1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

55

πραγμάτων μικρὸν ἀνεθέντα, ἑνὸς τῶν τοῦ κλήρου σχολαιότερον τὸν προκαταρκτικὸν τοῦ ὄρθρου μονολογοῦντος ἑξάψαλμον, κανόνα πλακῆναι τῷ μνημονευομένῳ ἐς ὅτι μάλιστα ἄριστον, ὥστε καὶ παμπληθὲς ἐκινδύνευεν εὐεργετεῖσθαι μὴ ὅτι τοὺς ψάλλοντας, ἀλλὰ καὶ αὐτοὺς τοὺς τῶν ὕμνων ἀκροωμένους, κἂν τῶν προκοιτούντων ἦν τις, κἂν τῶν ὁπλοφόρων καὶ σωματοφυλακούντων τῷ βασιλεῖ, κἂν ἄλλως ὑπηρετοίη τοῖς βασιλείοις, κἂν ἄλλος ἄλλοθεν 61 ἐπελθών· πᾶσι γὰρ ἐξ ἴσου τὸ βασιλικὸν ἀνεξαντλήτως ἐπέχεεν ἔλεος, στρατιώταις δὲ μᾶλλον καὶ οἷς ὁ λόγος τὸ σπουδαζόμενον ἦν. Οὐ γὰρ ἦν ἡμέρα, οὐ νύξ, οὐ καιρὸς δυσθυμίας, οὐχ ὥρα χαρᾶς, οὐκ ἀνατέλλων ἥλιος, οὐ δυόμενος, ὅτε τις εὐεργεσίας δίχα τὸν ἄνακτα, ἢ εὖ ἐκεῖνος πάσχων, ἢ ἄλλων τὰ ἶσα πασχόντων, ὁρᾶν ἢ καὶ ἀκούειν εἶχε. Τοιοῦτος δ' ὤν, βαρὺς ἔδοξε τοῖς ἐν τέλει, ὅτι, οὐ κατ' εὐγένειαν καὶ κῆδος βασιλικόν, ἀλλ' ἀριστίνδην τοὺς ἐπὶ τῶν πραγμάτων ἐκλεγόμενος, τοῖς προσήκουσιν ἐσέμνυνεν ἀξιώμασιν· οἷς δὲ συνέβαινε προσγενέσιν εἶναι καί οἱ πρὸς αἵματος, ἀρκεῖν ἔκρινε τὸ τοιοῦτον καὶ ἱκανὸν εἰς λόγον σεμνώ ματος. Τὸ δ' ἦν, εἰ σκοποίη τις, ἀρετὴν ὀφέλλοντος ἄρχοντος καὶ παρακα λοῦντος πρὸς εὐδοκίμησιν τὸ ὑπήκοον· οὐ γὰρ βλακείας χάριν, ἀλλ' ἀριστείας καὶ τοῦ καλῶς ἄγεσθαί τε πρὸς ἐκείνου καὶ ἄγειν ἄλλους, τὰς βασιλικὰς φιλοτησίας ἔκρινε διανέμεσθαι. Καὶ τὸ φοβερὸν προσῆν, ὡς ἑτοίμως καὶ τὸν ἄλλως ἢ ὡς ἔδει ποιοῦντα κολάζεσθαι καὶ τὸν κατορθοῦντα εὐεργετεῖσθαι· οὐ γὰρ μικρὸν τὸ τοῦ μεγιστᾶνος σφάλμα ἢ μὴν ἔμπαλιν τὸ κατόρθωμα, ἀλλ' ἐκεῖνο μὲν ἐκτομίου πάθει προσέοικεν, ὡς τῇ τοῦ μορίου ἀφαιρέσει, μέγαν ἔχοντος λόγον τῇ φύσει, πάντα συμπαρασπᾶσθαι καὶ παρατρέπεσθαι, τὸ δὲ κατόρθωμα τῷ τοῦ κύκλου κέντρῳ, παμπόλλην ἀσφάλειαν τῇ περιφερείᾳ προσνέμοντι, εἰ κατὰ χώραν ἐκεῖνο μένοι. Καὶ πῶς γὰρ οὐκ ἔμελλε τὴν ἀρχὴν διοικεῖν κατὰ τὸ προσῆκον ὅστις ὑπὸ τοιῷδε πατρί, μηδ' ὄνομα βασιλείας ἔχων, ὢν ἐξ ἐκείνου καὶ μόνος, ὅμως ἁγηλατεῖν ἀσφαλῶς προὐδιδάσκετο;

