1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

156

τῇ ἐκείνων φυγῇ προσίστατο, καὶ πολλῷ ἦν ῥᾷον ἐντὸς οἰκιῶν ἢ ἐξιόντας σῴζεσθαι, πλὴν κἀκείνων σωθεισῶν ἐκ μέρους· οὐδὲ γὰρ ἦν ἥτις καὶ κατὰ τὸ ἀκέραιον διεγένετο. Ἄλλη γὰρ ἐπ' ἄλλῃ συνέπιπτε, καὶ ὁ, ταύτης πεσού σης, τὸν κίνδυνον ἀποδρὰς κατά τινα τύχην, ἐπιπεσούσης ἄλλης, συνελαμβά νετο. Καὶ ἦν ἀθρόον μὲν τὸ δεινόν, δυσχερὲς δὲ ἢ ὥστε τινὰ φυγόντα σῴζεσθαι. Πολλοῖς δὲ καὶ ὄναρ ἐπέστη, οἳ καὶ πρὶν μαθεῖν τὸ συμβὰν οὐκ ἔφθανον ἀπολλύμενοι· παιδάρια δὲ καὶ βρέφη, μηδ' ἔχοντ' εἰδέναι τὸ χαλεπόν, τοῖς ἐρειπίοις συγκατεπνίγοντο. Τοσοῦτος δ' ἦν ὁ ἐξαίφνης κτύπος καὶ θόρυβος ὥστε καί, τῆς θαλάσσης ἀναβρασσομένης ἔξωθεν, τοὺς περιγεγονότας ὑπο νοεῖν οὐχ ὅπως ἀρχὴν ὠδίνων ἐκεῖνα, ἀλλὰ καὶ αὐτὴν τὴν τοῦ κόσμου ἐπιστῆναι συντέλειαν· τῷ γὰρ παραθαλασσίαν μὲν τὴν πόλιν ἐκείνην εἶναι, δεινὸν δὲ καὶ τιναγμὸν ἐμπεσεῖν ἐξαίφνης, τόσου μὲν θορύβου γεγονότος ἀνθρώπων, τόσου δὲ κτύπου ἐπικαταπιπτόντων ἀλλήλοις τῶν οἰκημάτων, οἱ ἔξωθεν εὑρεθέντες, μειζόνως κατασεισθέντες τὰς ἀκοάς, οὐδὲν εἶχον ὑπο νοεῖν ἕτερον ἢ τοῦ κόσμου παντὸς ἐξαφάνισιν. Ἐπ' οὐκ ὀλίγον γοῦν τοῦ σεισμοῦ κρατήσαντος, ὡς μηδὲν ἑστὸς ἐγκατα λειφθῆναι, ἀλλὰ πᾶν τὸ ἐντὸς καταπεσεῖν καὶ τοὺς ἀνθρώπους συγκαταχῶσαι, παρὰ μόνην αὐτὴν τὴν ἀκρόπολινἐκείνη γὰρ καὶ ἀντέσχε καὶ οὐχ ὑπήκουε τῷ σεισμῷ, ἡμέρας φανείσης, συντρέχουσιν εὐθὺς οἱ περίοικοι, ἅμα μακέλλαις τε καὶ δικέλλαις καὶ παντὶ τῷ προστυχόντι ὀργάνῳ πρὸς ὀρυγὴν χρώμενοι, καὶ προσπεσόντες ὤρυττον, ἵνα γοῦν καί τισι ταλαιπώροις ἔτι ζῶσιν ἀπαμύναιεν τοῦ κινδύνου, τὸ δὲ πλέον ὡς ἂν καὶ πλοῦτον παντοδαπὸν ἐκφορήσαντες, τοῖς ἐρειπίοις κατασπασθέντα, λαβόντες ἔχοιεν· τότε γὰρ τοῖς πράγμασι τῶν πεσόντων καὶ οἱ κληρονόμοι συγκατεδύοντο, καὶ ὁ λαγχάνειν τὰς ἐξούλης δίκας ἐκείνοις οὐκ ἦν. Ἐφ' ἡμέραις οὖν ἅπαν τὸ γεγονὸς εἰς ἔδαφος κατασκάψαντες καὶ χρυσοῦν ἀμήσαντες θέρος, Ἀλβανῖταί τε καὶ οἱ περίοικοι, ὡς ἄμαις χρώμενοι ταῖς δικέλλαις, τέλος ἔρημον ἀφιᾶσι τήν ποτε πόλιν ἐκείνην, γνωριζομένην σημείοις τισὶν ἀμυδροῖς, ἐν οὖσι καταλε γομένην οὐ τῷ εἶναι, ἀλλὰ μόνῳ τῷ ὀνομάζεσθαι. Ὁ δ' ἐκείνης ἀρχιερεὺς Νικήτας, εὑρεθεὶς κἀκεῖνος τῷ τότε καὶ φυλαχθεὶς μέν, ἀλλ' ἐν πολλοῖς τῶν μελῶν τὰ σύμβολα τοῦ κινδύνου φέρων, πικρὰν ἰδὼν συμφορὰν καὶ ἣν ἥκιστ' ἄν τις καὶ προσεδόκησε πώποτε, κατάφοβος φεύγει, ἀφεὶς ἔρημον 461 οὐχ ἑαυτοῦ μόνου, ἀλλὰ καὶ τῶν ταύτης ἐποίκων καὶ κάλλους κτισμάτων καὶ πραγμάτων αὐτῶν τὴν μητρόπολιν.

