1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

152

συνῴκει πρότερον ὁ Φιλῆς Ἀλέξιος καὶ μέγας δομέστικος. Καὶ δὴ τῶν ὅρκων προβάντων, ὡς συλλαμβάνεσθαι τούτοις καὶ Μεσέμβρειαν καὶ Ἀγχίαλον ἐκείνου γὰρ οὔσας κατασχεῖν βασιλέα, καὶ αὖθις ἄξιον εἶναι τὸν πρὶν ἔχοντα λαμβάνειν αὐτὰς ἐπὶ τῷ γενησομένῳ ὡς προῖκα κήδει, ὁ μὲν βασιλεὺς τὰ μὲν τοῦ κήδους ἐπλήρου ὡς λίαν φιλοτίμως καὶ βασιλικῶς· συνεξῄει γὰρ τῇ νυμφευθησομένῃ αὐτὸς βασιλεὺς καὶ ὁ πατριάρχης κἀν Σηλυβρίᾳ γενόμενοι, ἐκεῖσε δεσποινικῶς μετασκευασάμενοι τὴν εἰς γάμον πεμπομένην τῷ Κωνσταντίνῳ, ἐκείνην μὲν ὑπὸ πλείστῃ δορυφορίᾳ πρὸς ἐκεῖνον ἀπέλυον, αὐτοὶ δ' ὑπέστρεφον. Καὶ τὰ μὲν τοῦ κήδους οὕτως ὁ βασιλεὺς ἐξεπλήρου· τὰ δὲ περὶ τὰς πόλεις ἀνεβάλλετο, ταῖς μὲν ἀληθείαις εἰδὼς ἐντεῦθεν παραιρεθησομένην τὴν Ῥωμαΐδα τὰ κράτιστα, τῷ δὲ Κωνσταντίνῳ προφάσεις ἐπλάττετο πιθανάς, ἄλλας τε καὶ τὸ μὴ ἔχειν εὐθέως δοῦναι, μὴ τῶν ἐποίκων καταδεχομένων τῶν πόλεων· Ῥωμανίας γὰρ εἶναι μέρος ἐκείνας καὶ Ῥωμαίους αὐτούς, μὴ εἶναι δ' εὔλογον Ῥωμαίους ὑπὸ Βουλγάρους τελεῖν. Οὐ μὴν δ' εἰς τέλος ἀπέλεγε τὴν δόσιν ὁ βασιλεύς, ἀλλὰ προσανήρτα καιρόν, τὸν τῆς τεκνογονίας δῆθεν, ὡς ἂν καὶ κληρονόμου τούτῳ φανέντος ἐκ γένους Ῥωμαϊκοῦ, εὐπροσωποῖτο καὶ ἡ ἀπόδοσις. Τὰ δ' ἦσαν γέλως ἄντικρυς καὶ συνειρόμενον ψεῦδος τῷ χρόνῳ συγκρύπτοντος. Ὅμως δέ γε καὶ ἄκων ὁ Κωνσταντῖνος ὑπέμενε καὶ ἐσπένδετο, εἰ καὶ ἡ δοθεῖσά οἱ οὐ τοσοῦτον βοηθὸς ἐκείνῳ ὅσον τῇ Ῥωμαΐδι. Ἐπεὶ δ' ἐξ ἐκείνου παιδίον ἑώρα τὸν Μιχαὴλ ἑαυτῇ, δεινὰ ἐποίει καὶ τὸν σύζυγον κατηνάγκαζε τὰς σπονδάς τε διαλύειν καὶ πολεμεῖν, τὰς πόλεις προσαπαιτοῦντα. Κἀντεῦθεν καὶ δεινὰ οὐκ ὀλίγα ξυνέβαινε, καὶ ξυμβεβήκει ἂν πλεῖστα, εἰ μή γε ὁ βασιλεύς, κῆδος πρὸς τὸν Νογᾶν ἐπὶ νόθῳ τῇ Εὐφροσύνῃ φθάσας ποιῆσαι, ἀνεῖχέ τε τὰς ὁρμὰς ἐκείνου τῇ πρὸς τὸν 445 Νογᾶν δεξιώσει καὶ διέλυε τὰ βουλεύματα, ὡς αὐτίκα κατόπιν ἐπιδρα μουμένων τῶν Τοχάρων, ἢν αὐτὸς ἐπίῃ τοῖς βασιλέως.

