1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

200

ἀπορρήτοις στέλλει τὸν αὐτοῦ μὲν ἀρχι διάκονον, τῆς ἐκκλησίας δὲ χαρτοφύλακα, τὸν Μελιτηνιώτην Κωνσταντῖνον, 631 ἐφ' ᾧ μετακομίζειν τὸν νεκρόν, ὡς ἐχρῆν, ἐς Νίκαιαν. Ἅμα δὲ καὶ καιρὸν λαβὼν εὐπρεπῆ τοῦ τὸν πορφυρογέννητον, ἀποβαλόντα διὰ τὸ πένθος τὰ ἐρυθρά, μὴ φορεῖν ἄλλοτε παρασκευάσαι, εὐτρεπίσας ἀλλόχρο' ἄττα, σὺν λευκῷ πορφυρᾶ χρυσῷ ποικιλτά, καὶ διὰ μαργάρων τὸ βασιλικὸν σημεῖον, τοὺς ἀετούς, περιθεὶς καὶ πέμψας ἐκ τούτων πέδιλά τε καὶ ἐφεστρίδας καὶ χαλινά, σφίσιν ὡς παρασήμοις τὸν υἱὸν προσέταττεν ἐμπομπεύειν, μόνῳ τῶν ἐρυθρῶν ἐκστάντα τῷ βασιλεῖ. Σοφὸν δὲ ἄρα καὶ τὸ τοῦ καιροῦ ἦν, ὡς μὴ δόξαι τὰ ἐπίσημα μεταλλάττειν καί, ἅμ' ἀποβαλόντα τὰ ἐρυθρά, μετα λαμβάνειν τὰ ποικιλτά, ἀλλά, χρόνου ῥυέντος διὰ τὸ πένθος ἐπὶ μόνοις μέλασιν, ἀνεκτὴν τὴν μεταβολὴν δεδόχθαι, ὡς ἐξ ἀρχῆς κοσμηθέντος τοῦ φορέσαντος τοῖς μετὰ βασιλέα λαμπροῖς, ὡς ἐπὶ ῥητοῖς γέρασι βασιλείας τοὐπίσημον ἔχοντος. Καὶ δὴ ἤπειγέ τε τὸν ἀρχιδιάκονον ὁ κρατῶν καὶ παραυτὰ μηδὲν μελλήσας ἀπέστελλεν, ἐφ' ᾧ μὴ γνοίη ὁ βασιλεύς· ἀλλ' ἐκεῖνος μὲν καὶ τὸν δοθέντα καιρὸν συντεμὼν ἤλαυνεν ἐφ' ἑῴας, βασιλεὺς δὲ πειράσας διαλαθεῖν ὅμως τὸ κατὰ βουλὴν οὐκ ἤνυτεν, ἀλλ' εὐφώρατον γέγονε τὸ ἀπόρρητον, καὶ τὴν συμφορὰν ὁ παθὼν ὡς εἶχε διέφερεν. Ὁ μέντοι γε πεμφθεὶς ἐπιστὰς βαρὺς μὲν ἔδοξεν, ἄδωρα δῶρα φέρων τῷ υἱῷ παρὰ βασιλέως· ὀλίγον δὲ διαλιπὼν ὅσον ἐπισκευάσαι τὸν νεκρὸν εὐάγωγον καθ' ὁδόν, σπεύσας εἰς Νίκαιαν φέρει. Καὶ παραυτὰ στέλλεται μὲν τὴν ἐπὶ Νικαίας ὁ πατριάρχης, στέλλονται δὲ καὶ ἱεράρχαι ὅσοι δὴ κατὰ πόλιν ἦσαν καὶ τὸ τοῦ κλήρου ἔκκριτον ξύμπαν· τὰ δέ γε τῇ ὁσίᾳ προσήκοντα καὶ λίαν περιφανῆ ὁ κρατῶν ηὐτρέπιζε. Τότε 633 τοίνυν τὰ νενομισμένα τῇ κειμένῃ τελέσας ὁ πατριάρχης καὶ πολλοὺς τῶν γνω ρίμων χρυσίοις ἱκανοῖς δωρησάμενος, ἐκ τῆς ὁσίας τὰ πολλὰ κερδάνας, εἰ καὶ τὴν χεῖρα ἡ γνώμη μέμφεσθαι εἶχε τῷ φιλοδώρῳ τῆς προαιρέσεως, τὴν πρὸς τὴν πόλιν καὶ αὖθις ἤλαυνε. Πυθόμενος δὲ τὸν βασιλέα Ἀνδρόνικον, πάλιν ἁπτόμενον τῶν καθ' ἕω, διαπεραιωθῆναι τὸν Βόσπορον, αὐτίκα παρεγκλίνας ἐν τῷ τοῦ Ἁγίου Αὐξεντίου βουνῷ κατά που τοὺς πρόποδας σκηνουμένῳ συγγίνεται. Κἀπειδή, μαιμακτηριῶντος λήγοντος, ἡ τῶν ἁγίων ἀποστόλων προσήλαυνεν ἑορτή, ἐκεῖσε μικρὸν ἐπιμείνας, τῷ βασιλεῖ ὁμιλῶν τὰ εἰκόταἐῴκει γὰρ καὶ συνδεδέσθαι ταῖς πρὸς αὐτὸν ἀγάπαις ὁ βασι λεύς, τέλος τὴν θείαν ἐκτελέσας μυσταγωγίαν ἐν τῇ μονῇ τοῦ Ἀρχιστρατή γου κατὰ τὴν ἑορτὴν καί, ὡς εἰκὸς ἐπευξάμενος, ἀπαλλάττεται.

