1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

101

ἐκ τῶν Σκυθῶν συστάσαις δυνάμεσιν, ἐξελθόντες πᾶσαν ἐκείνην τὴν γῆν Μυσῶν, τὸ λεγό μενον, λείαν ἐποίουν, ἕως οὗ κατ' ὀλίγονοὐδὲ γὰρ ἦν τοῖς Ἰταλοῖς πρὸς αὐτοὺς σπένδεσθαι, ἐχθρούς γε ὄντας καὶ λεγομένους τοῦ τιμίου σταυροῦ, καὶ αὐτῶν δὴ τῶν μεγίστων πόλεων ἐξώσαντες, αὐτὰς εἰς ἕδος κατήρειψαν. Καὶ νῦν κεῖται μὲν ἡ περιφανὴς Ἀντιόχεια, κεῖται δὲ ἡ Ἀπάμεια, κατέσκαπταί τε Τύρος καὶ Βηρυτός, καὶ Σιδὼν τὰ ὅμοια πάσχει. Ἑτέρωθεν δὲ θρηνεῖ Λαοδίκεια, Τρίπολίς τε καὶ Πτολεμαΐς, τὰ μεγάλα τῶν Ἰταλῶν ἄστεα, ὡς οὐδ' ἂν ἦσαν λογίζονται. Καὶ δὴ ∆αμασκὸς ἡ καλλίστη, τά ποτε τῆς Ῥωμαΐδος ὅρια καθ' ἑῴαν, ἠφάνισται παντελῶς· καὶ ὅλως πλὴν τῶν εἰς Ἀρμενίους τελούντων οὐδὲν ὅ τι συνίσταται. Ὁ δὲ παμπληθὴς ἐκείνων λαὸς πανταχοῦ γῆς διεσπάρη ἄνευθεν τῶν πεσόντων, τῶν μὲν πολέμου νόμῳ, τῶν δὲ καὶ ἄλλως νόμῳ μαρτυρικῷ, μὴ καταδεχομένων τὴν ἄρνησιν. Καὶ 243 ταῦτα μὲν Αἰθιόπων τὸ χριστιανικὸν ἀπώναντο ταῖς ἡμετέραις ἀβουλίαις ἢ κακονοίαις ἢ αὐτονόμοις ὁρμαῖς καὶ ὀρέξεσι. Τοχάρων δὲ τοῦ θράσους καὶ ἔτι ἀνέχομεν, οὐ δυνάμεσιν οὐμενοῦν θαρσα λέαις, ἀλλὰ φιλικαῖς εἴτ' οὖν δουλικαῖς ὑπελεύσεσι, κήδη ποιοῦντες καὶ δωροφοροῦντες συχνάκις τὰ κάλλιστά τε καὶ μέγιστα, ὡς καὶ δεύτερον ἄλλο μετὰ ταῦτα καὶ χρόνοις ὑστέροις συνέστη πρὸς τοὺς δυτικοὺς Τοχάρους, ἔκπο θεν ἀφανῶν ἐπιστάντας καὶ τὰ βόρεια κατασχόντας, συνάλλαγμα τῷ ἄρχοντι τούτων Νογᾷ, ἐκδόντος τοῦ βασιλέως ἑτέραν παῖδά οἱ ἐκ σκοτίων σπερμάτων γεγεννημένην, Εὐφροσύνην τοὔνομα, ἐξ ὧν συνέβαινε μετὰ φιλίας ἐκείνους ἔχειν ἃ δὴ προσταλαιπωροῦντες πολέμῳ μόλις ἂν ἐκτῶντο.

