1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

111

συνδεδέσθαι ἶσα καὶ τὸ μηδὲν εἶναι ἐτίθει. Τῷ τοι καὶ μήτε τόπον ἀπολογίας ἔχων, μήτ' ἐπίνοιαν τοῦ τὴν δίκην ἀποθέσθαι, ὑπ' ἀμηχανίας ἐπὶ μεσίτας πνεύματι ζῶντας καὶ συνήθεις τῷ πατριάρχῃ ἐτρέπετο καὶ κατηντι βόλει θερμῶς τοῦ δεσμοῦ τὸν ἱκέτην ἀνεῖναι καὶ μετεγνωκότι τὴν θεραπείαν ἐπάγειν, ἣν ἐκεῖνος βούλεται· εἶναι γὰρ ἕτοιμον πράττειν ὅ τι προστάσσοι, τὸ μέντοι γε γεγονὸς ἀποίητον θεῖναι μὴ δυνατὸν ὅλως εἶναι. Οἱ δέ, παρὰ τὸν πατριάρχην ἐρχόμενοι, ἀπήγγελλον μὲν καὶ τὰ τοῦ βασιλέως, καὶ ἀφ' αὑτῶν δὲ πλεῖστα προσετίθουν, τῷ βασιλεῖ χαριζόμενοι. Ὁ δ' ὑπερεώρα τὴν δέησιν καὶ οὐδ' ὅλως προσεῖχε· περιστερὰν γὰρ βαλεῖν εἰς τὸν κόλπον ἔφη κἀκείνην, μετασχηματισθεῖσαν εἰς ὄφιν, δῆξαι πρὸς θάνατον. Ὑπεδήλου δὲ δι' ἀμφοῖν τῶν ἐναντιωτάτων ζῴων τὸν αὐτὸν βασιλέα καὶ ἕνα, οὐ φύσιν, ἀλλὰ γνώμην σφίσι παρεικαζόμενον. Καὶ ταῦτα μὲν ὁ πατριάρχης καὶ πλείω τούτων, καὶ ὡς οὐδ' ἄν, εἴ τι καὶ γένοιτο, τὸν ἀφορισμὸν λύσειε, κἂν προσα πειλῇ τὰ κακά, κἂν αὐτὸν θάνατον. Οἱ δ' ὑπονοστοῦντες καὶ τὰ τοῦ πατριάρχου δηλοῦντες εἰς ἀμηχανίαν πλείστην ἐνέβαλλον τὸν κρατοῦντα. Καὶ ὃς ἐπειδὴ καὶ τὸ αὐτοπρόσωπον ἀντιφάρμακον λέγουσιτοῦτο γὰρ εἶναι ταῖς ὑπονοίαις καὶ τὴν Γοργώ, αὐτὸς ἔγνω προσερχόμενος ἐντυγχά νειν καὶ τὴν λύσιν ἐξομολογούμενος ἐκζητεῖν. Ἐφίστατο τοίνυν πολλάκις· καὶ ὁ μὲν ἐζήτει τὴν θεραπείαν τοῦ τραύματος, ὁ δὲ τὰ τῆς θεραπείας πράττειν προσέταττε, πλὴν οὐκ ἐπὶ ῥητοῖς, ἀλλ' ἀορίστως καὶ ἀφανῶς. Καὶ ὁ μὲν ῥητῶς ἐζήτει μαθεῖν ἐπὶ τῷ ποιεῖν προθύμως ὅ τι καὶ λέγοι, ὁ δὲ καὶ πάλιν ἀορισταίνων ἔλεγε· «Ποίει τὴν θεραπείαν καὶ δέξομαι.» Ὡς δὲ πολλάκις ἐκεῖνος μὲν ἐζήτει τὰ φάρμακα, ὁ δ' οὐ φανερῶς ἔλεγεν, εἰπεῖν τὸν βασιλέα· «Καὶ τίς οἶδεν εἰ καὶ πλείω ποιοῦντα οὐ προσθήσῃ τοῦ δέξασθαι;» Καὶ τὸν ἀποκρίνασθαι ὡς μεγάλων ἁμαρτημάτων μεγάλην εἶναι δεῖ καὶ τὴν ἀντίποινον θεραπείαν. Καὶ τὸν βασιλέα, πρὸς τὸ βαθύτερον βάψαντα· «Τί