1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

84

καὶ τῇδε κἀκεῖσε περιβλεπόμενοι καὶ τό ποτε τοῦ ναοῦ κάλλος ἐκ τῶν λειψάνων θαυμάζοντεςἦσαν δ' οὗτοι οἱ περὶ τὸν Ἰατρόπουλον ∆ημήτριον καὶ λογοθέτην τότε τῶν οἰκειακῶν, ὁρῶσιν αἴφνης κατὰ γωνίαν ἱστάμενον ἀνδρὸς πάλαι τεθνεῶτος λείψανον ὁλόκληρόν τε καὶ τὸ πᾶν ὁλομελές, γυμνὸν ἐς πόδας ἐκ κεφαλῆς. Εἶχε δὲ καὶ ἐπὶ στόματος καλάμην ποιμενικῆς σύριγγος, εἰς χλεύην τινῶν οὕτω ποιη σάντων οἷς ἔμελε τῶν θρεμμάτων. Ὡς δ' ἰδόντες ἐθαύμαζον μὲν τὴν τοῦ λειψάνου ὁλομέλειαν, διηπόρουν δὲ οὗτινος ἂν καὶ εἴη ὁ πεπηγὼς ἐκεῖνος καὶ ἔτι εἰς σῶμα συνιστάμενος χοῦς, ὁρῶσιν ἐκ δεξιῶν τὸ κενήριον καὶ ἐπ' αὐτῷ γεγραμμένους στίχους δηλοῦντας τὸν κείμενον. Ἦν δ' οὗτος, ὡς ἐδήλουν τὰ γράμματα, ὁ Βουλγαροκτόνος Βασίλειος. Ὡς δ' ὑποστρέψαντες τὸ θεαθὲν σφίσι τῷ βασιλεῖ προσανέφερον, οἰκτίζεται αὐτίκα ὁ βασιλεὺς καί, 177 πέμψας σηρικὰ χρυσόσημα πέπλα, ἔτι δ' ἐξαποστείλας τοὺς ὑμνοπόλους σὺν οὐκ ὀλίγοις ἄρχουσιν, ὑπὸ πολλῇ τιμῇ καὶ δορυφορίᾳ, ψαλμοῖς καὶ ὕμνοις, ἀνακομίζει ἐν θήκῃ τιμίᾳ πρὸς τὸν Γαλατᾶν τὸ λείψανον· κἀκεῖ προστάττει τῷ αὐταδέλφῳ σεβαστοκράτορι ἐνθεῖναι τῇ σφετέρᾳ σκηνῇ τὴν θήκην, πέπλοις τε χρυσοῖς ὑπ' ἀκοιμήτῳ φωτί, ἐχόμενα τῆς ἐκείνου στρωμνῆς θέντα, τιμᾶν τοῖς προσήκουσιν, ἕως, ἐκεῖθεν ἀναχωρούντων αὐτῶν εἰς Σηλυβρίαν, ἐντίμως καὶ λαμπρῶς μετακομίσαντες, ἐν τῇ τοῦ Σωτῆρος κατατιθεῖσι μονῇ. Ἐκεῖθεν τοίνυν ἐπανακάμπτουσι πρὸς τὸ Νύμφαιον καθιστῶντο τὰ κατὰ δύσιν ἄχρι καὶ Ὀρεστιάδος καὶ τὸ ἐπέκεινα, προφθασάσης τῆς βασιλέως φήμης καὶ καταστελλούσης τὸ ἀνορμοῦν.