ηʹ. Τὰ κατὰ τὸν ῥῆγα Κάρουλον καὶ ὅπως στόλον ἐξηρτύετο. Τότε τοίνυν καὶ ὁ ῥὴξ Πουλείας Κάρουλος, ἔκπαλαι τὸν Μαφρὲ καταγω νισάμενος, ἐν ἀκμῇ ἦν τῶν καθ' αὑτὸν πραγμάτων καὶ νηῶν παρασκευαῖς πλείστων ἐμεγαλύνετο, ἔκσπονδος δὲ ὢν τῷ βασιλεῖ τὰ πλεῖστα ἐπ' αἰτίαις τῶν Βαλδουίνου συναλλαγμάτων, ὡς ἐντεῦθεν ἐπὶ τῇ πόλει οἴεσθαι δικαιοῦ σθαι. Παρεσκεύαζε μὲν καὶ τὸ ναυτικὸν πλεῖστον ὅσον καὶ σώμασι καὶ ὅπλοις καὶ χρήμασι συνεκρότει· οὐ μόνον δέ, ἀλλὰ καὶ τὸν πάπαν προσελι πάρει καὶ θερμῶς ἐδέετο ἐφεῖναί οἱ τὴν κατὰ τῆς πόλεως ἐκστρατείαν, ὡς καὶ ἄλλως δίκαιον ὂν ζητεῖν τὰ τῶν παίδων αὐτοῦ, ἐφ' οἷς σφίσι συμφωνοῦσι καὶ ἡ ἐκκλησία συνῄνει καὶ συνεργεῖν τὰ μέγιστα ὑπισχνεῖτο. Καὶ ὁ μὲν ἐν τούτοις ἦν, ἐκ πολλοῦ παρασκευαζόμενος· ὁ δὲ βασιλεύς, ἀνέριστα τὰ πρὸς ἐκεῖνον διαγινώσκων καὶ τὸ πᾶν ἀδήριτα, ὅτι καὶ πλείσταις μὲν ταῖς ναυσὶν ἐξηρτύετο, πολλῷ δὲ καὶ τῷ κατὰ γῆν πεζικῷ, διὰ Βρεντησίου περαιωθησομένῳ εἰς τὸ τοῦ ∆υρραχίου ἐπίνειον, ἐρήμου ὄντος ἢ μᾶλλον καὶ παρ' ἐκείνου κατεχομένου εἰς τὸ ἀνακτισθῆναι, χρησόμενος, ὡς ἐλέγετο, δυνατὸς ἦν, κἀντεῦθεν διττὸν ᾠκονόμει τὸ στράτευμα, ἄλλως ἔγνω τὴν πρὸς ἐκεῖνον μάχην μεταχειρίσασθαι. Καὶ δὴ πολλάκις μὲν οὐκ ἰδίους πέμπων παρὰ τὸν πάπανοὐ γὰρ ἠδύνατο, ἐκείνου κατὰ θύρας ἀπαντῶντος, ἄλλως δὲ γραμματοφόρους κρυφηδὸν καὶ δὴ καὶ Ἰταλῶν ἐπιδόξους ὅσους ᾔδει φιλοῦντας καὶ τῆς ἐκείνων συμμορίας γινωσκομένους, ἔστι δ' ἐνίοτε καὶ οὓς