κθʹ. Ἐκστρατεία Μιχαὴλ βασιλέως πρὸς Σάγγαριν καὶ τὰ γεγονότα ἐκεῖ. Βασιλεὺς δέ, καὶ αὖθις ἀγγελθὲν ἐκείνῳ ὡς τὰ πέραν τοῦ Σαγγάρεως ἀσθενεῖ, Πέρσαι τε, συχναῖς ἐπιτιθέμενοι πείραις, κατὰ πολλὴν ἄδειαν διαπεραιούμενοι, κακῶς ποιοῦσι καὶ τὰ ἐνδοτέρω τοῦ ποταμοῦ, δυνάμεις συναθροίσας ὅσας ὁ καιρὸς ἐδίδου καὶ ἐνεχώρει τότε τὰ καθ' αὑτὸν πράγματα, ἀπτέρῳ τάχει τἀκεῖσε καταλαβών, διαπεραιοῦται τὸν Σάγγαριν. Τότε τοίνυν, βλέπων τὴν Σκυθῶν, εἴποι τις, ἐρημίαν ἐκεῖ, μόνον οὐ τρίχας ἔτιλλε. Κατῳκτίζετο μὲν γὰρ ἐκτόπως τὸν τόπον καὶ τὴν χλεύην κατωδύρετο τῶν ἰδίων. Πρὸς δέ γε τὸν Ἀλεξανδρείας πατριάρχην, ἐκεῖσε κατὰ παραμυθίαν τῷ βασιλεῖ συνδιάγοντα, τὴν τοῦ ταῦτ' ἠρημῶσθαι αἰτίαν καρδίας στε ναγμοῖς ἰσχυρίζετο, τοῦ τόπου μὲν μεμνημένος ὡς εἶχε τὸ πρότερον, ὅτε κατ' ἐπιτροπείαν αὐτὸς ἐστρατήγει, ἐς ὁπόσον δὲ βλέπων συμφορᾶς κατην τήκει τῷ τότε, ὡς μηδὲ βατὸν ἀνθρώποις εἶναι, δένδρεσιν ὑψικόμοις κατει λυμένον. Τὸ δ' αἴτιον, φησίν, ἡ τῶν ζηλωτῶν ἐπίθεσις καὶ τὸ ἐκπολεμοῦν βασιλεῖ 635 τὸ ὑπήκοον σπεύδειν, ὡς τὰ καὶ τὰ πέπρακται λέγοντας καὶ ὡς παρανομοίη ὁ βασιλεὺς καὶ τἆλλα οἷς, τὰς καρδίας τῶν ἀνθρώπων ἀλλοτριοῦντες τοῦ βασιλεύοντος, ἐποίουν καὶ βασιλέα περὶ ἑαυτῷ δεδοικέναι καὶ τὴν καθ' αὑτὸν ὀρρωδίαν, πάντως καρδίας οὔσης, τὰ μέλη συγκατασπᾶσθαι ξυνέβαινεν. Αὐτίκα γὰρ μέλλησις ἠκολούθει καὶ τὸ ἐπιτροπαῖς στρατηγῶν καὶ μόναις διοικεῖσθαι τὰ κατὰ τόπους, οἳ δὴ γλισχρότητος