στρατεύειν, ὃν καὶ προκα ταλαβεῖν ἠπείγετο, ὡς ἔξω πόλεως συμβαλεῖν Τοχάροις. Ἦν δὲ ἄρα τὸ μελετώμενον μέλημα μὲν ἄλλως στρατιώτῃ πρέπον ἐπιεικῶς, χριστιανῷ δὲ καὶ λίαν ἀπᾷδον· ἀσεβεῖς γὰρ ἐπὶ χριστιανοὺς ἐξορμᾶν καί γ' ἀθέους ἐφ' ἱρά, μὴ καὶ τῶν σφόδρα θείου φόβου ἀνεπιστρόφων τὸ τόλμημα ἦν. Ἀλλ' ἐκείνους μὲν ἐξῆγεν ἡ ἀπὸ βασιλέως ἀξίωσις πρὸς Νογᾶν, καὶ τὸ θέλειν πάντως ἐκεῖνον ἐξαφανίσαι καὶ χώρας ἐκείνας καὶ τὸν ἐχθρόν· οὐκ ἦν δὲ ἄρα καταρρᾳθυμεῖν καὶ τὴν ∆ίκην, ἀλλά, παλίμπους οὖσα, τότε μᾶλλον καὶ προηγεῖτο, ὡς μετὰ μικρὸν ὁ λόγος ἐρεῖ. Τηνίκα δέ, μουνυχιῶνος μηνὸς ἐνστάντος, ἐκεῖνος μὲν πρὸς τὴν ἔξοδον ἡτοιμάζετο, οὐ τόσον τῷ καθ' αὑτὸν πλήθει καὶ ταῖς δυνάμεσιν ὅσον Τοχάροις θαρρῶν· ἡ δ' αὐγούστα, τοῦτο μὲν ἀφορῶσα καὶ πρὸς τὸ τῆς ἐκστρατείας παράλογόν τε καὶ παρακαίριον, τοῦτο δὲ καὶ ἀρρωστίαν ἐπι κειμένην κατανοοῦσα τῷ βασιλεῖ, ἐκ τῆς κατὰ τὸ θέρος δυσπραγίας ἐπισυμβᾶσαν, καί τι τῶν ἀβουλήτων ὑπονοοῦσα, ἐπεῖχέ τε σθεναρώτερον καὶ ἐξιέναι οὐκ εἴα, οὐκ ἀφωσιωμένως, ὡς ἄν τις εἴποι, καὶ ἐκ πλαγίου, ἀλλ' 661 ἐνστατικῶς ἄγαν καὶ φανερῶς, ὡς μέγα τι κακὸν ἐξ ἀνάγκης προξενησού σης τῆς ἐκστρατείας. Καί· «Τί παθών, ἔλεγεν, ἀφειδεῖς μὲν σώματος, ἀφειδεῖς δὲ καὶ αὐτῆς ζωῆς;» Ὅν, εἰ μή τί γ' ἄλλο εἰς ὑποψίας ἂν ἐνῆγεν οὐκ ἀγαθὰς καὶ δείματα καίρια, ἀλλ' οὖν ἡ νόσος αὐτὴ καὶ τὸ μὴ εὐρώστως ἔχειν ἱκανὸν κωλύειν ἂν ἐνομίζετο. Τῷ δὲ ταῖς ἀληθείαις κατὰ νοῦν ἦν, περὶ ἑαυτῷ δειλιῶντι