1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

143

γράφοντες καὶ διαμηνυόμενοι. Τὸ δὲ τῆς ἀστρατείας αἴτιον, ὡς καὶ τοῦτο αὐτὸς ὁ βασιλεὺς ὡμολόγει, τὸ συρραγὲν σχίσμα τῆς ἐκκλησίας καὶ τὸ πολὺ τῶν ἀνυποτάκτων ῥακενδυτῶν τε καὶ σακκοφόρων πλῆθος καὶ ὁ πολὺς ἐκείνων φορυτὸς τῶν εἰς αὐτὸν κατηγορημάτων καὶ ἡ πρὸς ταῦτα δειλία τοῦ βασιλέως, τὴν ἀποστασίαν ὑποπτεύοντος. Οὐ γὰρ ἦν ἡσυχάζειν αὐτούς, ἀλλ' εἰσδυομένοις τὰς τῶν ἀνθρώπων οἰκίας, σφίσιν ἦν ἐκ προχείρου συνείρειν τὰ πολλὰ κατὰ βασιλέως, ὡς τὸν κληρονόμον ἀδικήσειεν, ὡς ἐξελάσειεν τοῦ θρόνου τὸν πατριάρχην, ἀλλ' οἱ ὅρκοι, ἀλλ' αἱ συνθῆκαι, ἀλλὰ τὸ καὶ τό, οἷς ἐκεῖνοι μὲν πορίζεσθαι εἶχον, πλεῖστα τῶν ἀκουόντων ἀπολαμβάνοντες. «Ἐμὲ δέ, φησίν, οἱ φόβοι καὶ αἱ δειλίαι περιίσταντο, μὴ καί τι τῶν ἀβουλήτων νεωτερισθείη.» Ἐξ ὧν συνέβαινον ὑποψίαι, ἃς ἀνάγκη φυλαττόμενον ἀποκεκλεῖσθαι καὶ ἠρεμεῖν, τὸ καθ' αὑτὸν πολυωροῦντα καὶ τὰ τῶν πραγμάτων τοῖς τυχοῦσιν ἐπι τρέποντα. Ταῦτ' ἔλεγε μὲν ὕστερον ὁ κρατῶν πρὸς τὸν Ἀλεξανδρείας Ἀθανάσιον, ὡς αὐτὸς ἡμῖν ἀπήγγειλεν, ὅτε, συνὼν κἀκεῖνος ἐπὶ τῆς ἐκστρατείας κατὰ παραμυθίαν τῷ βασιλεῖ, ἑώρα μὲν τὰς τῶν χωρῶν πέραν τοῦ Σαγγάρεως ἐρημώσεις, κατήκουε δὲ τῶν τοιούτων, ἐποικτιζομένου τοῦ κρατοῦντος ταῖς ἐρημώσεσιν. Ἀλλὰ ταῦτα μὲν καὶ ἡμεῖς κατὰ τόπον ἐροῦμεν πλατύτερον.

