1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

95

πέμψας ἄγει ἐκ τῆς μονῆς τοῦ Παντοκράτορος τὴν σεβασμίαν εἰκόνα τῆς ἁγνῆς θεομήτορος, ἣν λόγος ἔργον μὲν εἶναι τοῦ θείου Λουκᾶ, ἐκεῖσέ που παρούσης κἀκείνης καὶ θεωμένης, δῶρον δὲ μετὰ ταῦτα γενέσθαι Πουλχερίᾳ τῇ βασιλίδι παρὰ τῆς νύμφης αὐτῆς Εὐδοκίας τῆς ἐξ Ἀθηνῶν καὶ δεσποίνης, καὶ δῶρον ἀξιόχρεων ὄντως ἐκ Παλαιστίνης ἀποσταλέν· ὑπὸ δὴ ταύτῃ ὁδηγῷ γε οὔσῃ, δι' ἧς ἐπεπιστεύκει καὶ ἀπολήψεσθαι, εἰσελαύνων τὴν πόλιν, ἀποχρώντως ἡγεῖτό οἱ ἔχειν τὴν εἰς ἐκείνην ἀπονέμειν χάριν. Ἔταττε δὲ καὶ τῶν ἐκεῖσε ἀρχιερέων ἕνα, τὸν τῆς Κυζίκου Γεώργιον, τὴν στολὴν ὑπενδύντα, τὰ τῆς εὐχῆς ἄγειν καὶ τὴν ὑπὲρ τῶν πραττομένων εὐχαριστίαν ἀποπληροῦν. Ἤνοικτο τοιγαροῦν ἡ Χρυσέα πύλη χρονία, καὶ ὁ ἀρχιερεὺς τῆς εὐχῆς ἐξῆρχεν. Ὁ μέντοι γε βασιλεὺς καὶ πᾶν τὸ περὶ αὐτὸν σχολαίῳ ποδὶ καὶ ἀνατεταμένῃ διανοίᾳ μεθ' ὅτι πλείστης τῆς πρὸς τὸν Θεὸν ἀνθομολογήσεως 219 τὴν πόλιν εἰσέρχεται, πεζῇ βαδίζων καὶ τὸ τῆς βασιλείας σοβαρόν, ὡς μὴ τοι αύτῃ τελετῇ πρέπον συνόλως, ἀποτιθέμενος. Ἦν δὲ τότε καὶ τὸ τῆς ἡμέρας μεσημβρινόν, τοῦ μετρίου πλέον ἐκκαῖον, τοῦ ἡλίου κατὰ κορυφὴν ἱσταμένου, καὶ ἡ τῶν συνειλεγμένων προθυμία πρὸς τὸ πνῖγος διεφιλονείκει, ὡς, εἴ τι καὶ συμβαίη, καταληψομένων συνάμα τῷ βασιλεῖ τὸ μέγα παλάτιον· τὸ γὰρ τῶν Βλαχερνῶν οὐκ εὐτρεπῶς ἦν ἔχειν πρὸς τὴν τῶν βασιλέων κατοίκησιν· ἔγεμε γὰρ καπνοῦ καὶ λιγνύος Ἰταλικῆς, ἣν οἱ τοῦ Βαλδουίνου δαιταλευταὶ ἐκ πολλῆς τῆς ἰδιωτείας ἐκείνου τοῖς τῶν ἀνακτόρων τοίχοις προσέπαττον, ὡς ἔργον εἶναι τὴν ἐκείνων κάθαρσιν, ἅμα δ' ὅτι καὶ εἰς ἀσφάλειαν ἱκανῶς εἶχε βασιλεῦσι πρώτως ἐπιβᾶσι πόλεως, τῶν πραγμάτων τεταραγμένως ἐχούσης. Τὸ μὲν οὖν ἡσυχίᾳ χαῖρον τοῦ δήμου, ἄρτι πρώτως βασιλέα Ῥωμαίων ἐν τοῖς ἀνακτόροις θεώμενον, μεταβαλὸν τὴν ἔκπληξιν εἰς χαράν, ἐν ἐλπίσιν ἦν τοῦ λοιποῦ εὐπραγεῖν ὑπὸ τούτῳ βασιλευόμενον. ∆οκοῦσι δέ μοι πρὸς ἐκείνην τὴν ὄψιν καὶ οἱ κατὰ τὴν πόλιν Ἰταλοὶ μεταβαλέσθαι ἂν καὶ ἀγαπᾶν, οὕτω πραχθέντωνμηδὲ γὰρ ἀδοξεῖν τοιούτῳ δουλεύοντας, εἰ μή γε ἡ κατὰ γένος κόρυζα εἰς ὀλιγωρίαν ἐτύφου καὶ ἄλλως ἐξ ὑπογύου τὰ δεινὰ παθόντας. Πλὴν τελεσθείσης τῆς ἡμέρας ἐκείνης ἐπὶ κρότοις ἐπινικίοις καὶ θείοις ᾄσμασι, τὴν μὲν νύκτα φρουραῖς ἀσφαλέσι διείληπτο τὸ παλάτιον.

