1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

64

ἔχων, νεωστὶ μετὰ τὸν πατέρα τῶν σκήπτρων ἐπειλημμένον. Καὶ οἱ ἐκ τοῦ Ῥαοὺλ εὐγενεῖς ἄλλοι, μετὰ τὸν πατέρα τὸν τοῦ ἀξιώματος ἐκπεσόντα, ὡς φθάσαντες εἴπομεν, ἔτι νεάζοντες, καὶ Παλαιολόγοι. Σὺν οἷς καὶ Βατάτζαι καὶ οἱ τοῦ Φιλῆ, ὧν ὁ πατὴρ Θεόδωρος τετύφλωτο καὶ αὐτὸς σὺν τῷ Στρατηγοπούλῳ τῆς αὐτῆς ἐκείνῳ χάριν αἰτίας, σὺν Καβαλλαρίοις τε οἱ Νοστόγγοι καὶ οἱ Καμύτζαι, σύν τε Ἀπρηνοῖς καὶ Ἀγγέλοις οἱ Λιβαδάριοι, Ταρχανειῶται, Φιλανθρωπηνοὶ καὶ οἱ εὐγενεῖς Καντακουζηνοί, καὶ ὅσοι ἄλλοι οἷς ἡ μεγαλογενὴς σειρὰ καὶ χρυσῆ συγκεκρότητο. 95 Ὁ μέντοι γε Νοστόγγος Γεώργιος καὶ προσεφιλοτιμεῖτο· ἐκυδροῦτο γὰρ τῶν ἄλλων εἰς κῆδος βασιλικὸν προτιμώμενος. Καὶ γὰρ ἔτι ζῶν ὁ κρατῶν, ἁρμόζειν εἰς γάμον αὐτῷ τὴν παῖδα διὰ βουλῆς ἔχων, πολλοῖς καὶ ἄλλοις ἐπίστευε τὴν βουλὴν κἂν ἐπλήρου καὶ τὸ συνάλλαγμα, εἰ μή γε θάνατος, τῷ βασιλεῖ ἐπελθών, ἐμποδὼν ἔστη τῇ πράξει. Τότε δ' αὖθις ἐπιθαρροῦντα τοῖς ἐγνωσμένοις, ὡς καὶ πάλιν τυχεῖν ἔσται οἱ τοῦ κήδους, μέγα φρονεῖν ἡ ἐλπὶς ἐποίει, καὶ κατηλαζονεύετο πρὸς τοὺς ἄλλους, καὶ μᾶλλον τὸν αὐτα νέψιον, ὃς ἦν ὁ μέγας κονοσταῦλος, διαφιλοτιμούμενος· ὅθεν κἀν τοῖς βασιλικοῖς προαυλίοις ἀνέδην ἐσκήνει καὶ καθ' ἡδονὴν διατριβῆς ἱππαζο μένοις τοῖς ἄρχουσιν ἐπὶ κοντῶν συντριβῇ ἢ καὶ κατὰ παίγνιον σύνηθες σφίσι τῆς σφαίρας, ἐκ μεγάλου τοῦ θάρρους συνιππάζετο καὶ συνέπαιζεν, ἐγγὺς ἱσταμέναις καὶ ὁρώσαις ταῖς βασιλίσιν ἐπιδεικνύμενος.

