1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

187

γενέσθαι θάτερον, ἢ μὴ καθυποκλιθέντος τὴν εἰρήνην συγχέεσθαι, ἢ καί τι τῶν κειμέ νων παραβάντα μειζόνως ἁμαρτεῖν, καὶ σφᾶς ἰσχυρίζεσθαι φεύγειν ἔτι δικαίως τὴν ἕνωσιν, ὡς ἄντικρυς παραβάντων, γνοὺς ταῦτα τοίνυν ὁ βασιλεὺς καὶ εἰδώς, ἐξαπιναίως ἀκούσαντας, θορυβηθησομένους καὶ τοὺς τέως εἰρήνην ἄγοντας, πέμψας μετακαλεῖται καὶ ἀρχιερεῖς καὶ κλῆρον ἅπαντα καί, σφᾶς κατ' ἰδίαν λαβώνκοσμικοῖς γὰρ ἀπείρητο μὴ παρεῖ ναι... 579

ιεʹ. Πληροφορία βασιλέως πρὸς τοὺς τῆς ἐκκλησίας διὰ τὰς παραλόγους ἀπαιτήσεις τῶν πρέσβεων. «Τὰ μὲν τῶν παρόντων, εἶπεν, ὅπως καὶ κατεπράχθη καὶ μεθ' ὅσης τῆς δυσχερείας ἠνύσθη, οἴδατε πάντως, ἐπεὶ οὐδ' ἐμοὶ τόσον ἀναλγήτως ἔχοντι τάδ' ἐφῆπται. Οἶδα γὰρ καὶ πατριάρχην ἐντεῦθεν παριδών, τὸν Ἰωσὴφ λέγω, ὃν δὴ ἶσα καὶ τὸν γεννησάμενον ἔστεργον, μᾶλλον δὲ καὶ ἔτι πλέον, ἐπεὶ ἐκεῖνος μὲν τῆς εἰς φῶς προόδου, οὗτος δὲ τῆς εἰς τὸ κρεῖττον ἐπανελεύσεως αἴτιος γέγονεν. Οἶδα καὶ πολλοὺς βιασάμενος καὶ τοὺς φίλους σκανδαλίσας, πρὸς δὲ καὶ τοὺς ἡμετέρους λυπήσας. Καὶ μαρτυρήσουσιν οἱ ἐν φυλακαῖς προσγενεῖς, οἷς παρ' οὐδὲν ἄλλο ἢ τὸ πρὸς τοὺς Ἰταλοὺς πραγματευθὲν καὶ μόνον ἥ τε πρὸς ἡμᾶς ὀλιγωρία ξυνέβη καὶ ἡ ἀφ' ἡμῶν αὖθις σφίσιν ὀργή. Εἶχον μὲν οὖν ἐπὶ λογισμῶν ἀνύσαι τὸ πᾶν ἐντεῦθεν, ὡς μηδὲν πλέον ζητησόντων τῶν Ἰταλῶν· οὕτω γὰρ καὶ πρὸς ὑμᾶς ἐποιούμην τὰς συνθεσίας, καὶ ὁ ἐν τῇ ἐκκλησίᾳ χρυσοβούλλειος λόγος τοῖς λόγοις μου μαρτυρήσει. Ἐπεὶ δὲ τῶν ἡμετέρων τινές, ὡς πέπυσμαι, καὶ μᾶλλον οἷς ἁνδάνει τὸ σχίζεσθαι, οὐκ οἶδ' ὅ τι παθόντες, εἰ μή τις πεῖράν θ' ἡμῶν ταῦτ' εἴποι καὶ μεριμνῶν ἐπανάστασιν, φρερίοις ἐντυχόντες κατά που τὴν Περαίαν, χλεύην τὴν εἰρήνην εἶπον καὶ ἀπάτην εἶναι καὶ προὐβίβασαν ζητεῖν σφᾶς τὸ πλέον κατά τινα δοκιμήνκαὶ τοῦτό ἐστι τὸ τῆς ἐπιστάσης πρεσβείας κεφά λαιον, βούλομαι προλαβὼν μικρὰ πρὸς ὑμᾶς εἰπεῖν καὶ πληροφορῆσαι, ὡς ἂν μή, ἐξαπιναίως