1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

135

ἀποδιδράσκοντα παρὰ τὸ καθῆκον κινου μένοις καὶ ταχέσι ποσί, ἐπέβυε τὰ ὦτα τοῖς παρηρτημένοις τῆς καλύπτρας ἑκατέρωθεν τῶν ὤτων ὠτίοις, ὡς μηδ' ἐπαΐειν ἀναγινωσκομένου τοῦ γράμ ματος. Τέλος δυσθυμήσας οὐρανόν τε καὶ γῆν ἐπεμαρτύρετο μεγίστῃ φωνῇ ὦν δὴ καὶ πάσχοι· καὶ μὴ μόνον οἷς εἶπον οἱ κατειπόντες ἠξίου προσέχειν, ἀλλ' ἃ καὶ ἀντήκουον ἂν παρ' αὐτοῦ, εἴπερ ἀνέφερον, ὅλως προσηξίου σκοπεῖν, εἰ μὴ ἐπείχοντο ἐμβριθῶς, εἰ μὴ καὶ μεγάλως ἠπειλοῦντο κολά ζεσθαι πρὸς Θεοῦ, ἐπιχειροῦντες ὅλως. Καὶ ὡς· «Καλῶς ἄν, ἔλεγεν, ἠρχιερατεύσαμεν, φόνον τῷ βασιλεῖ συνυφαίνοντες, οἳ δὴ καί, ἐν ἐσχατιᾷ ταύτῃ παραρριφθέντες, Θεὸν εἰς καλὸν ἐπειλῆφθαι τῆς ἐκείνου ψυχῆς ἱκε τεύομεν, κἂν ἐκεῖνος λιμῷ καὶ δίψει ἐπ' ἐρημίας ὡς καταδίκους ἀπόλλυσι.» Ταῦτα καὶ τοιαῦθ' ἕτερα ἐν ὀδύνῃ ψυχῆς καὶ πικρίᾳ ἐξενεγκών, τὰ μὲν αὐτῷ βασιλεῖ, τὰ δὲ καὶ τῷ ἐς τὸν θρόνον καταστάντι προσονειδίσας, ἢ ἐποικτι σάμενος μᾶλλον, ἀπέπεμπεν. Ἡμεῖς δὲ καὶ αὖθις τῆς ἐπελθούσης ἡμέρας προσελθόντες καί, ὅσον ἦν τὰ προσανακείμενα ἐκτελέσαντες, ἀφωρμοῦμεν τοῦ λιμένος αὐτίκα καί, τοῦ βορέου λαμπροῦ καταβαίνοντος, διὰ τῶν κατὰ δύσιν τῆς νήσου μερῶν ἀνεκτότερον ἡγούμεθα πλέειν, ἐπισκεπομένους τοῖς ὄρεσιν. Ἀλλὰ μᾶλλον ὁ κλύδων μέγιστος ἐπηγείρετο, καὶ ὤδινεν ἡ θάλασσα πλέον, καί, τῷ Γαληνολιμένι μόλις προσσχόντες τὴν ναῦν, ὃν δὴ καὶ Γαγιλολιμὴν ἰδιωτικῶς οἱ ἐπιχώριοι παραφθείροντες λέγουσι, μεγάλοις ἐκεῖσε φοβεροῖς ἐνετύχομεν, κατ' εἴσπραξιν, οἶμαι, τοῦ μὴ μετ' εὐλογίας 377 ἀπολυθῆναι τοῦ πατριάρχου· ὃ δὴ καὶ ἤθελε μὲν ἕκαστος ἀνὰ μέρος, ὡς ὕστερον ὡμολόγουν πρὸς ἀλλήλους μεταμελόμενοι, ὅμως δὲ τὴν ἐντεῦθεν κατηγορίαν ὑφορώμενοι κατημέλουν. Νυκτὸς γὰρ μέσης σεισμὸς ἐπεισπίπτει βαρύς, καὶ τὸ ὄρος, θραυσθὲν καὶ πεσὸν εἰς θάλασσαν, τὸν ἐκεῖσε τόπον κατέκλυσε, δόκησίν τε καὶ ἡμᾶς κατακλυσθῆναι παρέσχε, κατ' αἰγιαλὸν μένοντας. Ἀλλὰ μόλις, πολλὰ τῇ θαλάσσῃ προσταλαιπωρήσαντες, τῆς Κωνσταντίνου ἐπέβημεν, μηνὸς ἑξκαι δεκάτῃ ποσειδεῶνος, καί, τῷ πατριαρχοῦντι πρότερον προσελθόντες καὶ τὸ πᾶν ἀναγγείλαντες, θερμὴν ἀξίωσιν οἷον ἠξιούμεθα παρ' ἐκείνου πᾶν λυπηρὸν τῆς ἀπαγγελίας ὑπεξελέσθαι, πρὸς βασιλέα λέγοντας, καὶ εἴ τι λέλεκται. Ὅτῳ δ' ᾠκονόμηται τὰ τότε πρὸς βασιλέα, ὥστ' ἀκούσαντα δια γνῶναι μὲν τὴν ἀπολογίαν, ὅτι καὶ εἰκὸς ἀκούσαντα ἐπισχεῖν ἐκείνους, μὴ θέλοντα δὲ τοὺς καθ' ἡμῶν ἐμφανίζειν σιγᾶν, δεινὸν δὲ καὶ τὸ κακοπαθεῖν ἐκεῖνον ἡγήσασθαι, ὥστ' αὐτίκ' ἐπιτάξαι τριακοσίοις ἐτησίοις νομίσμασιν ἐκεῖνόν τε καὶ τοὺς περὶ ἐκεῖνον καθικανοῦν, ὑπεραπολογούμενον καὶ μεθ' ὅρκου ὡς καὶ πρότερον ἐπιτάξοι οὕτως καὶ ὡς παρ' ἐκεῖνον μὴ θέλοντα δέχεσθαι τὸ μὴ δίδοσθαι ἦν, τέως δὲ καὶ αὖθις δεδιότα μὴ ὅπως δέχοιτο, προσανατιθέναι τῇ δεσποίνῃ τὴν χορηγίαν, ἐφ' ᾧ αὐτὸν μὲν ἀποστεῖλαι καὶ αὖθις φίλους ἐκείνῳ νομιζομένους κατά τινα τὴν ἀπ' αὐτοῦ παραμυ θίαν τε καὶ εὐμένειαν, τὴν δὲ δέσποιναν μετ' ἐκείνων πέμπειν ὡς ἀφ' ἑαυτῆς τὰ νομίσματα. Ὃ δὴ καὶ μετ' οὐ πολὺ πέπρακται, καὶ ἀποστέλλονται ὁ τῆς ἐκκλησίας ὑπομνηματογράφος Γεμιστός, ὁ τοῦ βασιλικοῦ κλήρου λαμπαδάριος ὁ Οἰναιώτης καὶ τρίτος ὁ τῆς Ἱερᾶς ἱερομόναχος Μάρκος, ἄνδρες ἐκ παλαιοῦ φίλοι ἐκείνῳ τὰ μάλιστα, οἷς δὴ καὶ παρὰ τῆς δεσποίνης τὰ εἰς χρείαν συναπεστέλλοντο. 379