λβʹ. Ὅπως προσηνέγκατο βασιλεὺς ταῖς τῶν Λατίνων φυλαῖς εἰσελθών. Πρωΐας δὲ ὅλος ἦν πρὸς βουλαῖς, ὅπως τε, τὰ κατὰ τὴν πόλιν καταστήσας, ὀχυρώσει φρουροῖς τὸ ἄστυ καὶ ὅπως ἄν, τοῖς δοκοῦσι τῶν Ἰταλικῶν γενῶν οὗτοι δ' ἦσαν Γεννουῖταί τε καὶ Βενετικοὶ καὶ τρίτοι Πισσαῖοισοφῶς προσενεγκάμενος, καὶ ὑφ' αὑτῷ ποιήσοι· οὕτω γὰρ ἄν, αὐτῶν ὑπο ποιηθέντων, οἵων τ' ὄντων τὰ μέγιστα συγκροτεῖν ἐς ὅ τι καὶ ῥέψοιεν, τοὺς ἄλλους καὶ μὴ θέλοντας ἠρεμεῖν. Ὅθεν καὶ προσκαλούμενος ἡμέρας ὅλης ἐχρημάτιζε τὰ εἰκότα καὶ ταῖς τῶν ἐλπίδων ἀμείνοσιν ὑπέσπα τε τῆς πρὸς τοὺς ὁμογενεῖς οἰκειότητος καὶ κατ' ὀλίγον προσεποιεῖτο καί γε τὰς ὁρμὰς σφίσι σοφῶς ταῖς χάρισιν ὑπετέμνετο. Αἱ δ' ἦσαν ἐν καλῷ τε τῆς πόλεως κατοικεῖν ἀνέδην, τόσον τοῦ τόπου λαβόντας, καὶ τὴν σφίσι συνήθη τάξιν ὑπ' ἄρχοντι πεμπομένῳ παρὰ τοῦ κοινοῦ συνεδρίου τοῦ γένους αὐτῶν, ὃν καὶ 221 ποτεστάτον ἐξουσιαστὴν εἴποι ἂν ἡ Ἑλλήνων γλῶσσα, νόμοις ἰδίοις προσ έχοντας, πολιτεύεσθαι, ἀτέλειαν δ' ἔχειν καὶ ἐλευθερίαν ἐφ' ἅπασι ναυσὶ χρωμένους καὶ μεταχειρίζοντας κατ' ἐμπορίαν τὰ πράγματα. Καὶ ταῦτα μὲν Γεννουίταις τὰ ἐπαγγέλματα· Βενετικοῖς δὲ καὶ Πισσαίοις τὰ ὅμοια προσεφιλοτιμεῖτο, τοῖς μὲν ὑπὸ μπαϊούλῳ, ὃν Ἕλλην ἂν εἴποι ἐπί τροπον, τοῖς δὲ Πισσαίοις ὑπὸ κουσούλῳ, ἐφόρῳ, νόμοις τοῖς αὐτῶν χρωμέ νοις, πράττειν τὰ ἑαυτῶν ἀκωλύτως, ἐλευθέρους διαβιοῦντας. Πλὴν τοῖς μὲν Γεννουίταις οὐκ εἶχε πιστεύειν, ἐντὸς περικεκλεισμένοις τοῦ ἄστεος, πολλοῖς γε οὖσι καὶ οὐ κατ' ἐκείνους ἀμφοτέρους συνάμα, ἐκείνους δ' ἠλαττωμένους τῷ πλήθει ἐντὸς κατέχων οὐκ ἤλγει. Τὸ γοῦν διαιρεῖν τὰ γένη καὶ