1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

119

περιγενέσθαι, ἢ πίπτειν ὑπὲρ τῆς εἰς βασιλέα πίστεως. Ταῦτα βουλευομένων, ἐκράτει μὲν ἡ δευτέρα βουλή· καρτερεῖν καὶ ἔτι, ἐκδεχομένους βοήθειαν, καὶ τοῖς μὲν ἔξω ἀναρτᾶν ἐλπίδας ὡς ἐκδωσείοντας, αὐτοὺς δὲ μένοντας εὖ τὰ κατὰ σφᾶς ὡς οἷόν τε τίθεσθαι, ὡς ἀνθεξομένους, ἐφ' ὅσον παρείκοι, καὶ μὴ βοηθείας φανείσης. Εἰ δὲ κινδυνεύοιεν, πλεόνων ἐπιβρισάντων τῶν χαλεπῶν, κεφαλὴν μὲν τοῦ σουλτὰν μήτ' ἐκκόπτειν μήτε ῥιπτεῖν· παραβόλων γὰρ ἀνδρῶν καὶ θανα τώντων τὸ τόλμημα εἶναι· τὸ δ' ἐν σπονδαῖς ἀποδιδόναι τοῦ σῴζεσθαι τὰ λοιπὰ εὐβούλου ἐγγὺς προνοίας. Τούτοις συγκροτηθέντες τοῖς λόγοις, πέμπουσι τὴν ταχίστην καὶ ὑπισχνοῦνται βουλευσαμένους ἐφ' ἱκανὸν ἐξανύειν ὅ τι ζητοῖεν. Καὶ ἦν μὲν αὐθημερὸν ἡ ἀνακωχή· οὐ μὴν δὲ καὶ ἐς πλέον ἠφίουν, ἀλλ' ἐπολιόρκουν κυκλοῦντες καὶ μάχην καρτερὰν συνίστων, πρὸς ἣν οἱ ἐντὸς ἀντέχειν κατηναγκάζοντο· καὶ πολλὴ ἦν ἡ ἐξ ἀμφοτέρων ἔρις. Ὡς δ' οἱ ἐντὸς ἤδη ἠσθένουν καὶ ὁ κίνδυνος ἦν κατὰ κεφαλῆς, πρεσβεύονται παρ' ἐκείνους ἦ μὴν ἐκδιδόναι, πλὴν ὑφ' ὅρκοις τοῖς κατὰ Θεοῦ καὶ θείων πρὸς γὰρ τὸν Κωνσταντῖνον διεμηνύοντοἀσφαλῶς γενομένοις. Οὕτω διαπρεσβευσάμενοι καὶ οὕτω συνθέμενοι, κατανευσάντων κἀκείνων, ἐπὶ πᾶσι χρῶνται τῷ ἐκεῖσε ἀρχιερεῖ. Ὁ δέ, τὴν ἱερατικὴν στολὴν ἐνδύς, λαβὼν τὰς θείας εἰκόνας, σὺν παντί τε ἔξεισι κλήρῳ καὶ παρὰ τὸν Κωνσταντῖνον γίνεται. Καὶ δὴ τελεσθέντων τῶν ὅρκων ὑπὸ Θεῷ καὶ τῷ ἱεράρχῃ, εἴσεισι μὲν ὁ ἀρχιερεύς, ἐκεῖνοι δ' εὐθὺς καὶ σουλτὰν καὶ πάντα τὰ ἐκείνου σὺν τοῖς ἀμφ' αὐτὸν ἐκδιδοῦσι. Καὶ αὐτίκα ἀνεχώρουν λαβόντες, μηδὲν ἄλλο προσεπιθέντες· ἦσαν γὰρ τὰ τῶν ὅρκων ἦ μὴν τὸν σουλτὰν λαβόντας ἀρκεσθῆναι, μηδὲν πράξαντας πλέον. Ἀλλ' ὡς ἔοικε, τὸ μοιρίδιον ἰσχυρόν, κἂν ὅ τι βουλεύσαιτό τις ἀντι περιιστᾶν τὸ μόρσιμον· τῆς γὰρ ἐπιγενομένης ἡμέρας καὶ δευτέρας μετὰ τὴν πρᾶξιν, φαίνονται κατὰ θάλασσαν καὶ αἱ τοῦ βασιλέως τριήρεις. Καὶ αἱ μὲν ὅσον οὔπω ἐνώρμουν πρὸς τοῖς