1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

168

ἀλλ' ἄντικρυς ἐκρίνοντο τῆς πρὸς βασιλέα καθοσιώσεως, ἢν μή γε τὰ τῆς ὑπογραφῆς τελοῖεν. Ὡς δέ τινες εἰς φόβον κατέφευγον τοῦ μή τι καὶ πλέον προσβιασθῆναι, ὁ βασιλεὺς αὐτίκα προστάσσει, καὶ λόγος ἐκτίθεται χρυσοβούλλειος, πλήρης μὲν φρικωδεστάτων ἀρῶν, πλήρης δὲ καὶ ὅρκων παλαμναιοτάτων, ἦ μὴν μὴ ἐκβιάσασθαι πλέον, μὴ διαπράξασθαι, μὴ παρεγχειρῆσαι, μηδ' εἰς νοῦν βαλεῖν μέχρι καὶ ἐς κεραίαν μίαν καὶ ἰῶτα τὰ τοῦ συμβόλου παραγαγεῖν, μὴ πλέον τῶν τριῶν κεφαλαίων, πρωτείου καὶ ἐκκλήτου καὶ μνημοσύνου, καὶ τούτων ἐπὶ ψιλοῖς ὀνόμασι κατ' οἰκονο μίαν, ζητῆσαι· εἰ δ' οὖν, ἐξώλη τε καὶ προώλη γενέσθαι καὶ τὰ φοβερώτατα ὑποσχεῖν. Ταῦτα γράψας καὶ ὑπογράψας, προσέτι δὲ καὶ βούλλῃ χρυσῇ κατασφαλισάμενος, πέμπει τῇ ἐκκλησίᾳ διὰ τοῦ πρωτασηκρῆτις Νεοκαι σαρείτου Μιχαήλ· ᾧ δὴ καὶ βεβαιωθέντες, καθυπογράφουσιν, ἄνευ καὶ τότε τινῶν, οἳ δὴ καὶ ἐξορισθέντες, μετὰ καιρὸν συγκαταθέμενοι, κατά γονται καὶ ἑνοῦνται τῇ ἐκκλησίᾳ, οὐδενὸς τῶν τοῦ κλήρου ἐλλείψαντος. 507