κβʹ. Ὅπως προετιμήθη εἰς τοῦτο τῶν ἄλλων ὁ Παλαιολόγος. Τέως γε μήν, ἐπεὶ οὐκ ἦν ἀνεπιτρόπευτον μένειν τὸν βασιλέα, ἐν ἀφήλιξι γνωριζόμενον καὶ ἁπαλὸν ἦτορ φέροντα, συνελθόντες ἅμα οἱ ἐν τέλει καὶ βουλευσάμενοι ὡς οὐκ ἀσφαλὲς δίχα τῆς ἐκκλησίας καὶ τοῦ ταύτης προεστῶ τοςἈρσένιος δ' οὗτος ἦνκαθιστᾶν τὰ τοιαῦτα, πρὸς μὲν τὸν ἐξ Αὐτωρειανῶν πατριάρχην πέμπουσι τὴν ταχίστην μετακαλούμενοι Νικαίηθεν τοῦτον· αὐτῶν δὲ καθ' ἑαυτοὺς ἐφ' ἡμέραις διασκεπτομένων, ἄλλον ἄλλου εἰς κηδεμονίαν τοῦ βασιλέως προκρίνοντος, τέλος ἐπὶ τῷ μεγάλῳ κονοσταύλῳ, τῷ ῥηθέντι Παλαιολόγῳ, ἡ κοινὴ βουλὴ καταντᾷ, ὡς αὐτοῦ γε καὶ μόνου παρὰ τοὺς ἄλλους ἱκανοῦ πρὸς τοῦτο φανέντος· εἴπερ γὰρ ἄλλον, στρατηγικώτατον εἶναι τὸν ἄνδρα, καί οἱ ἐκ παλαιοῦ αὔταρκες εἶναι τὸ εὐγενές, καὶ τρίτον τὸ πρὸς τὸν κρατοῦντα συγγενές, ἅμα μὲν αὐτόθεν, ἅμα δὲ καὶ ἐκ τῆς συζύγουτῆς μὲν γὰρ δεύτερος αὐτανέψιος ἦν, τοῦ δὲ δευτέρου αὐτανεψίου υἱός, πολλὴν ἐμποιεῖν αὐτῷ τὴν εἰς τὸ κηδεμονικὸν τοῦ βασιλέως παρὰ τοὺς ἄλλους ἐκχώρησιν. Ἀλλὰ τὰ μὲν ἐκείνου πρὸς τὸ προτιμᾶσθαι τῶν ἄλλων δίκαια ταῦτ' ἦσαν, καὶ ὁ ὑπὲρ ἐκείνου λέγων ταῦτα προὐβάλλετο. Παρέχει δὲ καὶ τὸ εἰκὸς ἐννοεῖν ὡς κἀκεῖνος τὸ πρᾶγμα μετεχειρίζετο, 97 οὐκ ὀλίγους κλέπτων ταῖς ἀγαθαῖς ὑποσχέσεσι, καὶ μᾶλλον οἷς ἐκπεσεῖν τῶν ἀξιωμάτων ξυνέβη ἐκ τῆς τοῦ καιροῦ δυσκολίας τὸ πρότερον. Ὁ δὲ ὑπελθεῖν μὲν τὴν φροντίδα, μηδὲν μελλήσας, κατένευε, πένης ὢν καὶ μηδὲν ἔχων κατὰ τὸ μέτρον τοῦ ἀξιώματος φιλοτιμότερον διαζῆν· ὡς ἂν δὲ μὴ δοκοίη τῷ ἐξ ἑτοίμου λαμβάνειν χάριν τοῖς παρέχουσιν ἔχειν, μηδ' ὡς φορτίον ἐπωμιζό μενος παραιτεῖσθαι, ἐζήτει μὲν καὶ τὴν τοῦ πατριάρχου ὅσον οὔπω ἐπιστησομένου συναίνεσιν, οὐ κατὰ χρείαν μᾶλλον, ἀλλ' ἵν' ἀσφαλέστερον τὸ γινόμενον καθιστῷτο. Πλὴν ἀλλ' ἀντιδοθῆναί οἱ καὶ τῆς ἐπὶ τῷ βασιλεῖ κηδεμονίας τὰ ὑψηλότερα τῶν ἀξιωμάτων προσαπαιτεῖ.

κγʹ. Ὅπως ὁ Παλαιολόγος ἐτιμήθη εἰς μέγαν δοῦκα. Οἱ δὲ τῶν μὲν οἰκείων βουλευμάτων τὸ κῦρος οὐχ ἧττον καὶ ἀπὸ τῆς ἐκκλησίας ἤθελον εἶναι, οὐ μὴν δὲ ὥστε καὶ σφᾶς ἀναγκάζεσθαι ἐφ' οἷς ἐδέδοκτο σφίσι μεταβουλεύεσθαι· τὸ δὲ προβιβασθῆναι τὸν τοῦ βασιλέως ἐπίτροπον εἰς βαθμὸν τοῦ ἀξιώματος μείζονα εἰκός γε εἶναι διωμολόγουν, κἀπὶ τούτῳ συνεφώνουν οἱ πλεῖστοι. Καὶ εἰς μέγαν δοῦκα ὁ τῶν βασιλικῶν πραγμάτων ἐπίτροπος μετατίθεται, τοῦ βασιλέως δῆθεν διδόντος· καὶ τὸ λοιπὸν ὁ Παλαιολόγος, μέγας δοὺξ καὶ τοῦ βασιλέως ἐπίτροπος φημιζόμενος,