λιμέσι, τοῖς δὲ μετέμελε τῶν συμβάντων, ἀλλ' οὐκ εἶχόν τι πράττειν, οὕτω γενομένων· τῷ γὰρ Ἐπιμηθεῖ μεταμέλειν ἦν, ἀλλ' οὐκ ἐξανύοι τὸ σύνολον. Ὅθεν καὶ ἐπεὶ οὐκ εἶχον μεταμελόμενοι τὸ 313 γεγονὸς ἀποίητον θεῖναι, ἐπὶ τοῖς χρήμασι τοῦ ἀσφαλοῦς προὐνόουν, μὴ καὶ ἐπὶ τούτοις σφαλεῖεν· ἐπεπλήμμυρε γὰρ καὶ ἔτι ὁ τόπος ἐχθρῶν, διασκε δαννυμένου τοῦ πλήθους. Τῷ τοι καὶ καταντικρὺ μὲν τῆς πύλης τῆς πόλεως τὰς τριήρεις ἔστησαν φέροντες, στῖφος δ' ὁπλιτῶν ὡς τεῖχος ἐφ' ἑκάτερα στήσαντες, οὕτως ἐξῆγον τὰ τῶν βασιλείων χρημάτων καὶ φέροντες ταῖς τριήρεσιν ἐναπετίθουν. Τέλος δὲ καὶ αὐτοὶ ἐμβάντες ἀπέπλεον. Ἐπεὶ δὲ κατέλαβον τὴν Κωνσταντινούπολιν καὶ τῷ βασιλεῖ ἠγγέλλοντο τὰ πραχθέντα, αὐτίκ' ἐκεῖνος, πρὸς τὴν ἀγγελίαν παροξυνθείς, ἄσχετος ἦν τῷ θυμῷ καὶ δεινὰ ἐποίει. Καὶ δὴ τὸν μὲν ἀρχιερέα εἰς τὴν παρὰ τῆς ἐκκλησίας κρίσιν καθίστα· καὶ ἐκρίνετο καὶ ἐγγὺς ἦλθε τοῦ κινδυνεύειν εἰς τὴν ἰδίαν ἐπιτιμίαν, ὡς τοῖς πραχθεῖσι μεσολαβήσας ἐκεῖνος· τοὺς μέντοι γ' οἰκείους ὁ βασιλεύς, μαστίξας καὶ ὡς ἦν γυναικείαις ἀτιμώσας στολαῖς, ἀπὸ προσώπου ἐποίει· καὶ πέμψας τὰς μὲν τοῦ σουλτὰν εἰς γυναῖκα καὶ θυγατέρα, ἔτι δὲ καὶ μητέρα καὶ ἀδελφὴν ταττομένας καὶ τοὺς ἐκείνου παῖδας, σὺν τοῖς περὶ ἐκείνους ἅπασιν, εἱρκταῖς ἀσφαλέσιν ἐδίδου. Ὅσον δ' ἦν ἐκείνῳ πλῆθος χρημάτων ἐν ἀργύρῳ τε καὶ χρυσῷ καὶ πέπλοις ἐξάλλοις, ἔτι δὲ καὶ στολαῖς καὶ ζώναις, ἀλλὰ καὶ μαργάροις καὶ λίθοις, πάμπολυ ὄν, ὥς φασι, καὶ ἱκανὸν εἰς τρυφὴν Περσικήν, τῷ κοινῷ ταμιείῳ προσανατίθησι.

κʹ. Ὅπως ὑπεδέξατο ὁ πατριάρχης ἐλθόντα τὸν βασιλέα καὶ μεθ' ὅσου ἐλέγχου καὶ ζήλου. Τέως δέ, πρότερον ἢ ταῦτα γενέσθαι, ἐπεὶ πολὺς ἦν ὁ πατριάρχης κωλύων τὸν βασιλέα κατὰ χριστιανῶν ἐκστρατεύειν, ὡς οὐκ εὐοδήσοντα πάντως, ἐμφυλίους κινοῦντα πολέμους, τότε μὴ κατὰ τρόπον βασιλικὸν τῇ Κων σταντίνου ἐπιδημήσαντι, τῷ μεγάλῳ νεῲ ἐπιστάντι, ἐφ' ᾧ προσκυνῆσαι καὶ ἀποδοῦναι τὰ τῆς εὐχαριστίας ῥύσια, κατελθὼν ὁ πατριάρχης ὠνείδιζέ τε εὐθύς, προσεπιτιθεὶς καὶ τὰς