ἀκούσαντες, ταραχθείητε, μηδέ τι πάλιν ἡμῶν τὸ πρὸς σφᾶς κυβερνητικὸν ἰδόντες, ὑποψίαις ταῖς οὐ καλαῖς περὶ ἡμῶν βληθείητε. Ἐγὼ γάρ, καὶ ὁ συνίστωρ εἴη Θεός, ὑπὲρ τοῦ μή τι παραλυθῆναι τῶν ἡμετέρων μέχρι καὶ αὐτῆς κεραίας ἢ μὴν ἰῶτα, αὐτὸς ἐγὼ καθυπισχνοῦμαι αὐτὸ τὸ θεῖον σύμβολον τῶν πατέρων ἐνθεῖναι σημαίᾳ καὶ πολεμῆσαι μὴ ὅτι γε Ἰταλοῖς, ἀλλὰ καὶ παντὶ ἔθνει ὑπὲρ τούτων ἀμφισβητοῦντι. Καὶ αὕτη μέν ἐστιν ἡ πληροφορία ἣν δίδωμι πρὸς ὑμᾶς· ἄλλως δὲ κυβερνῆσαι καὶ μετ' εἰρήνης ἀποπέμψαι τοὺς πρέσβεις οὔτ' ἐμοὶ νέμεσις πάντως οὔθ' ὑμῖν ἀδικία τὸ σύνολον. Ἀξιῶ γοῦν καὶ προσπτύσσεσθαι σφᾶς φιλικῶς καὶ ἀσπάζεσθαι εὐμενῶς, μήπως καὶ τὴν θήραν, ὃ δή φασιν, ἀνασοβήσωμεν, καὶ 581 μᾶλλον πάπα γεγονότος νέου καὶ οὐ κατὰ τὸν Γρηγόριον ὄντος εὐμενοῦς οὕτω τοῖς ἡμετέροις πράγμασι. Τὸ δ' ἐντεῦθεν ἐμοὶ μελήσει, μηδὲ διωρίαν λαβόντι βουλῆς, τῆς πρὸς αὐτοὺς ἀποκρίσεως.» Ταῦτα τοῦ βασιλέως εἰπόντος, ὁ μὲν πατριάρχης ἐφίσταται τῇ τῶν Μαγγάνων μονῇ, καὶ οὕτω τὰ καθ' αὑτὸν διασκευάζεται ὡς μηδεμίαν τῶν εἰς αὐτὸν πραχθέντων γνῶσιν παρασχεῖν σφίσι· τῶν δ' ἀρχιερέων τε καὶ τῶν ἐκκρίτων τοῦ κλήρου ἀμφ' αὐτὸν συναχθέντων, παραγίνονται καὶ οἱ πρέσβεις. Καὶ τὰ τῆς πρεσβείας κινοῦντες, δῆλοι ἦσαν ἐκεῖνα προτείνοντες ἃ δὴ φθάσας ὁ βασιλεὺς προεδήλου· παρ' ἣν αἰτίαν καὶ προενηχηθέντες εὐμενῶς ἤκουον ἃ δή, μὴ προμαθόντες, καὶ λίαν δυσχερῶς ἂν ἠνωτίζοντο.

ιʹ. Ὅπως ἀπεστάλησαν οἱ πρέσβεις ἰδεῖν τοὺς ἀποκλείστους ἐν φυλακαῖς. Ταῦτ' ἄρα καὶ βασιλεύς, ὡς οὐ χλεύην εἶναι τὴν εἰρήνην πληροφορῶν, τὸν Ἐφέσου Ἰσαὰκ σὺν πρέσβεσιν ἀποστείλας, καθειργμένους ἐδείκνυ τοὺς προσγενεῖς ἐν ταῖς φυλακαῖς. Οἱ δ' ἦσαν ὁ πρωτοστράτωρ Παλαιολόγος Ἀνδρόνικος, ὁ πιγκέρνης Ῥαοὺλ Μανουήλ, ὁ ἀδελφὸς αὐτοῦ Ἰσαάκιος καὶτέταρτος ὁ τοῦ πρωτοστράτορος αὐτανέψιος Παλαιολόγος Ἰωάννης· οἳ δὴ καί, τέτραχα κοσμηθέντες, εἴποι τις ποιητής, βαρείαις ἁλύσεσι, φυλακῆς τετραγώνου γωνίαν ἐπεῖχεν ἕκαστος. Τότε καὶ ὁ