1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

141

ἔνδον τοῦ βήματος ἱσταμένων. Ἀποθέμενος οὖν τὴν ἐπὶ τῆς κεφαλῆς καλύπτραν, ἀκαλύφῳ τῇ κεφαλῇ προσπίπτει Θεῷ καὶ ποσὶ προηγουμένως τοῦ πατριάρχου καὶ μεθ' ὅτι θερμῆς τῆς προθέσεως τὴν συγχώρησιν ἐξαιτεῖ, ὁμολογῶν μεγαλοφώνως τὸ τόλμημα. Καὶ δὴ ἐπ' ἐδάφους κειμένου τοῦ βασιλέως, ὁ πατριάρχης, χάρτην ἀνὰ χεῖρας ἔχων, ᾧπερ ἡ συγχώρησις ἐνεγέγραπτο, διεξιὼν καὶ ῥητῶς τὸ πλημμέλημα λέγων, τὸ ἐπὶ τῷ τοῦ βασιλέως παιδὶ δηλαδὴ Ἰωάννῃ, συνεχώρει τρανῷ τῷ στόματι, καὶ μετ' αὐτὸν ἄλλος καὶ μετ' ἐκεῖνον ἕτερος καὶ καθεξῆς οἱ πάντες· ὧν ἐφ' ἑκάστῳ προσπίπτοντος καὶ τὴν συγχώρησιν αἰτουμένου, ἐκεῖνοι καθ' ἕνα, τὸν χάρτην ἔχοντες ἀνὰ χεῖρας, τὸν αὐτὸν τῷ πατριάρχῃ συνεχώρουν τρόπον, πολλῶν χεομένων δακρύων, καὶ μᾶλλον τῶν ἐκ τῆς συγκλήτου, πρὸς ἐξιλέωσιν. Καὶ τέλος ἀναστὰς καὶ τρύφους ἱεροῦ μετασχὼν καὶ ὡς εἰκὸς προσκυνήσας καὶ συνταξάμενος, ἐχώρει πρὸς τὰ ἀνάκτορα. Ἀπέταξε δὲ καὶ τῷ ἐγκεκλεισμένῳ κατὰ τὸ τῆς ∆ακιβύζης φρούριον Ἰωάννῃ εἰς τροφῆς οἰκονομίαν καὶ ἐνδυμά των τὰ ἱκανά, πολυωρῶν ἐκεῖνον συχνάκις τοῖς ἀναγκαίοις καὶ σχεδὸν καθ' ἑκάστην φιλοφρονούμενος. Ἐντεῦθεν καὶ πρὸς τὴν διεξαγωγὴν τῶν κοινῶν σπουδαιότερον τρέπεται.