κηʹ. Περὶ τοῦ κατὰ τὴν ἐκκλησίαν σχίσματος καὶ περὶ τῶν Παντεποπτηνῶν μοναχῶν. Τότε δὲ καὶ ταῖς ἀληθείαις τὸ σχίσμα τῆς ἐκκλησίας ηὐξάνετο, ὡς καὶ κατ' οἰκίας τοὺς ἐντὸς διῃρῆσθαι καὶ ἄλλως μὲν πατέρα διάγειν, ἄλλως δ' υἱόν, καὶ μητέρα καὶ θυγατέρα, καὶ νύμφην καὶ πενθεράν. Ἦσαν δὲ πλείους καὶ οἱ περὶ τὸν Ὑάκινθον μοναχοί, ἄστατοί τινες καὶ εἰς τόπους 409 ἐκ τόπων πλανώμενοι, ὑπὲρ τοῦ πατριάρχου ζηλοῦντες ἐξορισθέντος. Ἄλλοι δέ γε καὶ εἰς ἀρετὴν διαβεβοημένοι ἔκ τε τοῦ Γαλησίου καὶ ἑτέρων μονῶν, ὡς οἱ τότε τῇ τοῦ Παντεπόπτου μονῇ προσκαθήμενοι, ἀπορραγέντες τῆς ποίμνης ἕκαστος τῆς ἰδίας, καθ' ἑαυτοὺς διέζων, μηδ' ὁπωστιοῦν τὸν Ἰωσὴφ εἰς κοινωνίαν δεχόμενοι, τοῦτο μὲν ὡς καὶ αὐτοῦ ἐπιβάντος δῆθεν τοῦ θρόνου ἐπὶ τῷ πτερνίσαι τὸν Γερμανόν, τοῦτο δὲ καὶ ὡς αὐτοῦ, τὸ πρῶτον ὑπὲρ τοῦ πατριάρχου ζηλοῦντος, καὶ τὴν τοῦ Γερμανοῦ κοινωνίαν ἀποτρεπομένου καὶ τοῖς ἄλλοις προτρέποντος. Ἔγκλημα δ' εἶχε καὶ οὗτος ἴδιον, μεῖζον τοῦ προλαβόντος· ἐκεῖνος μὲν γὰρ τῇ μεταθέσει προσέκρουεν, ὁ δ' Ἰωσὴφ τῷ ἀπὸ τοῦ πατριάρχου ἀφορισμῷ, ὃν ἀφωρίσθαι ἔλεγον ἐπὶ τῷ μὴ τὸν βασιλέα εἰς πνευματικὴν υἱότητα δέχεσθαι. Οἱ δ' ἐπὶ τῆς τοῦ Παντεπόπτου μονῆς μοναχοὶ καὶ ἀπεθάρρουν καὶ παρρησιαστικώτερον ἔβαλλον, ἅμα μὲν καὶ ὡς ἐπιβήτορι, ἅμα δὲ καὶ ὡς ἀφωρισμένῳ τῷ πατριαρχοῦντι ἐπέχοντες. Ἐντεῦθεν γὰρ καὶ μέγα τι συνελογίζοντο τὸ καὶ λύειν ἄλυτα, καὶ μᾶλλον εἰς κρῖμα καὶ εἰς ἐπίτασιν, οὐχ ὅπως ἀμετόχως, ἀλλὰ καὶ τοῖς αὐτοῖς ἐνεχόμενον λύοντα. Πολλὴν δὲ καὶ τὴν ἐκ λόγων ἐπέφερον πιθανότητα ἅμα μὲν τῷ τῶν προσώπων σφῶν σεβασμίῳ, ἅμα δὲ καὶ τῷ συζηλοῦν ἐκείνοις ὑπὲρ τοῦ πατριάρχου τὸν Ἰωσήφ, ὃν καί, ὡς ὀστράκου μεταπεσόντος, ἐπὶ τοῦ πατριαρχικοῦ θρόνου ἤκουον ἐφιζάνοντα. Τούτους περὶ πλείστου ποιούμενος ἢ πείθειν ἢ ποιεῖν ἐκποδώνὀξεῖαι γὰρ ἀκίδες κατὰ ψυχὴν εὐσυνειδητοῦσαν οἱ ἔλεγχοι, εὐπροσώπως χρᾶται τῷ βασιλεῖ, καί, ἐπειδὴ τὸ πείθειν οὐκ ἦνποῦ γάρ; ἄνδρας ἀμειλίκτους τὴν ἔνστασιν, κολάζειν ᾑροῦντο. Ἀνατίθεται τοίνυν τὰ περὶ τούτων τῷ Ἀκροπολίτῃ Γεωργίῳ καὶ εἰς λογοθέτας μεγάλῳ καὶ σοφῷ τὰ μάλιστα, πλὴν κατημελημένως τῶν εἰς συνείδησιν ἔχοντι. Καὶ δὴ ἐπ' οἰκίας ἀπαγαγὼν χαλεπῶς ᾐκίζετο, δαίρων, κρεμαννύων, μαστίζων, τοὺς δέ γε κρείττους ἐκείνων καὶ ἀτιμῶν τῷ δι' ἀγορᾶς θριαμβεύειν ἀτίμως ἐπ' αἰτίαις κακίσταις καὶ πεπλασμέναις, ἄνδρας πολὺ τὸ ἀξιοπρεπὲς ἔχοντας ἐκ τοῦ βίου καὶ τῆς σφῶν καταστάσεως, οὓς καὶ μετὰ τὸ πικρῶς 411 ὡς οἷόν τε μετελθεῖν ἐξορίαις ἐδίδου, τοὺς καθάπαξ τῆς γῆς καὶ τῶν γηΐνων ἐξωρισμένους. Καὶ τότε πρώτως πολλοῖς ἐπέκλασε