κβʹ. Ὅπως ὁ πατριαρχεύων Νικηφόρος συνάμα βασιλεῖ καταλαμβάνει τὸ Νύμφαιον. Καταλαβόντων δὲ σὺν πολλῷ τάχει τὸ Νύμφαιον, ὁ πατριαρχεύων, συνὼν τῷ κρατοῦντι, ἐπεὶ ὁ Θεσσαλονίκης καὶ ὁ τῶν Σάρδεων, τοῖς δόξασι σφίσιν ἀμεταθέτως ἐμμένοντες, ἐκποδὼν ἦσαν ἐξωρισμένοι, ἀντικαθιστᾷ τούτων ἑτέρους ταῖς ἐκκλησίαις καὶ τὸν μὲν Κυδώνην Ἰωαννίκιον, τῆς τῶν Σωσάν δρων μονῆς ἐξάρχοντα, Θεσσαλονίκης, τὸν δέ γε Χαλαζᾶν Ἰάκωβον, ἐκ δύσεως προσχωρήσαντα τῷ κρατοῦντι, Σάρδεων ἀποδείκνυσιν. Εἶχε δὲ καὶ εἰς ψῆφον Σμύρνης τὸν Ἰσαάκ, ἄνδρα καὶ αὐτὸν γεραρόν, ἐκ τῆς κατὰ τὴν δύσιν τοῦ Μεσοποτάμου μονῆς ὁρμώμενον. Ἀλλ' ἐν τοσούτῳ τῆς ἐκείνου χειροτονίας φθάνει πεσὼν εἰς νόσον ὁ πατριάρχης, καὶ προτροπαῖς ἰδίαις ἢ μὴν καὶ τοῦ ἐξυπηρετοῦντος αὐτῷκαὶ τοῦτο γὰρ λέγεται· ἐκεῖνος γὰρ ἠναισθήτει, τὰ λοίσθια πνέων, ὁ ἐκ Θεσσαλονίκης Νικήτας ∆υρραχίου 179 χειροτονεῖται. Ἀλλ' ἡ κυρία τότε τοῦ θανάτου ἐφίσταται τῷ πατριαρχεύοντι· καὶ ὁ ἐκ τῆς τοῦ Πέλοπος μοναχὸς ἐκ πριγκίπων Θεοδόσιος, ἀνὴρ εὐλαβὴς καὶ ἐπὶ πλείστοις χρόνοις ἀσκήσας, ἔτι δὲ καὶ τὴν συνουσίαν ἡδὺς καὶ χαρίεις καὶ ποικίλος τὴν ὁμιλίαν, ὡς μόνον ἐκεῖνον ἰδόντα τινά, κἂν τὰ μέγιστα λυποῖτο, χαρᾶς ἔμπλεων ἀπαλλάττειν, καί, ὡς εὖ ἔχων τοῦ γένους, θεῖος τοῦ κρατοῦντος ὀνομαζόμενος, τὴν οἰκονομίαν τοῦ ὅσον οὔπω τεθνηξομένου παρὰ τοῦ ἄνακτος ἐπιτρέπεται, ἐπεί τοί γε καὶ χρήμασιν ἐπλούτει ἐκ τῆς Ἐφέσου πολλοῖς. Τότε γοῦν νύξαι τὸν κείμενον λέγεται τὸν ἐπίτροπον, εἴ πως αἱροῖτο ἐπενδυθῆναι τὰ μοναχῶν· ὁ δὲ οὐχ ὅπως ἐπείσθη, ἀλλὰ καὶ βαρέως τὴν ὑπόμνησιν ἤνεγκεν, ὡς τεθνηξείων ἀρχιερεύς· καὶ δὴ ἐξ ἀνθρώπων γεγονότος ὡς τάχος, ὁ νεκρὸς ἐκείνου διακομίζεται πρὸς τὴν Ἔφεσον κἀν τῇ μητροπόλει τῷ τάφῳ δίδοται, ἀνὴρ τὸν βίον μὲν φοβερός, ἀκατάπληκτος δὲ τοῖς ἄρχουσι, τῶν δέ γε φοβερῶν ὑπερόπτης, κατ' ἀρετὴν παιδιόθεν συνήθης, δόξας δὲ τότε τοῖς πολλοῖς ἐπαχθής, οὐ διὰ τὴν μετάθεσιν τόσον ὅσον τό, ζῶντος πατριάρχου γνησίου, αὐτὸν μετατίθεσθαι.

κγʹ. Ὅπως ὁ βασιλεὺς τὸν νέον Ἰωάννην ἀπεσκευάσατο. Ὁ μέντοι γε βασιλεύς, ὅσον εἶχε διὰ γνώμης κατωρθωκώς, μηδενὸς ἀντιπράττοντοςτὸ γὰρ παιδίον κατ' ὀλίγον παρέρριπτο καὶ ἠσθένει πρὸς τὴν ἀρχήν, ὡς καὶ αὐτὰ δὴ τὰ τῆς βασιλείας σύμβολα ἄχθος φέρειν κενόν· ὥριστο γὰρ καὶ ταῦτα ἀποβαλεῖν, διὰ τοῦτο