ιζʹ. Ὅπως ὁ βασιλεὺς ἐβουλεύετο τὰ περὶ τῆς ἑαυτοῦ λύσεως καὶ πρὸς τίνος. Τῷ μὲν οὖν βασιλεῖ οὐκ ἦν ἐς τοσοῦτον τὰ τῆς σπουδῆς, ἀλλὰ καὶ τὸ πλέον προσεπεζήτει, μᾶλλον δὲ καὶ οὗ χάριν ταῦτ' ἐπράττετο· τὸ δ' ἦν ἄρα ὅσον ἐν σπουδῇ ἐκείνῳ τοῦ ἀνυσθῆναι, τόσον ἐν ἀπορίᾳ τοῦ πῶς ἂν ἀνυσθείη καὶ παρὰ τίνος. Ἤθελε μὲν οὖν τὴν τοῦ δεσμοῦ λύσιν γενέσθαι παρά τε τοῦ πατριάρχου καὶ τῆς συνόδου, τὸν δὲ λύσαντα ὑφωρᾶτο μὴ καὶ δόξοι ἄλυτα λύων ἐκ τοῦ πρὸς ἐκεῖνον τὸν λαὸν ὀλιγώρως ἔχειν, τοῦτο μὲν διὰ τὸ μὴ ἐπ' ἐκείνῳ πληροφορεῖσθαι, τοῦτο δὲ καὶ διὰ τὴν ἐμφαινο μένην τοῦ θρόνου μετάθεσιν. Ὁ δ' ἐννοίας τοιαύτας ὑποβάλλων τῷ