κʹ. Περὶ τοῦ κήδους τοῦ τε Ταρχανειώτου Ἀνδρονίκου καὶ υἱοῦ τῆς τοῦ βασιλέως ἀδελφῆς Μάρθας καὶ τῆς θυγατρὸς τοῦ δυτικοῦ Ἰωάννου. Καὶ ἐπεὶ πάλιν ἀνοιδαίνειν ὥρμων τὰ δυτικά, τοῦ δεσπότου Μιχαὴλ ἐξ ἀνθρώπων γεγονότος καὶ τὸν μὲν Νικηφόρον ἐπὶ τῇ ἰδίᾳ ἀρχῇ καταλεί ψαντος, τῷ δέ γε νόθῳ Ἰωάννῃ χώραν οὐκ ὀλίγην διανενεμηκότος ἰδίᾳ, καὶ ὁ μὲν Νικηφόρος ἠγάπα κατέχων τὰ ἑαυτοῦ, ὁ δὲ Ἰωάννης καὶ ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν ὠρέγετο καί, τῶν τοῦ ἀδελφοῦ ἀποσχόμενος, τῶν ἡμετέ ρων προσήπτετο, σκυλεύων τὸ προστυχόν, πολέμῳ μὲν ἐκεῖνον ὁ βασιλεὺς μετιέναι οὐκ ἐδοκίμαζε, θερμουργὸν ὄντα καὶ νέον ἀρχῆς ἁψάμενον, δι' 401 εἰρήνης δ' ὑπελθεῖν καὶ κατὰ κῆδος σπένδεσθαι πολλῷ κρεῖττον ἡγεῖτο τοῦ πολεμεῖν. Ὅθεν καὶ πρεσβείαις μὲν τὸ σκληρὸν ἐκείνου μαλάσσει καὶ αὔθα δες· ἐπεὶ δ' ἐκεῖνος καὶ ὡραίαν γάμου ἔτρεφε θυγατέρα, ἠβούλετο διὰ κήδους βεβαιώσασθαι τὴν εἰρήνην. Ἦν γὰρ καὶ ἄλλως ὁ Ἰωάννης δραστήριος, ὡς καὶ τῇ τῶν ἐπιτηδευμάτων ταχυτῆτι σὺν τῇ περὶ τὰς μάχας συνέσει καὶ λίαν ἀριστουργεῖν, καὶ εἰς δέος τὸν δεσπότην πολλάκις ἐτίθει, μήπως καὶ αὐτὸν ἐπιτηδευόμενος παρακρούσαιτο καὶ τῇ τῆς νίκης ἀδοξίᾳ περιβαλεῖν δυνηθείη. ∆ιὰ ταῦτα καὶ σπεύσας ὁ βασιλεὺς λίαν σοφῶς τε καὶ ἀσφαλῶς τὴν ἐκείνου προκατελάμβανεν εὔνοιαν καὶ τὴν θυγατέρα τοῦ Ἰωάν νου τῷ ἀνεψιῷ αὐτοῦ καὶ υἱῷ τῷ τῆς Μάρθας Ἀνδρονίκῳ, πέμψας καὶ σὺν οὐκ ὀλίγῃ τιμῇ ἀγαγών, εἰς γάμον ἐδίδου, ὀνομάζων ἐξ ἀξιωμάτων τὸν μὲν γαμβρὸν μέγαν κονοσταῦλον, τὸν δὲ πενθερὸν Ἰωάννην σεβαστοκράτορα. Καὶ τῷ μὲν Ἰωάννῃ ἐσπένδετο διὰ ταῦτα, καὶ ὅσον τὸ μέρος ἐκείνου ἀνακωχὰς οὐ τὰς μικρὰς εἶχον τὰ τῶν Ῥωμαίων στρατεύματα. Οὐ μὴν δὲ καὶ τῶν λοιπῶν ἀποπεφροντίκει, ἀλλὰ πολὺς ἦν, ἔνθεν μὲν ἐκ θαλάσσης, τῷ ναυτικῷ χρώμενος, ἐκεῖθεν δὲ κατὰ γῆν, Τριβαλλοῖς τε καὶ Ἰλλυριοῖς προσεπέχων. Καὶ τὸ ναυτικὸν ἦγεν ἀνὴρ γενναῖος, ὁ Φιλαν θρωπηνός, πρωτοστράτωρ μὲν ἐξ ἀξίας, τοῦ δὲ μεγάλου δουκὸς Λάσκαρι, ἐξώρου ὄντος ἤδη καὶ μὴ οἵου τε πολέμοις ἐνασχολεῖσθαι καὶ μάχαις, τὸ γῆρας ἀνέχων καὶ τὴν ἐκείνου τάξιν ἀναπληρῶν. Καὶ ὁ μὲν Φιλανθρωπηνὸς ἐπεφέρετο τὰ πρωτεῖα καὶ τοῖς ὅλοις ἐπεστάτει, οἱ δ' ὑπ' ἐκείνῳ, πολλοί τε ὄντες καὶ μέγιστοι, εἰς λοχαγοὺς καὶ ταγματάρχας καὶ κόμητας καὶ ναυάρχους ἐτάττοντο. Ὁ γὰρ στόλος πολὺς καὶ πολλαῖς ναυσὶν ἐξηρτύετο· τὰς μέντοι γε ναῦς ἄνδρες ἐπλήρουν νεανικοὶ τὰς ὁρμὰς καὶ τὰς προθυμίας λαφυκτικοί, οἱ ἀνὰ τὴν πόλιν Γασμοῦλοι, οὓς ἂν ὁ Ῥωμαῖος διγενεῖς εἴποι, ἐκ Ῥωμαίων γυναικῶν γεννηθέντες τοῖς Ἰταλοῖς, ἄλλοι τε πλεῖστοι ἐκ τῶν Λακώνων, οὓς καὶ Τζάκωνας παραφθείροντες ἔλεγον, οὓς ἔκ τε Μορέου καὶ τῶν δυτικῶν μερῶν, ἅμα μὲν πολλούς, ἅμα δὲ καὶ μαχίμους, 403 ἅμα γυναιξὶ καὶ τέκνοις εἰς