1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

178

τοῦ Κωνσταντίνου καὶ ἐπὶ τῷ κήδει σπονδαὶ συνεχέοντο ἤδη, τῆς Μαρίας κινούσης τὸν ἄνδρα πρὸς ἔχθραν, ἐφ' οἷς καὶ παιδοποιησαμένων τὸν Μιχαήλ, ἐν ἀναβολαῖς τὰ περὶ τὴν Μεσέμβρειαν ἦσαν· καὶ δῆλος ἦν βασιλεὺς ἐκείνοις πλαττόμενος ἀφορμὰς τοῦ μὴ διδόναι ἃ καὶ καθάπαξ διδόναι οὐκ ἦν βουλομένῳ ἐκείνῳ· ἀνερρίπιζε δὲ τὸ μῖσος καὶ ἡ πρὸς βασιλέως τῆς μητρὸς ἐκείνης Εὐλογίας παρόρασις. Τὸ δ' αἴτιον ἡ περὶ τῶν γεγονότων τῇ ἐκκλησίᾳ διαφορά, ὡς καὶ εἰς ἐχθρὰν λογίζεσθαι τῷ κρατοῦντι μὴ ὅπως αὐτὴν σχιζομένην τῆς πρὸς τὴν ἐκκλησίαν κοινωνίας, ἀλλὰ καὶ πολλοὺς τῶν σχιζομένων περιποιοῦσαν καὶ περιθάλπουσαν. Ταῦθ' ἡ Μαρία πυνθανομένη τῶν ὁσημέραι παρ' αὐτὴν φοιτώντων ἦσαν γὰρ καὶ τῶν μοναχῶν οὐκ ὀλίγοι τὴν εἰς ἐκείνην στέρξαντες ἱκε τείαν, δεινὰ ἐμελέτα κατὰ τοῦ θείου, στυγοῦσα μὲν καὶ τὴν πρᾶξιν, ὡς πρὸς τοὺς ἱκετεύοντας ἔλεγεν, ἐν δεινῷ δὲ ποιουμένη καὶ τὴν τῆς μητρὸς πρὸς βασιλέως ἀπέχθειαν. Ὅθεν καὶ πρὸς ἶσα δεικνῦσα τὸ ἔχθος, πειρᾶται πράττειν καὶ μεῖζον ἢ κατὰ γυναῖκας· τὸν γὰρ Ἰωσὴφ σὺν ἄλλοις, ὃν δὴ καὶ Καθαρὸν ὠνόμαζον, πέμπει πρὸς Παλαιστίνην, ἅμα μὲν τῷ τῆς Αἰλίας πατριάρχῃ τὰ πραχθέντα διασαφήσοντα, ἅμα δὲ καὶ τὸν σουλτὰν κατὰ βασιλέως ὡς ἐνὸν ἐκείνῳ παρακινήσοντα, ὥσθ' ἅμα ἐκεῖνον μὲν ἔνθεν, Βουλγάρους δ' ἐντεῦθεν συνελθόντας τὴν χώραν τοῦ βασιλέως κακοῦν· εἶναι γὰρ καὶ τῷ θείῳ ἀπηχθημένον τὸν βασιλέα, ὡς παραβάντα τὴν πρὸς ἐκεῖνον θρησκείαν, οὐδὲν δ' ἄλλο εἶναι τὸ κινοῦν Θεὸν ἐπ' ἀνθρώπους ἢ τὸ παραβῆναι 547 σφᾶς τὴν πρὸς ἐκεῖνον νομιζομένην δόξαν ἀρχῆθεν. Τῷ μὲν οὖν πατριάρχῃ οἱ παρὰ τῆς Μαρίας πεμφθέντες πιστὰ λέγειν ἐδόκουν, καὶ παρ' ἄλλων μαθόντι τὰ γεγονότα· ὅθεν καὶ παρὰ μόνον τὸ μεγεθύνειν προστιθέντας τὸ πρᾶγμα, ἀληθινοὺς πρέσβεις εἶχε καὶ οὐκ ἐπολυπραγμόνει τὸν πέμψαντα, ἐπίστευε δὲ τοὺς περὶ τὸν Ἀλεξανδρείας Ἀθανάσιον καί γε τὸν Ἀντιοχείας Εὐθύμιον ἐκεῖνο πράττειν ὃ καὶ μόνος ἠξιοῦτο ποιεῖν. Τῷ δέ γε σουλτὰν παρ' ἐλπισμὸν ἦν πάντα ἡ ἐκείνων πρεσβεία, ὡς μηδέποτ' ἄλλοτε γενομένη τοῖς πρὸ αὐτοῦ τῆς Αἰγύπτου ἄρχουσι· προσέτι δὲ καὶ τὸ ἔθνος τῶν Βουλγάρων μὴ περιφανὲς ὂν ὥστε καὶ εἰς ἀρχὴν ἀνάγεσθαι, ἐν ὑπονοίαις τὴν πρεσβείαν ἐποίει καὶ σιγηλῶς ἀπέπεμπε. Τὸ μέντοι γε δοκοῦν τῷ τῆς Αἰλίας πατριαρχεύοντι Γρηγορίῳ καὶ λίαν ἀληθινὸν ἦν. Ὁ γὰρ Ἀντιοχείας καὶ προεπεδήμησε τῇ Κωνσταντίνου, ῥυσθεὶς τῶν τοῦ ῥηγὸς Ἀρμενίας χειρῶν· ἐκεῖνος γάρ, ἔχθος τῷ πατριάρχῃ τηρῶν καὶ θέλων ἐκποδὼν ποιῆσαι, ἐπεὶ ἀνὰ χεῖρας εἶχε τὸν ἄνδρα, ἐκδίδωσι τοῖς ἀπάξουσιν ᾗ δὴ καὶ ἀπολλύναι ἐκ τοῦ παραχρῆμα ξυμβαίη· καὶ οἳ λαβόντες ἀμφιάλῳ κατεπίστευον πέτρᾳ, ἐρήμῳ οὔσῃ καὶ ἀπανθρώπῳ τὰ ἐς παράκλησιν. Ἀλλ' ἐκεῖνος, ῥυσθείς, ὡς ἔλεγε, ταῖς θαυματουργοῦ Νικολάου ἐπιστασίαις, βασιλεῖ προστρέχει, καταχθεὶς εἰς πόλιν. Ὁ δέ γ' Ἀλεξανδρείας, καὶ αὐτὸς ὕστερος τῶν πραχθέντων γεγονώς, ἀναλύειν μὲν οὐκ εἶχε τὸ γεγονός, ὅμως δ' εἰρήνευεν, ἐμποδὼν ἔχων τὴν ξενιτείαν τοῦ ταῦτα ζητεῖν. Οὐ γὰρ προσκέ κλητο ἐπὶ τούτῳ, ἀλλ' αὐτὸς κατὰ παραμυθίαν ὧν ἔπασχε λυπηρῶν, ἐν τοῖς ἀθέοις διάγων, ὡς ἐπὶ λιμένα εἰς τὸν βασιλέα κατέφευγε καί, ἐπιτετελεσμένοις ἐπιστάς, ἔκρινε δεῖν ἡσυχάζειν, τοῦ μὲν συμπρᾶξαι παμπληθὲς ἀπέχων, τὸ δ' ἀνακινεῖν καθεστῶτα ἡγούμενος ἄκαιρον.