ιδʹ. Ὅπως ἐπαιδεύετο ὁ Λάσκαρις παρὰ τοῦ πατρὸς Ἰωάννου, εἰς βασιλείαν ἀναγόμενος. Ὃς ἐπεί ποτε καὶ χρυσοφορῶν ἐξῄει εἰς κυνηγέσιον, ὑπέστρεφε μὲν ἐκεῖνος ἐκεῖθεν, συνήντα δὲ κατὰ τὸ προστυχὸν τῷ πατρί, καὶ δὴ προσκυ νήσαντί οἱ μὴ βλέπειν ἐκεῖνος μηδὲ προσέχειν προσεποιεῖτο καὶ προσιόντος ἠμέλει· ὃ δὴ καὶ συμβαῖνον ὀργῆς πρὸς αὐτὸν πατρόθεν σημεῖον, ὅπερ καὶ ἀληθὲς ἦν, ἔδοξεν. Ὅθεν ἀλύων καὶ ὅ τι ἁμάρτοι διανοούμενος καὶ ζητῶν, πρόσεισιν οὐ μάλα θαρρούντως τῷ πατρὶ κατ' ἰδίαν. Ὁ δ' ἰδὼν 63 εὐθέως καὶ ἀλαστήσας πρὸς ἐκεῖνον οἷον, τὴν τῆς ἀμπεχόνης ἀκαιρίαν ὠνείδιζε καί· «Τί καλὸν συνειδὼς ἑαυτῷ δράσας Ῥωμαίους, ἔφη, τὰ ἐκείνων ἐκχέεις ἐν διατριβαῖς μηδὲν τὸ ἀναγκαῖον ἐχούσαις αἵματα· ἦ γὰρ οὐκ οἶδας, φησίν, αἵματα εἶναι Ῥωμαίων τὰ χρυσόσημα ταῦτα καὶ σηρικά, οἷς ὑπὲρ ἐκείνων ἔδει χρῆσθαι, ἐκείνων γε οὖσι; Ζητεῖς δὲ μαθεῖν καὶ ὑπὲρ ἐκείνων πότε; Ὅτε δηλαδὴ ἐπιστᾶσι πρέσβεσιν ἐξ ἀλλοδαπῆς τὸν ἐκείνων πλοῦτον λαμπρειμονοῦντες δηλοῦν ἔχοιμεν· ὁ γὰρ βασιλέων πλοῦτος πλοῦτος τῶν ὑπηκόων λογίζεται· παρ' ἣν αἰτίαν καὶ τὸ εἰς δουλείαν καθυ πείκειν ἑτέροις σφίσιν οὕτως ἔχουσι καὶ λίαν ἀπώμοτον· οἷς σὺ διακενῆς χρώμενος, οὐ λογίζῃ τὸ πλημμελὲς ὁπόσον;» Οὕτω καὶ ἐπὶ τοιούτοις ὁ εἰς βασιλείαν ἀναχθησόμενος ἐπαιδεύετο.

ιεʹ. Ὅπως ὁ πρωτοβεστιάριος Μουζάλων τοῦ μειρακίσκου βασιλέως Ἰωάννου ἐπετρόπευεν. Τότε δὲ θανόντος ἐκείνου, ἐπεὶ καὶ ὁ πρωτοβεστιάριος Μουζάλων τὴν ἐπιτροπὴν τοῦ ἀφήλικος βασιλέως ἔχειν ἠγγέλλετο παρὰ τοῦ πατρός τε καὶ βασιλέως, τὸν μοναχὸν ὑπελθόντος, τῷ μὲν μειρακίσκῳ ἐκείνῳ ἄνακτι Ἰωάννῃ, οὐχ οἵῳ τ' ὄντι διὰ τὴν ἡλικίαν τὸ ἀσφαλὲς περιποιεῖν ἑαυτῷ, προνοίας ἔδει πάντως τοῦ μή τι παθεῖν ἀπροόπτως, πολλῶν ὄντων τῶν ἐπιβουλευόντων, κἄν τι μικρὸν κινηθείη, εὐθὺς δρασειόντων τὰ μέγιστα. ∆ιὸ καὶ τῷ κατὰ τὸν Ἕρμον τῆς Μαγνησίας φρουρίῳ ἐκεῖνον φέροντες ἐγκατέστησαν, συχνοὺς τοὺς ὀπτῆρας ἐπὶ βασιλικαῖς