1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

83

ἐθαυμάζομεν. Ἐκεῖνος δέ, καὶ ἄλλως φιλαλήθης ὤν, εἰς πίστιν τῶν λεγομένων προσετίθει καὶ ὅρκον, θαυμάζων ἅμα καὶ τὸ τῆς προνοίας δραστικόν τε καὶ ἄφυκτον.

κʹ. Περὶ τῆς κατὰ τοῦ Γαλατᾶ φρουρίου τοῦ βασιλέως προσβολῆς. Ὡς γοῦν ὁ κρατῶν, τὰς δυνάμεις συναγαγών, πολλὰς οὔσας καὶ διαφό ρους, τῷ Γαλατᾷ προσέβαλεν, αὐτὸς μέν, ἐφ' ἱκανὸν μακρόθεν σκηνοποιησά μενος, ἐφ' ὑψηλοῦ καθῆστο, προσορῶν τὰ δρώμενα, ἅμα δὲ καὶ πειρώμενος εὐσύνοπτος εἶναι τοῖς ἐναντίοις πρὸς ἔκπληξιν, συνέρρεον δὲ πανταχόθεν δίκην ῥυάκων οἱ πολεμεῖν μέλλοντες, καὶ δὴ ὅσον ἐξωτέρω βέλους εἶναι καὶ 173 αὐτοὶ σκηνοποιησάμενοι, ἕτοιμοι προσβαλεῖν ἦσαν. Εὐθέως δὲ προσβολὰς ἐποιοῦντο μερισθέντες· ἔστι δ' οὗ καὶ τειχομαχικὰ στήσαντες ἐπειρῶντο τοῦ τείχους. Πλῆθος δ' ἦν μεῖζον ἢ κατὰ πόλεμον τοιούτου φρουρίου· πρὸς γὰρ τοῖς ἄλλοις, πολλοῖς γε οὖσι καὶ ἰσχυροῖς μάχεσθαι, καὶ ἄνδρες τοξόται ἐκ τῶν κατὰ Νίκαιαν μερῶν ἐκεῖσε, προστάττοντος βασιλέως, συνήχθησαν καί, εὔσκοπα βάλλοντες, οὐδὲ παρακύπτειν τοὺς ἐντὸς εἴων, ἀλλ' ἀπήντων συχνῶς τοξαζόμενοι κατὰ στόμα, εἴ που φανεῖεν. Ἰταλοὶ δ' ἐκ διαδοχῆς καθ' ἡμέραν νέοι ταῖς ἁλιάσι διαπεραιούμενοι, διὰ τῆς πρὸς θαλάσσῃ πύλης διεκπαιόμενοι, ἑαυτοὺς εἰσώθουν καί, ξύλοις μεγάλοις τὸ ἐντὸς εἰς περίπατον κρατυνάμενοι, καρτερῶς ἀπημύνοντο τοῦ τείχους, ἐξ ὧν συνέβαινε συχνοὺς καταπίπτειν τῶν ἔξω, ἐξ ἀφανοῦς βαλλομένους· ποσὶ γὰρ ἀσφαλέσιν ἑστῶτες, ἀκμῆτες ἄνδρες ἐκ διαδοχῆς ἄρτι φανέντες ἐνέτεινόν τε ῥᾳδίως τὰ σφίσι συνήθη γε ἰοβόλα σκεύη καί, σκεπόμενοι ταῖς ἐπάλξεσι, δι' ὀπῶν κατη κόντιζον. Οἱ ἔξω δὲ ταῖς τειχομαχίαις περιῆσαν, πετροβόλοις βάλλοντες μηχανήμασι, πρὸς ἅ, κληματίδας ξυμφορήσαντες ἐξ ἀμπέλων καὶ τὰ πονοῦντα τῶν μερῶν πυκάσαντες, ταῖς βολαῖς ἀντεῖχον. Αὐτοὶ δέ, προσκαταβαίνοντες ταῖς στοαῖς, τὸ ἀσφαλὲς μὲν κατὰ κεφαλῆς ἐκ τῶν κληματίδων εἶχον, ἐκεῖθεν δέ, κατὰ διοπτείαν ταῖς ὀπαῖς χρώμενοι, ὡς