δʹ. Τὰ περὶ τοῦ Νογᾶ καὶ Τοχάρων, ὅπως εἶχον τὸ πρίν, καὶ περὶ τοῦ πρώτου βασιλέως καὶ νομοθέτου αὐτῶν. Ὁ δὲ Νογᾶς οὗτος κράτιστος ἦν ἀνὴρ τῶν Τοχάρων, εἰς στρατηγίαν τε ξυνετὸς καὶ τρίβων τοῖς πράγμασιν, ὃς ἅμα πλείσταις δυνάμεσιν ἐξ ὁμογενῶν Τοχάρων, οὓς αὐτοὶ Μουγουλίους λέγουσιν, ἐξαποσταλεὶς ἐκ τῶν κατὰ τὰς Κασπίας ἀρχόντων τοῦ γένους, οὓς κάνιδας ὀνομάζουσιν, εἰσβάλλει τοῖς ἀνὰ τὸν Εὔξεινον βορείοις ἔθνεσιν, ἃ δὴ τὸ πάλαι τοῖς Ῥωμαίοις ὑπήκουε, τῆς πόλεως δ' ἁλούσης καὶ τῶν πραγμάτων εἰς στενὸν καταστάντων Ῥωμαίοις, τῶν κυρίων ἀπολειφθέντα, αὐτόνομα ἦν. Ταῦτ' ἄρα καὶ ἀκονιτὶ φανεὶς προσελάμβανε καὶ κατεδουλοῦτο. Ἰδὼν δὲ χώρας ἀρετώσας καὶ ἔθνη εἰς ἀρχὴν κατὰ σφᾶς αὐτάρκη, ἀφηνιάζει μὲν τῶν πεμψάντων καὶ ἑαυτῷ τὰ ἔθνη προσκτᾶται. Ὡς δὲ χρόνου τριβομένου, ἐπιμιγνύντες σφίσιν οἱ περὶ τὴν μεσόγαιον κατῳκημένοι, Ἀλανοὶ λέγω, Ζίκχοι, Γότθοι καὶ Ῥὼς καὶ τὰ προσοικοῦντα τούτοις διάφορα γένη, ἔθη τε τὰ ἐκείνων μανθάνουσι καὶ γλῶτταν τῷ ἔθει μεταλαμβάνουσι καὶ στολήν, καὶ εἰς συμμάχους αὐτοῖς γίνονται. Καὶ μετ' οὐ πολὺ εἰς πλῆθος ἀριθμοῦ κρεῖττον ὁ ἐπελθὼν τῶν Τοχάρων λαὸς ἐνδίδωσι, καὶ ἀνυπόστατοι, ὅπου ἴοιεν, γίνονται ταῖς δυνάμεσιν, ὡς καί τινας τῶν ἄνω κυρίων, πολέμου νόμῳ ἐπ' αὐτοὺς ὡς ἀποστάντας ἰόντας, οὐχ ὅπως περιγενέσθαι, ἀλλὰ καὶ σφαλῆναι, τὰ πλεῖστα πεσόντας. Ἔστι δὲ τὸ ἔθνος ἁπλότητι μὲν χαῖρον καὶ φιλαλληλίᾳ, πονηρόν τε καὶ ὀξὺ πρὸς πολέμους καὶ τὴν ζωὴν αὔταρκες καί γε τὰ κατὰ τὸν βίον ἀνεπι νόητόν τε καὶ ἀπρομήθευτον. Ἐχρήσαντο γὰρ ἀνέκαθεν νομοθέτῃ οὐ Σόλωνι ἢ Λυκούργῳ ἢ ∆ράκοντιοὗτοι γὰρ Ἀθηναίοις καὶ Λακεδαιμονίοις καί τισιν ἄλλοις οἱ νομοθέται σοφοὶ σοφοῖς καὶ συνετοῖς τὰ ἐς λόγον λόγιοι, ἀλλ' ἀνδρὶ ἀγνῶτι καὶ τὸ πᾶν πονηρῷ, χαλκεῖ μὲν τὸ πρῶτον, εἶτα δὲ καὶ εἰς 447 κάνινἄρχοντά τις εἴποικαταστάντι, ὃς καὶ ἐκ Κασπίων πυλώνων ἀνιστῶν τὸ ἔθνος ἐξελθεῖν θαρρῆσαν, καὶ σφίσιν ἀεὶ τὸ νικᾶν ὑπετίθει, εἰ τοῖς ἰδίοις νόμοις προσέχοιεν. Οἱ δ' ἦσαν τοῖς ἁβροῖς ἀπέχθεσθαι, τοῖς τυχοῦσιν