δαί, εἰπεῖν, 283 μὴ τῆς βασιλείας ἐκστῆναι κελεύεις;» Καὶ οὕτω λέγοντα, τὴν σπάθην ἀπο ζώννυσθαι καὶ διδόναι, τῆς ἐκείνου διανοίας ἀποπειρώμενον. Ἐκείνου δὲ τὴν χεῖρα κατὰ σπουδὴν προτείναντος, ἐφ' ᾧ λαμβάνειν τὸ δῆθεν διδόμενον, μήπω τελέως καὶ τῆς ὀσφύος ἀπολυθέν, παλινῳδίαν τε ᾄδειν τὸν βασιλέα καὶ ὡς ἐπιβούλῳ οἱ τῆς σφετέρας ζωῆς ὀνειδίζειν, εἰ οὕτω βούλεται. Πλὴν καὶ τὴν ἐπὶ κεφαλῆς καλύπτραν ἀποτιθέμενος, ἐς πόδας ἐκείνῳ ἑαυτὸν ἐρρίπτει καί, πολλῶν βλεπόντων, οὐ κατῃδεῖτο. Ὁ δ' ἀπέπεμπεν ἐμβριθῶς καὶ ὑπερεώρα ἀπρὶξ τῶν γονάτων ἐχόμενον. Οὕτως ἡ ἁμαρτία περιδεές, οὕτως ἡ ἀρετὴ τίμιον. Ὡς δὲ πολλάκις παρακαλῶν ἠκολούθει καὶ κατηνάγκαζεν, ἐκεῖνος, εὐθὺς τὴν κέλλαν ὑποδυόμενος, ἀπεζύγου τε τὰς θύρας αὐτῷ κατὰ πρόσωπον καὶ ἀργὸν ἠφίει. Ταῦτα πολλάκις προσιὼν καὶ δράσας τε καὶ παθὼν καὶ μηδὲν ἀνύων, ἐξηγρίαινέ τε αὐτίκα καὶ σκληρότητα τοῦ πατριάρχου ἐπὶ πολλῶν κατηγόρει, καὶ ὡς τὰ κοινὰ κελεύει καταπροεῖσθαι διελοιδόρει, καὶ μήτε φόρους ἐκλέγειν μήτε τέλη πράττειν μήτε μεταχειρίζειν πράγματα μήτε μὴν διοικεῖν τὴν ἀρχὴν ὅλως προστάττων, οὕτω θεραπεύειν αἱρεῖται ὁ τῶν ἡμετέρων θερα πευτής. Καὶ τέλος ἐπετίθει πολλάκις ὡς, ἐπεὶ καὶ κανόνων ὑπερφρονεῖ ὁρι ζόντων μετάνοιαν, προσπίπτειν τῷ τῆς Ῥώμης πάπᾳ καιρὸς καὶ ἀντιβολεῖν σῴζεσθαι. Οὕτως ἔχων, ἐγκοτῶν ἐντεῦθεν καὶ βαρυνόμενος, ἐπὶ τὴν τῶν κοινῶν διοίκησιν πάλιν ἐτράπετο, ἀπειπάμενος μὲν προσπίπτειν καὶ αὖθις ᾔδει γὰρ οὐκ ἀνύσων, ἐγκαίρως δὲ τὴν ἄμυναν διαθέσθαι τῶν δεόντων ἡγεῖτο.

κʹ. Ὅπως συνῆλθον ἐν ταὐτῷ κατὰ συνθεσίας οἱ δεσπόται Ἰωάννης τε καὶ Μιχαὴλ ὁ τῆς δύσεως. Τότε τοίνυν καὶ πάλιν ἀπεπειρᾶτο τῶν δυτικῶν· οὐδὲ γὰρ ἦν, οὐκ ἦν, ἐπὶ ταὐτοῦ μένειν ἐκείνους, καὶ διὰ τοῦτο οὐκ ἦν ἠρεμεῖν καὶ τὸν δεσπότην Ἰωάννην οὐδὲ πρὸς ὀλίγον, ἅμα μὲν καθέδρᾳ, ἅμα δὲ καὶ ὁρμητηρίῳ Θεσσα λονίκῃ χρώμενον. Ἔνθεν τοι καὶ αὖθις, καίτοι τῶν κατ' ἀνατολὴν πονούντων, ἅμα δυνάμεσι πλείσταις τὸν δεσπότην ἐκπέμπει. Καὶ δὴ τὴν ταχίστην ἐπιβὰς ἐκεῖνος