εἶχον ἠμύνοντο. Καὶ τοὺς μὲν πλῆθος καὶ ἰσχὺς μετ' ἐμπειρίας παρεκρότει, ἅμα δὲ καὶ τό, ἐφορῶντος τοῦ βασιλέως, μάχεσθαι, Ἰταλοὺς δὲ τὸ σπουδαῖόν τε καὶ εὐσύνετον, ἔτι δὲ καὶ τὸ ἐκ διαδοχῆς εἰς ἡμέραν προκινδυνεύειν, οἴκοθεν ὡρμημένους. Ἐκδρομαὶ μὲν οὖν οὐκ ἀσφαλεῖς σφίσιν ἦσαντῷ γὰρ πλήθει καὶ λίαν ἡττῶντο τῶν ἔξω, τόλμῃ δὲ τρεφομένῃ δέει συγκροτούμενοι, ὁσημέραι διεκαρτέρουν. Ἀγὼν δ' ἦν ἀμφοτέροις, τοῖς μὲν κατὰ κράτος ἑλεῖν, ὡς ἅμα τῷ φρουρίῳ τὴν πόλιν ἕξουσιν, τοῖς δ' ἀντέχειν, ὡς συναπολλυμένης ἐξ ἀνάγκης τῷ φρουρίῳ τῆς πόλεως. Κατήντα δ' ἡ μάχη σφίσι διαχρονίζουσι μαχομένοις τοῖς μὲν περὶ τὸν βασιλέα εἰς αἰδῶ προφανῆ τοῦ μὴ περιγενέσθαι φρουρίου ἐπὶ τοσοῦτον μαχομένους τόσον πλῆθος, οὐδὲν σεμνὸν ἔχοντος καί τισιν ὀλίγοις διαφυλαττομένου, τοῖς δ' Ἰταλοῖς εἰς φιλοτιμίαν τοῦ τόσους μὴ περιγενέσθαι παρασκευάσαι, αὐτοὺς ὀλίγους ὄντας, 175 ὡς μηδὲ τολμᾶν ἐξιέναι, ἅμα δὲ καὶ τοῦ αὐτὸν βασιλέα δόξαι νικᾶν καὶ πᾶσαν τὴν αὐτοῦ δύναμιν ἐπὶ ταὐτὸ συνελθοῦσαν ἅμα. Τότε γοῦν πολλῶν καθ' ἡμέραν ἐκ τοῦ τείχους βαλλομένων τε καὶ πιπτόντων ἰοβόλοις μεγίστοις μαγγάνοις, ὥστε καὶ οἰκτίζοντο κατειρωνευόμενοι, μὴ θέλοντες βάλλειν, ἀλλ' ἀποπέμπειν τὸν ἐντὸς τοῦ βέλους ἰόντα διὰ τὴν ἐγγύτητα, ὡς τῇ γυναικί, ὡς ἔλεγον, διασῴζοιτο, καὶ ἅμα φήμης διαχεθείσης, ὡς ἐξ ἀπο στολῆς ἐπέστησαν ἄλλοι πλεῖστοι καὶ ἰσχυροί, ὑπερπαθήσας οἷον διά τε τὸ τοῦ κόπου κενὸν καὶ μετὰ τὴν τῶν πεσόντων ἀποβολήν, εἰ καὶ γέλωτα ὤφλει μηδὲν καταπράξας, ἔγνω καταλύειν τὸν πόλεμον, πλὴν οὐ κατὰ συνθήκας, ἵν' ἑαυτῷ ἀπολογίαν εὐπρεπῆ καταλείψοι, ὡς καὶ πάλιν κατ' ἀγαθὰς ἐλπίδας ἐπιθησόμενος.

καʹ. Περὶ τοῦ νεκροῦ τοῦ βασιλέως Βασιλείου τοῦ Βουλγαροκτόνου. Τότε δέ τινες τῶν οἰκείων τῷ βασιλεῖ, κατ' ἄνεσιν διατριβῆς ἐξελθόντες, ἐπέστησαν τῇ κατὰ τὸ Ἕβδομον τοῦ Θεολόγου μονῇ, ὄνομα μόνον, οὐ σχῆμα σῳζούσῃ μονῆς· καὶ τὸν ἐκεῖσε ναὸν εἰσελθόντες, ἠρειμμένον καὶ τοῦτον καὶ εἰς θρεμμάτων ἔπαυλιν ὄντα,