ʹ. Ὅπως αἱ τρεῖς βασιλίδες ἀνδράσιν ἡρμόσθησαν καὶ ὁποίοις. Τῷ μὲν οὖν βασιλεῖ μετὰ ταῦτα διέγνωστο ἀπαλλαγῆναι καὶ τῶν βασιλίδων τῶν καὶ αὐταδέλφων τοῦ παιδὸς Ἰωάννου, δοκουσῶν ἔχειν καὶ τούτων τὸ μέρος κλῆρον βασιλείας ἀπὸ πατρός· καὶ διὰ τοῦτο βαθύ τι σκοπῶν, ἐκεῖνος Ῥωμαίους αὐταῖς οὐ συνήρμοττε. Τὴν μὲν γὰρ τῷ ἀπὸ τοῦ Μορέου εὐγενεῖ Λατίνῳ, Μαΐῳ ∆εβελικούρτῳ λεγομένῳ, συνῆγεν εἰς λέχος, ἐνταῦθ' ἐνδημή σαντι· τὴν δὲ δευτέραν Λατίνῳ μεγιστᾶνι, ὃν ἂν ἐκεῖνοι φαῖεν σεμνύνοντες κόντον, ὄνομα Βιντιμίλια, ἀπὸ Γεννούας τότε προσελθόντι κατὰ φήμην τῷ βασιλεῖ, εἰς γάμον ἐκδοὺς καὶ δώροις τὰ εἰκότα φιλοφρονησάμενος, ἀπο πέμπει συνάμ' ἐκείνῃ συζύγῳ· τὴν δὲ τρίτην Βουλγάρῳ τῷ Ὀσφεντισθλάβῳ, κατὰ Μυσίαν τῶν κατὰ τὸν Αἷμον ὀρεινῶν ἄρχοντι, δίδωσι. Καὶ οὕτως ἐκεί νων ἀπαλλαγεὶς καὶ τῶν φροντίδων τῶν ἐπὶ ταύταις ῥαΐσας, ἑτέραις πράξεσιν ἐπιβάλλεται. 245

ζʹ. Τὰ κατὰ τὴν δέσποιναν Ἀλαμάναν Ἄνναν. Φθάνει μὲν οὖν τῷ πρὸς τὴν Ἀλαμάναν Ἄνναν, ἣν συνοικοῦσαν ἐπ' ὀλίγον εἶχεν ὁ τοῦ Λάσκαρι πατὴρ Ἰωάννης ἐν ἐσχάτῳ γήρᾳ, Φερδερίχου τοῦ τῆς Σικελίας ἄρχοντος παῖδα, τοῦ Μαφρὲ δ' ἀδελφήν, ἣν δὴ καὶ ἐκ πρεσβείας ἐλθοῦσαν ταινιώσας ὁ δηλωθεὶς βασιλεὺς Ἰωάννης αὐγούσταν δεικνὺς σύνοικον εἶχε καὶ ἔστεργε ... Τῷ γοῦν πρὸς αὐτὴν ἔρωτι ὁ βασιλεὺς Μιχαὴλ ἁλοὺς ἐν ἀσφαλεῖ μὲν εἶχεν, ἐφ' ᾧ τάχα μὴ ἀποδρᾶναι πρὸς τοὺς οἰκείους, ὅμως δ' ἐκείνῃ προνοῶν τῶν ἐπιτηδείων βασιλικῶς, πάντα τρόπον ἐπείρα τῆς σωφροσύνης ἐκείνης περιγενέσθαι. Ὡς δ' οὐκ ἔπειθε, πολλὰ πράττων καὶ δεξιούμενοςμηδὲ γὰρ ἂν καλὸν εἶναι καὶ εὐπρεπές, βασιλέως ἀκούσασαν δάμαρτα οὕτω μεγίστου καὶ φοβεροῦ, ἐν ὑστέρῳ τὸ λέχος αἰσχῦναι καὶ τῷ δούλῳ, εἰ καὶ βασιλεύοι νῦν, παλλακεύεσθαι, μεγίστην οὖσαν καὶ ἐκ μεγίστων, ἄλλον τινὰ τρόπον ἔγνω θεραπεύειν τὸν τυραν νοῦντα μανικὸν ἔρωτα. Καὶ δὴ αὐτῇ μὲν ὑπέσχετο ἑαυτῷ συνοικίζειν εἰς γάμον, ἀφέντα τὴν ἑαυτοῦ, πλὴν ἐπὶ δοκούσαις εὐλόγοις προφάσεσιν, ἃς καὶ προὔτεινεν ἐπὶ πολλῶν· καλὴν μὲν εἶναι τὴν Θεοδώρανοὕτω γὰρ ὠνομά ζετο ἡ αὐγούστακαὶ γένους ἀξίου τούτου βασιλικοῦ, καὶ μηδὲν ἔχειν ἐπαιτιᾶσθαι ἢ γένους ἢ σωφροσύνης, τρόπων παραβεβασμένων, ἢ τοῦ μὴ φίλανδρον εἶναι καί οἱ ἀξίαν συμβασιλεύειν· ἀλλ' ἀναγκαῖον εἶναι πάντως εὐφυλακτότερον καὶ