βʹ. Ὅπως ἡ Μαρία κατεσοφίσατο τὸν Ὀσφεντίσθλαβον. Ἡ μέντοι γε Μαρία, Μιχαὴλ τὸν παῖδα καὶ παρὰ τὴν ἡλικίαν στέψασα, βασιλικῶς ἔτρεφε καὶ ἀνῆγε, τὴν εὐφημίαν μετὰ πατέρας τῷ παιδὶ παρέ χουσα. Ὑπόπτως δὲ τῷ Ὀσφεντισθλάβῳ καὶ λίαν ἔχουσα, δεσπότῃ γε ὄντι, 549 ὑποποιεῖται δολίως ἐκεῖνον· τὰ γὰρ τοῦ Κωνσταντίνου ἀσθενῶς ἔχοντος ἐποίει τοιαῦτα κατασκευάζειν, περὶ τῷ παιδὶ δειλιῶσαν. Πέμψασα γοῦν, ὅρκοις τοῦ μὴ ἐπιβουλεῦσαί οἱ, πείθει παραγενέσθαι τὸν Ὀσφεντίσθλαβον παρ' αὐτήν. Ὁ δέ, τοῖς ὅρκοις θαρρήσας, εἰς Τέρνοβον ἧκε καὶ ἤδη παρηβηκότα υἱοποιεῖσθαι ἠξίου. Καὶ δὴ ἐπ' ἐκκλησίας περιφανῶς τῇ Μαρίᾳ ἐκεῖνος υἱοπεποίητο· μετὰ γὰρ τὰς τοῦ ἱερέως ἐντεύξεις καὶ τὰ ἐπ' αὐταῖς φῶτα, διασχοῦσα