καʹ. Ὅπως οἱ πρέσβεις τοῦ βασιλέως κατὰ θάλασσαν ἐκινδύνευσαν. Ἀλλὰ ῥητέον καὶ τὰ τῶν πρέσβεων. Ἐκεῖνοι γὰρ παρὰ καιρὸν πλεύσαντες κρονίου γὰρ ἀρχομένου μηνὸς ταῖς ναυσὶν ἐμβάντες ἀπέπλεον, πρὸς αὐτῷ τῷ Μαλέᾳ, ὃν καὶ Ξυλοφάγον καλεῖν εἰώθασι, λήγοντος τοῦ μηνός, γίνονται καὶ τῇ ἐνισταμένῃ τότε μεγάλῃ πέμπτῃ ἑσπέρας ναυαγίῳ χρῶνται δεινῷ. Αὐτίκα γὰρ ὤδινε μὲν ἡ θάλασσα, καὶ κατέβαινεν Ἑλλησποντίας λαμπρός, σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ πόντον· καὶ νὺξ μὲν οὐκ οὐρανόθεν ὀρώρει, ἀλλ' ἦν ταῖς ἀληθείαις νὺξ ἡ σκιὰ γῆς καὶ συνήθης, πλὴν ἀσέληνός τε καὶ ἀλαμπὴς ἐξ ἀστέρων. Ἡ δὲ τοῦ ἀέρος ἀκαταστασία καὶ σύγχυσις τὸ δεινὸν ἐπηύξανε τῆς θαλάσσης, καὶ δεινὸς ἐφῆπται τοῖς πλέουσι κίνδυνος. Πρῶτον μὲν οὖν διέσχεν ὁ κλύδων τὰς ναῦς ἀπ' ἀλλήλων, καὶ οἱ ἐν αὐταῖς οὐκ εἶχον εἰδέναι ποῦ προΐασιν ἄρα ἑκάτεροι· ἐνέδοσαν γὰρ τῷ κύματι σφοδρῶς πλημμυροῦντι, ὅπου προσαράσσων ἀγρίως καὶ φέροι. Ὅθεν καὶ οἱ περὶ τὸν Γερμανὸν καὶ τὸν μέγαν λογοθέτην ἀνώθουν τε πρὸς πέλαγος τὴν τριήρη καὶ ἐξουρίαζον, τῷ πελάγει πιστεύσαντες, σοφώτερον δρῶντες ἢ κατὰ τοὺς λοιπούς. Ἐκεῖνοι γάρ, μικροψυχήσαντες πρὸς τὸν κίνδυνον καὶ τῇ ξηρᾷ, ἐγγὺς οὔσῃ, ἐλπίζοντες σωθήσεσθαι, εἰ λιμένι ἐντύ χοιεν, τὴν γῆν μὲν ἐφυλάσσοντο, τὸν ἀπὸ ταύτης δεδιότες κίνδυνον, πλὴν δ' ἀλλ' οὐδὲ πάλιν τῷ πελάγει ἐπίστευον. Ὅθεν καὶ κατὰ μικρὸν τῆς φορᾶς τῶν κυμάτων ἡττωμένου τοῦ κυβερνήτου, ἀφανῶς ταῖς ἀκταῖς προσπαίουσι καὶ οὕτως αὐτόνεῳ καταδύονται, δῶρα ἐκεῖνα βασιλικὰ καὶ τὴν τῆς ἐκκλησίας πολύτιμον ἐνδυτὴν αὐτοῖς ἀνδράσι συγκαταδύσαντες, ἑνὸς καὶ μόνου δια σωθέντος, ὃς δὴ καὶ ἄγγελος ἐγεγόνει τῆς συμφορᾶς. Καὶ οὕτω μὲν οἱ ἀμφὶ τοὺς ἄρχοντας ἐξαπολωλότες ἠγγέλλοντο· οἱ δὲ περὶ τοὺς τῆς ἐκκλησίας καὶ τὸν μέγαν λογοθέτην, τὴν νύκτα πᾶσαν πρός τε κῦμα πρός τε θάλασσαν διαναυμαχοῦντες καὶ πολλάκις ἐγγὺς ἐλθόντες τοῦ καταδῦναι, μόλις καὶ σὺν πολλῇ βίᾳ, ὑπαυγαζούσης ἡμέρας, πρὸς Μεθώνην γίνονται, μόγις ἀποδράσαντες παρ' ἐλπίδα πᾶσαν τὸν ἐφεστῶτα 509 κίνδυνον. Ἐκεῖσε δ' ἀνέσαντες ἡμέρας πλείους, ἐφ' ᾧ μαθεῖν τὰ τῆς ἄλλης τριήρεως, εἴ που τοῦ κλύδωνος διαγένοιτο, ἐν εἰδήσει γίνονται τῆς πικρᾶς ἀγγελίας μετ' οὐ πολύ· οἳ δὴ καὶ μόνοι λειφθέντες, ἐπεὶ οὐκ ἦν ὑποστρέφειν, τοῖς πρόσω ἐπιβαλλόμενοι, πρὸς τὴν Ῥώμην ἀπέπλεον. Καὶ δι' ὀλίγων ἡμερῶν καταλαβόντες τὸν πάπαν, τὰ τῆς πρεσβείας ἐπλήρουν, ἀσμένως ὑποδεξαμένου τοῦ πάπα τοὺς πρέσβεις, ὥστε καὶ τιμῆσαι σφᾶς τιάραις τε καὶ μίτραις καὶ δακτυλίοις, ὡς ἡ ἐκείνων ἔχει ἐπ' ἀρχιερεῦσι συνήθεια. Ἔαρ οὖν καὶ θέρος ἐκεῖσε διαγαγόντες καὶ τὰ εἰκότα φιλοφρονηθέντες παρὰ τοῦ πάπα, τὰ τῆς πρεσβείας διευθετοῦσι καί, φθινοπώρου λήγοντος, συνάμα πρέσβεσι τὴν πόλιν καταλαμβάνουσιν.

κβʹ. Ὅπως ὁ πάπας ἐμνημονεύετο, ἀργήσαντος τοῦ πατριάρχου. Ἦν οὖν ἀπεντεῦθεν ἀργῆσαι μὲν τὸν πατριάρχην κατὰ τὰ συγκείμενα τέλεον,